Ancient Greek · ~20 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.13.1
Not analysed yet
Πλάτων’ δὲ ὁ καθηγητὴς τῆς τοῦ Σακκουδίωνος μονῆς τῷ πατριάρχῃ Ταρασίῳ κοινωνεῖν οὐκ ἠνείχετο, ὅτι ἐκεῖνος τὸν βασιλέα εἰς κοινωνίαν ἐδέξατο τὴν ἑαυτοῦ γυναῖκα καταλιπόντα καὶ ἑτέρᾳ παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς συνοικήσαντα· μοιχείαν γὰρ ὠνόμαζε τὸ γενόμενον. ὃν ὁ βασιλεὺς ἀγαγὼν ἐν τῷ παλατίῳ καθεῖρξεν· ἡ δὲ τούτου μήτηρ ἀντεποιεῖτο τοῦ Πλάτωνος, ὅτι κατῄσχυνε τὸν υἱὸν αὐτῆς. ἐκδημήσας δὲ τῆς πόλεως ὁ κρατῶν μετὰ τῆς οἰκείας μητρὸς εἰς Προῦσάν τε γεγονώς, καὶ μαθὼν τεχθῆναί οἱ παιδίον ἄρρεν, ἐκεῖ τὴν μητέρα καταλιπὼν σπουδαίως ὑπέστρεψεν. ἡ δὲ λαβομένη ἀδείας τοὺς τῶν ταγμάτων ἄρχοντας δωρεαῖς τε καἰ ὑποσχέσεσιν ὑποποιησαμένη πέπεικε συνθέσθαι καθελεῖν μὲν τὸν υἱὸν αὐτῆς, αὐτῇ δὲ μόνῃ τὴν αὐταρχίαν περιποιήσασθαι. καὶ συνθεμένων εὐκαιρίαν ἐζήτει. τέθνηκε δὲ τὸ τεχθὲν παιδίον τῷ βασιλεῖ, ὅπερ ὠνόμασε Λέοντα, καὶ ἐθρηνήθη παρὰ τοῦ πατρός. οἶ δὲ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς συνίστορες τῇ μητρὶ αὐτοῦ δείσαντες μὴ τοῦ καιροῦ τριβομένου καὶ ὑπερτιθεμένης τῆς πράξεως γνωσθῶσι καὶ κατασχεθέντες ἀπόλωνται, σπεύσαντες συνέσχον ἐν τῷ παλατίῳ τὸν βασιλέα, καὶ περὶ ὥραν ἐνάτην τοὺς ὀφθαλμοὺς αὐτοῦ ὠμότατα ἐξορύττουσι, προνοούμενοι μὴ μόνον τοῦ φωτὸς στερηθῆναι αὐτόν, ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς. ὅτε συνέβη ἐφ’ ἡμέρας ἑπτακαίδεκα μὴ λάμψαι τὸν ἥλιον, ἀλλ’ ἀλαμπεῖς εἶναι καὶ σκοτώδεις τὰς ἡμέρας ἐκείνας, οὐκ οἶδα εἴτε τυχαίως οὕτω συμβὰν εἴτε καὶ διὰ τὴν τοῦ Κωνσταντίνου τύφλωσιν, ὡς τηνικαῦτα τοῖς ἀνθρώποις ἐδόκει, οἶα τῆς θείας προνοίας νεμεσησάσης τῷ πάθει, ὡς ἐκ μητρὸς εἰς υἱὸν γενομένῳ. καὶ ὁ μὲν οὕτω τοὺς ὀφθαλμοὺς ἐξωρώρυκτο κατ’ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐκεῖνος τὸν θεῖον αὐτοῦ Νικηφόρον καὶ τὸν Μωσηλὲ ἐξετύφλωσε καὶ τῶν λοιπῶν, ὡς εἴρηται, τὰς γλώσσας ἀπέτεμε, πέντε