Ancient Greek
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.9
Not analysed yet
Ἐκράτησε δὲ τῆς βασιλείας ὁ τούτου υἱὸς Λέων ὁ ἐκ τῆς Χαζάρας τεχθείς, νοσῶν τὴν αὐτὴν κἀκεῖ- νος ἀσέβειαν, εἰ καὶ κατ’ ἀρχὰς εὐσεβεῖν ὑπεκρίνετο καὶ τοὺς μοναχοὺς τιμᾶν, ὥστε καί τινας τῶν μοναστῶν ἀρχιερεῖς τότε γενέσθαι ἐν ταῖς προβαθμιωτέ- ραις τῶν μητροπόλεων. πολλὰ δὲ χρήματα ἐν τοῖς δημοσίοις εὑρὼν θησαυροῖς, ἃ ὁ πατὴρ αὐτοῦ κακῶς συνήγαγε καὶ ἀπεθησαύρισε, τούτοις καταχρησάμενος ἐξευμενίσατο τὸ ὑπήκοον καὶ τῇ ἐπιπλάστῳ θεοσεβείᾳ. ἀθροισθέντες οὖν οἱ τῆς πόλεως, κἀκ τῶν θεμάτων πολλοὶ ᾐτοῦντο χαριζόμενοι δῆθεν αὐτῷ ἀναγορευθῆναι τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. ὁ δέ, εἰ τοῦτο βούλονται, ὀμόσαι αὐτοὺς ἀπῄτησεν ὡς οὐ δέξονταί ποτε ἄτερ αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ σπέρματος αὐτῶν ἕτερον βασιλέα. καὶ ὥμο- ’σαν ἅπαντες, οὐχ οἱ τῆς συγκλήτου βουλῆς καὶ οἱ τοῦ στρατεύματος, ἀλλὰ καὶ ὁ δημώδης ὄχλος καὶ ἔμποροι καὶ οἱ τῶν ἐργαστηρίων προεστήκεσαν καὶ ἔγγραφα περὶ τούτων ἐξέθεντο. ταῦτα μὲν οὖν κατὰ τὴν ἕκτην ἡμέραν τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους τοῦ σωτῆρος γεγόνασι. τῷ δὲ μεγάλῳ σαββάτῳ τὸν ἑαυτοῦ ἀδελφὸν Εὐδόκιμον νωβελίσσιμον ὁ βασιλεὺς προεβάλετο, καὶ κατ’ αὐτὴν τὴν τοῦ πάσχα κυριακὴν ἔστεψε τὸν υἱὸν αὐτοῦ, τοῦ πατριάρχου τὴν κατ’ ἔθος πεποιηκότος εὐχήν. τεθνη- κότος δὲ τοῦ πατριάρχου Νικητὰ τοῦ ἐκτομίου, ὃς ἦν προεδρεύσας τῆς Κωνσταντινουπόλεως ἔτη τεσσαρεσκαίδεκα, χειροτονεῖται πατριάρχης Παῦλος ὁ Κύπριος, ἀναγνώστης ὢν καὶ ὀρθόδοξος. Εὔρων δέ τινας τῶν ἐπισήμων τοῦ παλατίου ταῖς θείαις εἰκόσι προσκύνησιν ἀπονέμοντας, τὴν ἀλωπεκῆν ἀποδὺς τὸν ἐντὸς κρυπτόμενον ἐδημοσίευσε λέοντα) ὠμότατά τε αὐτοὺς αἰκισάμενος καὶ διὰ τῆς ἀγορᾶς ἐν ἀτίμῳ πομπῇ περιαγαγών, πρότερον ψιλώσας αὐτοὺς τῶν τριχῶν, οὕτως εἰς τὸ πραιτώριον ἐναπέθετο, ὅπου τινὲς αὐτῶν καὶ τὴν ψυχὴν τῷ κυρίῳ παρέθεντο. πέμπτον δ’ ἀνύσας τῆς αὐταρχίας ἐνιαυτὸν ἐτελεύτησεν. ἐρασθεὶς γὰρ τοῦ στέμματος, ὅπερ ὁ Μαυρίκιος τῷ θεῷ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἀνέθετο, καὶ τοῦτο λαβὼν καὶ τῇ κεφαλῇ περιθέμενος, εὐθὺς ἐλήφθη σφοδρῷ πυρετῷ, καὶ οὗτος αὐτὸν τῆς ζωῆς ὑπεξήγαγε.