Ancient Greek · ~13 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.10.1
Not analysed yet
Τοῦ δὲ θανόντος ἡ Αὐγοῦστα Εἰρήνη σὺν τῷ υἱῷ Κωνσταντίνῳ δέκατον ἐνιαυτὸν τῆς ἡλικίας ἀνύοντι τὴν βασίλειον ἀρχὴν διεδέξαντο. ἦσαν δὲ ἄμφω τῶν σεβασμίων εἰκόνων προσκυνηταί, ἀλλ᾿ οὔπω τοὺς πόδας τῇ βασιλείᾳ βεβαίως ἐρείσασί τινες αὐτοῖς ἐπεβούλευσαν, ἵνα τὸν Καίσαρα Νικηφόρον τὸν τοῦ θανόντος βασιλέως Λέοντος ἀδελφὸν βασιλεύσωσι. γνωσθείσης δὲ τῆς συνωμοσίας, τοὺς μὲν τῆς ἐπιβουλῆς μετασχόντας αἰκισαμένη ἡ βασιλις καὶ τὴν τρίχωσιν αὐτοῖς ἀποθρίξασα ὑπερορίαν τούτων κατεψηφίσατο, τοὺς δὲ τοῦ ἀνδρὸς αὐτῆς ἀδελφοὺς τούς τε Καίσαρας καὶ τοὺς νωβελισσίμους καρῆναι παρασκευάσασα καὶ ἱερωσύνης ἀξιωθῆναι καὶ μεταδοῦναι τῷ λαῷ τῶν ἁγιασμάτων ἐποίησε κατὰ τὴν ἑορτὴν τῆς τοῦ σωτῆρος γεννήσεως. ἐκείνη δὲ σὺν τῷ υἱῷ προελήλυθε μετὰ τῆς συνήθους τοῖς βασιλεῦσι δορυφορίας καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ γενομένη τὸ στέμμα, ὃ ἐκεῖθεν ἀφείλετο ὁ ἀνὴρ αὐτῆς, προσήνεγκε, κόσμῳ πλείονι τοῦτο εbπικοσμήσασα. ἔστειλε δὲ καὶ κατὰ τῶν Ἀράβων στράτευμα, ἵνα ἀνακόπτῃ τὰς ἐκείνων ἐπιδρομάς. ἐξελθόντες οὖν ἐπὶ λεηλασίαν Ἀγαρηνοὶ συναντῶνται παρὰ τῆς σταλείσης Ῥωμαϊκῆς στρατιὰς, καὶ τρέπονται καὶ ἀναιροῦνται πολλοί. ἐν δέ γε τῇ Θρᾴκῃ κατὰ τὸ Μάκρον τεῖχος τότε τις ὀρύττων λάρνακι ἐντυγχάνει λιθίνῃ ἀνθρώπου φερούσῃ νεκρὸν καὶ γράμματα ἐγκεκολαμμένα ἐχούσῃ λέγοντα “Χριστὸς μέλλει γεν- νᾶσθαι ἐκ παρθένου, καὶ πιστεύω εἰς αὐτόν· ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν βασιλέων πάλιν, ἥλιε, ὄψει με.” βουληθεῖσα μέντοι ἡ βασιλὶς Εἰρήνη γυναῖκα μνηστεύσασθαι τῷ υἱῷ, ἔπεμψε πρὸς Κάρουλον τὸν ῥῆγα τῶν Φράγγων, τὴν ἐκείνου παῖδα τῷ οἰκείῳ μνωμένη παιδί. εἶτα τὸ τοιοῦτον καταλιποῦσα διὰ φόβον καὶ φιλαρχίαν, ἔνα μὴ δύναμιν ὁ υἱὸς αὐτῆς περιβάληται τὴν τῶν Φράγγων διὰ τὴν ἀγχιστείαν, ἐξ ἑῴας ἤνεγκε κόρην· ἣν