Ancient Greek · ~15 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.12.1
Not analysed yet
Καὶ τὰ μὲν οὕτως ἔσχον. ἐμπρησμοῦ δὲ συμβάντος, ὁ μέγας τρίκλινος τῶν ἱερῶν ἀνακτόρων ὁ Θωμαΐτης λεγόμενος ἔργον γέγονε τοῦ πυρός, ὅτε λέγεται καυθῆναι καὶ τὰ σχεδιάσματα τῆς ἐξηγήσεως τῆς θείας γραφῆς, ἃ ὁ χρυσοῦς τὴν γλῶτταν συνεγράψατο Ἰωάννης, ἐκεῖσέ που ἀποκείμενα. ὁ δέ γε. βασιλεὺς Κωνσταντῖνος κατὰ Βουλγάρων ἐξεστράτευσε, τοῦ Καρδάμου τοῦ ἔθνους ἀρχηγετοῦντος· μικρᾶς δὲ προσβολῆς γενομένης ἀμφοῖν τοῖν ἀντιθέτοιν μεροῖν δειλία ἐνέσκηψε. καὶ ὁ μὲν βασιλεὺς ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν, οἱ δὲ Βούλγαροι εἰς τὰ ἤθη τὰ ἑαυτῶν. ἀλλὰ καὶ κατὰ Ἀράβων ὁρμήσας οὐδέν τι λόγου ἄξιον ἤνυσε. παρακληθεὶς δὲ ὑπὸ τῆς μητρὸς καὶ τῶν ἐν τέλει τινῶν αὖθις ἀνάγει ταύτην εἰς τὰ βασίλεια, καὶ ἑαυτῷ συνευφημεῖσθαι σθαι παραχωρεῖ, καὶ πάντα μὲν τὰ τῶν θεμάτων τάγματα ἐδέξαντο τὴν τῆς Εἰρήνης αὖθις ἀνάρρησιν, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν ἀντέπιπτόν τε καὶ ἐστασίαζον, καὶ ἐπεκαλοῦντο τὸν πρῴην αὐτῶν, ὡς εἴρηται, στρατηγήσαντα Ἀλέξιον τὸν Μωσηλέ. ἔφθη γὰρ ὁ βασιλεὺς ἐκεῖθεν μεταπεμψάμενος, καὶ τιμήσας πατρίκιον εἶχε μεθ᾿ ἑαυτοῦ, φήμης ἐπικρα- τούσης μέλλειν βασιλεῦσαι τὸν ἄνα. διὰ ταύτην τοίνυν, καὶ ὅτι παρὰ τῶν στασιαζόντων ἐπεκαλεῖτο, δείσας ὁ βασιλεύς, καθεῖρξεν ἐν τῷ πραιτωρίῳ αὐτόν, τύψας πρότερον καὶ τὴν κόμην περιελών. τοῦ δὲ τῶν Βουλγάρων ἀρχηγετοῦντος ὡρμηκότος κατὰ τῆς ῬωμαΪκῆς ἐπικρατείας, ἀσυντάκτως ὁ βασιλεὺς αὐτῷ ἐπελθὼν ἡττᾶται, καὶ πλῆθος πολὺ στρατευομένων ἀπόλλυσιν, ἀλλὰ μὴν καὶ τῶν μεγιστάνων πολλούς. αἱ δὲ στρατιωτικαὶ συντάξεις ἀθροισθεῖσαι κατὰ τὴν μεγαλόπολιν ἐβουλεύοντο βασιλεῦσαι τὸν ἀπὸ Καισάρων Νικηφόρον τὸν τοῦ Κωνσταντίνου πατράδελφον. ἀλλὰ τὸ σκέμμα οὐκ ἔλαθε· διὸ αὐτὸς μὲν ὁ Νικηφόρος ἐξεκόπη τὰ ὄμματα· ὁ δέ γε Χριστοφόρος καὶ ὁ Νικητὰς ὁ Ἀυθιμός τε καὶ ὁ Εὐδόκιμος τῶν γλωσσῶν ὑπέστησαν ἐκτομήν. ἀλλὰ καὶ τὸν Μωσηλὲ τὸν Ἀλέξιον ὁ βασιλεὺς ἐξετύφλωσεν, ὑποθήκαις ταῦτα μητρικαῖς ἐργασάμενος. οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν τὴν τοῦ Ἀλεξίου μαθόντες τύφλωσιν, τὸν σφέτερον στρατηγὸν