μεταξὺ παρε- ληλυθότων ἐνιαυτῶν. ἡ δὲ Εἰρήνη καὶ αὖθις τῆς μοναρχίας ἐπείληπτο. καὶ ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τοῦ πάπα θανόντος Ἀδριανοῦ Λέων κεχειροτόνητο, ἀνὴρ αἰδοῖος καὶ τιμιώτατος. οἶ δὲ τῷ θανόντι Ἀδριανῷ προσήκοντες στασιάσαι τὸν λαὸν ἠρέθισαν κατ’ αὐτοῦ, καὶ συσχόντες αὐτὸν ἐλωβήσαντό οἱ τὰ ὄμματα, ἀλλ’ οὐκ ἐξετύφλωσαν. οἱ γὰρ ἐπιτραπέντες τὴν τύφλωσιν ἐφείσαντο τοῦ ἀνδρὸς αὐτὸν κατοικτείραντες, καὶ ἔξωθεν ἐλυμήναντο τοῖς αὐτοῦ ὀφθαλμοῖς, τοῦ δὲ φωτὸς αὐτὸν οὐκ ἐστέρησαν. ὃς μετέπειτα τῷ τῶν Φράγγων ῥηγὶ προσρυεὶς Καρούλῳ παρ’ ἐκείνου εἰς τὸν τῆς Ῥώμης ἀποκατέστη θρόνον, καὶ τοὺς ἐχθροὺς ἀντημύνατο, ἐξότου καὶ ἡ Ῥώμη ὑπὸ τοὺς Φράγγους ἐγένετο, τοῦ Καρούλου ταινιωθέντος ὑπὸ τοῦ Λέοντος καὶ βασιλέως‘ Ῥωμαίων ὀνομασθέντος. ἐπὶ γὰρ τοῦ προτέρου Ἰουστινιανοῦ τῇ Ἰταλίᾳ ἐπῆλθον οἱ Φράγγοι, ἐκ γένους ὄντες τῶν Γερμανῶν, ὡς ἄνω που εἴρηται, καὶ ἦσαν τοῖς Ῥωμαίοις πολέμιοι. ἐπὶ δὲ Λέοντος τοῦ Ἰσαύρου ὁ τότε πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν ἀποστὰς τοῦ ὑπείκειν τῷ ἀσεβεῖ βασιλεῖ ἐκείνω καὶ δασμοφορεῖν καὶ τοῦ κοινωνεῖν τοῖς ἀσεβῶς προεστῶσι τῆς ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, ἐσπείσατο τοῖς Φράγγοις καὶ τὰς πρὸς ἐκείνους μάχας κατέλυσεν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης ὁ πάπας Λέων καὶ εἰς τὴν Ῥώμην αὐτοῦ ’ς εἰσεδέξατο, καὶ οὕτω τῆς Ἰταλίας πάσης καὶ τῆς Ῥώμης αὐἄνω ]τῆς ἐκυρίευσαν. τῆς Εἰρήνης δὲ μοναρχησάσης, ὡς λέλεκται, οἱ ἀνδράδελφοι αὐτῆς καθειργμένοι τυγχάνοντες ἠδυνήθησαν τῇ μεγάλῃ προσελθεῖν ἐκκλησίᾳ, παρά τινων νεωτεριστῶν πρὸς τοῦτο ἀναπεισθέντες. Ἀέτιος οὖν ὁ εὐνοῦχος, μέγα τότε παρὰ τῇ βασιλίσσῃ δυνάμενος, ἀπελθὼν καὶ πίστεις αὐτοῖς παρασχὼν ὡς οὐδὲν δεινὸν πείσονται, ἐξήνεγκε τῆς ἐκκλησίας αὐτοὺς καὶ εἰς Ἀθήνας ἀπήχθησαν ὑπερόριοι. κἀκεῖ διαγόντων αὐτῶν, τινὲς τῶν τῆς Ἑλλάδὸς προσῆλθον τῷ ἄρχοντι τῶν Σθλαβικῶν ἐθνῶν, δεόμενοι αὐτοῦ ἐξαγαγεῖν αὐτοὺς