οἶ μὲν ἐκ τοῦ τῶν Ἀρμενιακῶν θέματος λέγουσιν, ἔτε- ροι δ’ ἐκ Παφλαγόνων, οὖσαν τοῦ ἐπὶ ἐλεημοσύνῃ διαβοήτου Φιλαρέτου θυγάτριον, καὶ ταύτην τῶ Κωνσταντίνῳ συνέζευξεν ἄκοντι καὶ τὸν γάμον αὐτῆς ἀποστέργοντι, ὅτι τὴν τοῦ Καρούλου παῖδα ἐκτόπως ἀγαγέσθαι ἐβούλετο. Ἀαρὼν δὲ ὁ τῶν Ἀρά- βῶν ἀρχηγὸς κατὰ Ῥωμαίων στρατεύσας μέχρι Χρυσοπόλεως ἦλθεν. ὁ δὲ Κωνσταντῖνος στράτευμα πέμψας τὴν λίμνην Βανῆς δι’ αὐτοῦ κατέσχε· καὶ τοῦτο μαθόντες οἱ Ἄραβες σπείσασθαι Ῥωμαίοις ᾐτήσαντο. ἀπελθόντες οὖν οἱ τῶν κοινῶν διοικηταὶ πρὸς τὸν Ἀαρών, ἴνα συνθήκας ποιήσωσι, καὶ μὴ φροντίσαντες πρότερον ὁμήρους τῶν παρ’ ἐκείνοις ἀναγκαίων λαβεῖν, κατεσχέθησαν παρ’ αὐτοῦ καὶ ἐν πέδαις καθείρχθησαν. ὅθεν βιασθέντες οἱ κρατοῦντες διὰ τοὺς ἄρχοντας ἐσπείσαντο, συνθέμενοι φό- ῥοῦς διδόναι τοῖς Ἄραψιν. οἱ μὲν οὖν ἐπὶ τοιαύταις συνθήκαις ἀνέζευξαν. ἡ δὲ βασίλισσα Ἐλπίδιον τὸν πατρίκιον στρατηγὸν Σικελίας προεχειρίσατο· εἶτα μαθοῦσα ὅτι τὰ τῶν Καισάρων φρονεῖ, ἔστειλε τοὺς ἄξοντας ἐκεῖθεν αὐτόν. τῶν δὲ Σικελιωτῶν μὴ πα- ραχωρησάντων τοῖς σταλεῖσι λαβεῖν τὸν Ἐλπίδιον, ἡ Εἰρήνη θυμῷ ληφθεῖσα τὴν ἐκείνου γυναῖκα καὶ τοὺς παῖδας μαστίξασα καὶ τῶν τριχῶν ἀφελομένη ἐν τῷ πραιτωρίῳ καθεῖρξε· κατ’ ἐκείνου δ’ ἐκπέ- πομφε στράτευμα, εὐνοῦχον αὐτοῖς ἐπιστήσασα τῶν πιστοτάτων αὐτῇ. πολέμων δὲ συνεχῶν γενομένων, τρέπεται ὁ Ἐλπίδιος καὶ ἀπέδρα εἰς Ἀφρικὴν καὶ τοῖς Ἄραψι προσεχώρησεν. οἱ δὲ τοῦτον δεξάμενοι βασιλικὴν ταινίαν αὐτῷ περιέθεντο, καὶ ὡς βασιλεὺς αὐτοῖς ἀνηγόρευτο, εἰ καὶ μηδὲν αὐτῷ κατὰ σκοπὸν προεχώρησε. τῆς δὲ περὶ τῶν Ἀράβων φρον- τίδος ἀπαλλαγεῖσα διὰ τὴν εἰρήνην ἡ βασιλὶς ἐξῆλθε σὺν τῷ υἱῷ κατὰ Θρᾴκην, δύναμίν τ’ ἑ πολλὴν ἐπισυρομένη καὶ ὄργανα μουσικά, καὶ ἀπελθοῦσα εἰς Βερόην καὶ τὸ ἐν αὐτῇ φρούριον ἀνοικοδομήσασα καὶ Εἰρηνόπολιν αὐτὸ ὀνομάσασα, ἀλλὰ μὴν καὶ τὴν Ἀγχίαλον δειμαμένη καὶ ἕως Φιλιππουπόλεως προ- ἐλθοῦσα, ὑπέστρεψε.