ἐποίησαν ἔμφρουρον. ἦν δ’ οὗτος ὁ Καμουλιανὸς ὁ πατρίκιος. ὡς οὖν ἀνηνέχθη τοῦτο τῷ βασιλεῖ, στέλλει κατ’ αὐτῶν σὺν δυνάμει Κωνσταντῖνον τὸν Ἀρτασήραν καὶ τὸν Χρυσόχειρα, στρατηγὸν τῶν Βουκελλαρίων τυγχάνοντα. καὶ κροτηθέντος πολέμου πολλοὶ μὲν ἔπεσον ἀμφοτέρωθεν, τρέπονται δὲ οἱ βασιλικοί, καὶ ἀμφοῖν ζωγρηθέντων τῶν στρατηγῶν, οὓς οἱ Ἀρμενιακοὶ αὐτίκα ἐτύφλωσαν. εἶτα ὁ κρατῶν αὐτὸς κατ’ αὐτῶν ἐξεστράτευσε καὶ χειροῦται αὐτούς, καὶ τοὺς μὲν προύχοντας ἀναιρεῖ, τοῖς δὲ λοίποῖς δημεύσει τῶν ὑπαρχόντων ἐπιτετίμηκε. χιλίους δὲ τῶν ἐκ τῆς αὐτῶν μητροπόλεως δεσμήσας καὶ ἐς τὴν μεγαλόπολιν ἐνεγκών, τὰς ὄψεις τε σφῶν καταστί- κτους ποιήσας ἐν γράμμασι, μέλανος ἐγχεομένου τοῖς στίγμασιν· ἔλεγε δὲ ἡ γραφὴ “Ἀρμενιακὸς ἐπίβουλος διέσπειρε τούτους ἐν Σικελίᾳ καὶ ἐν ἄλλαις νήσοις.” τὴν δ’ ἑαυτοῦ γυναῖκα Μαρίαν ἀποστέρξας ὁ βασιλεὺς ἀποκαρῆναι ταύτην ἐξεβιάσατο, συμβουλῇ, ὡς λέγεται, τῆς μητρὸς αὐτοῦ, ἵν’ ὑπὸ πάντων μισηθείη καὶ εἰς αὐτὴν ἡ τῆς βασιλείας ἀντιπεριενεχθείη διοίκησις. κἂν γὰρ συνῆν τῷ υἱῷ περὶ τὰ ἀνάκτορα, ἀλλ’ οὐ συμμετεῖχε τῆς ἐξουσίας, μόνης δέ γε τῆς εὐφημίας, λίαν δ’ ἐνόσει τὸ φίλαρχον. μεταμφιασαμένης οὖν τῆς τοῦ κρατοῦντος συμβίου καὶ περιβαλομένης ἀκούσης ἀντὶ τῆς βασιλείου στο- λῆς μοναζούσης ἀμφία μέλανα, Θεοδότην τινὰ κου- βικουλαρέαν ἐκεῖνος ἠγάγετο, Αὐγούσταν στὰν στέψας αὐτήν. καὶ κατὰ τῆς Ἀράβων ἐπιστρατεύσας τρόπαιον ἵστησι. τοὐ μέντοι Καρδάμου, ὃν ὁ λόγος τῶν Βουλγάρων ἐγνώρισεν ἀρχηγόν, φόρους ἀπαιτοῦντος αὐτῷ τελεῖσθαι παρὰ Ῥωμαίων, καὶ περὶ τούτων διαπεμψαμένου πρὸς τὸν κρατοῦντα, ἢ τὴν Θρᾴκην ἄχρι τῆς πόλεως ἀπειλοῦντος ληίσασθαι, ἐκεῖνος κόπρον ὑποζυγίων τῷ βαρβάρῳ ἀπέστειλεν, ἐπιστείλας αὐτῷ ὅτι “γέρων εἷ καὶ μὴ κοπιάσῃς ἐνταῦθα ἐρχόμενος· ἐγὼ δὲ μᾶλλον ἐλεύσομαι ἐπὶ σέ.” καὶ αὐτίκα τὰς Ῥωμαϊκὰς ἀθροίσας δυνάμεις ἀπῄει κατὰ Βουλγάρων, καὶ ἤδη πλησίον ἀλλήλων γενομένων τῶν στρατευμάτων, καὶ τοῦ βασιλέως εἰς μάχην προ- καλουμένου τοὺς βαρβάρους, ὁ Κάρδαμος σὺν τοῖς οἰκείοις ἀποδειλιάσας στρατεύμασι φυγὰς ᾤχετο. ἀλλὰ καὶ οἶ Ἄραβες κατὰ τοῦ Ἀμορίου χωρήσαντες οὐδέν τι ἴσχον πρὸς τὴν πόλιν ἀνύσιμον, λείαν δὲ λαβόντες ὑπέστρεψαν.