καὶ ἔνα προχειρίσασθαι βασιλέα καὶ ἀναγαγεῖν αὐτὸν εἰς τὴν βασιλίδα τῶν πόλεων. μηνυθέντος δὲ τούτου τῇ βασιλίδι, προστάξει ἐκείνης ἀπετυφλώθησαν ἅπαντες. ὁ δὲ τῶν Φράγγων ἀρχηγὸς Κάρουλος βασιλεὺς Ῥωμαίων παρὰ τοῦ πάπα Λέοντος, ὡς εἴρηται, ἀναγορευθεὶς πρέσβεις ἔπεμψε πρὸς τὴν Εἰρήνην, ζητῶν συζευσυζευχθῆναι αὐτῇ κατὰ συμβίωσιν γαμικήν. καὶ οὐδ᾿ ἐκείνη τοῦτο ἀβούλητον ἔδοξε, καὶ γέγονεν ἄν, εἰ μὴ ὁ ἐκτομίας Ἀέτιος παραδυναστεύων πᾶσαν ἐκίνησε μηχανὴν εἰς τὸ μὴ ἀποτελεσθῆναι τὴν συζυγίαν. οὗτος γὰρ μέγα δυνάμενος ἐν τοῖς βασιλείοις τὸν οἰκεῖον ὁμαίμονα Λέοντα ἀξιῶσαι τῆς βασιλείας διὰ μελέτης πεποίητο, ὃς δὴ Δέων διὰ σπουδῆς τοῦ Ἀετίου μόνος αὐτὸς στρατηγὸς Θρᾴκης καὶ Μακεδονίας προυβέβλητο· ὁ δέ γε Ἀέτιος τῶν ἑῴων ἦρχε θεμάτων τοῦ Ὀψικίου καὶ τῶν Ἀνατολικῶν, κἀντεῦθεν ὑπερφρονήσας τῶν ἐν τέλει περιεφρόνει καὶ ἀλαζονικῶς αὐτοῖς προσεφέρετο. οἱ δὲ τούτοις ἀχθόμενοι βούλευμα κατὰ τῆς βασιλίσσης συνέθεντο, καὶ τὸν πατρίκιον Νικηφόρον καὶ γενικὸν Λογοθέτην παραλαβόντες βαθείας νυκτὸς ἦλθον εἰς τὴν Χαλ- κῆν’, τῆς βασιλίσσης Εἰρήνης νοσούσης καὶ ἐν τῷ οἴκῳ αὐτῆς τῷ ἐν τοῖς Ἐλευθερίου κειμένης· εἷπον οὖν τοῖς ἐκεῖσε φυλάττουσι παρὰ τῆς βασιλίσσης σταλῆναι, ἵνα βασιλέα τὸν Νικηφόρον ἀναγορεύσω- σιν, ὡς ἂν οὕτω παύσηται ὁ πατρίκιος Ἀέτιος βιαζόμενος αὐτὴν τὸν ἑαυτοῦ σύγγονον προχειρίσασθαι βασιλέα. πιστεύσαντες οὖν τοῖς ταῦτα λέγουσι πατρικίοις τῶν περιφανῶν οὖσι, καὶ αὐτοὶ τὸν Νικηφόρον σὺν ἐκείνοις εἰς βασιλέα εὐφήμησαν, καὶ οὕτω παραχωρηθέντες εἰς τὸ μέγα εἰσῆλθον ἀνάκτορον. εἶτα δι’ αὐτῆς τῆς νυκτὸς ὄχλον ἀθροίσαντες σύγκλυδα διὰ πάσης τῆς Ἀγορᾶς πρὸ τῆς ἡμέρας τὴν τοῦ Νικηφόρου πεποίηντο ἀναγόρευσιν, καὶ τῷ τῆς Εἰρήνης οἴκῳ, καθ’ ὃν διῆγε τότε, φρουρὰν περιέστησαν. ἡμέρας δὲ ἤδη ἐπιφαυούσης εἰς τὰ πρὸς ἔω βασίλεια μεταγαγόντες αὐτὴν καὶ κατακλείσαντες εἰς τὴν μεγάλην ἐκκλησίαν ἀφίκοντο, ἔν ἐκεῖ ταινιωθείη ὁ Νικηφόρος καὶ αὐτοκράτωρ ἀναρρηθείη· ὃ δὴ καὶ γέγονε.