Ancient Greek · ~20 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.14.1
Not analysed yet
Τῇ’ γοῦν ἐξῆς ἡμέρᾳ πρὸς τὴν βασίλισσαν ἧκεν, οὖσαν ὑπὸ φρουρούς, ἄκων προαχθῆναι λέγων εἰς τὴν ἀρχὴν τὴν βασίλειον, μηδὲ γὰρ εἶναι αὐτῷ πρὸς βουλῆς, καὶ θαρρεῖν αὐτὴν ἀναπείθων, ὡς οὐ δ’ ἑνὸς ἀτυχήσουσαν τῶν παρὰ δούλου ὀφειλομένων πρὸς δέσποιναν γίνεσθαι. ἠξίου δὲ τοὺς βασιλικοὺς ὑποδεῖξαι πάντας αὐτῷ θησαυρούς. ἡ δὲ “τὰ κατ’ ἐμέ” φησὶ πρὸς αὐτὸν” ἀναθεμένη θεῷ τὴν μὲν ἔκπτωσιν τῆς βασιλείας ἐπιγράφω ταῖς ἁμαρτίαις μου, τὴν δὲ σὴν ἀνάρρησιν λογιζομένη ἀπὸ θεοῦ ὡς ἐξ ἐκείνου προβληθέντα σε προσκυνῶ, καὶ ἀξιῶ φείσασθαί μου τῆς ἀσθενείας καὶ ἐᾶσαι διάγειν με ἐν τῷ οἴκῳ μου. κἀκεῖνος “εἰ μή τι ἀποκρύψεις τῶν τεθησαυρισμένων ἐν ἀποκρύφοις, ἔσται σοι καὶ τοῦτο” φησί “καὶ εἴ τι σοί ἐστι πρὸς ἀρέσκειαν ἕτερον, καὶ ὅρκον ἐξ αὐτῆς περὶ τούτου ἀπᾑτησεν.” ἡ δὲ ὤμοσε, καὶ πλεῖστα ὑπέδειξε. καὶ ὅς αὐτίκα εἰς τὴν νῆσον αὐτὴν ὑπερώρισεν, ἣ τοῦ Πρίγκιπος ἐπωνόμασται, ἐν ᾗ μονὴν ὑπῆρχε δομησαμένη. ἦν γὰρ ὁ Νικηφόρος φιλοχρηματώτατος λίαν ἀπληστότατός τε καὶ ἀπιστότατος, καὶ κακίας πάσης, ὡς εἰπεῖν, καταγώγιον. καὶ οὐδ' ὑποκριθῆναι πρὸς βραχὺ τέως ἠνέσχετο πρὸς τοὺς ὑπηκόους χρηστότητα, ἀλλ’ αὐτίκα πάσης ἀδικίας τὰ πάντα ἐπλήρωσε. καὶ οὐδὲ τῶν συναραμένων αὐτῷ εἰς τὸ βασιλεῦσαι ἐφείσατο, ἀλλὰ τὸν μὲν Τριφύλλιον φαρμάκῳ ἀνεῖλε, τὸν δὲ πατρίκιον Βαρδάνην καὶ στρατηγὸν τῶν Ἀνατολικῶν, ᾧ Τοῦρκος ἦν ἐπίκλησις, ἀναγορευθέντα εἰς βασιλέα παρὰ τῶν ἑᾡων ταγμάτων εἴτε θέλοντα εἴτε ἄκοντα, λέγεται γὰρ ἀμφότερα, εἶτα μεταμεληθέντα καὶ πίστεις ἀπαθείας παρ’ αὐτοῦ εἰληφότα, μοναχόν τε γενόμενον, καὶ εἰς τὴν νῆσον τὴν λεγομένην πρώτην διαπεραιωθέντα, ὅπου ἦν δειμάμενος μοναστήριον, στείλας κρυφίως τινάς, ὡς δοκεῖν ἀγνοοῦντος αὐτοῦ πεπρᾶχθαι τὸ ἔργον, ἐστέρησε τοῦ φωτός, καὶ λυπεῖσθαι ἐσχηματίζετο καὶ ἐξώμνυτο ἀμέθεκτος εἶναι τοῦ τοιούτου τολμήματος. τὸν δὲ τῆς Εἰρήνης υἱὸν τὸν Κωνσταντῖνον προσελάβετο καὶ ὑπεποιεῖτο, ἔν αὐτῷ ὑποδείξῃ κρυπτόμενα χρήματα. κἀκεῖνος ὑπέδειξεν ἐν τοίχῳ συνεκτισμένα πολλά. συνεὶς δὲ ὁ βασιλεὺς Νικηφόρος ἀχθομένους αὐτῷ ἅπαντας, καὶ δείσας μὴ τὴν Εἰρήνην αὖθις ἐγγὺς οὖσαν λαβόντες εἰς τὴν βασιλείαν ἐπαναγάγωσιν, εἰς Λέσβον αὐτὴν ὑπερόριον ἔθετο, καὶ φρουροὺς ἐπιστήσας αὐτῇ, ἔνθα τῇ λύπῃ καταποθεῖσα τὴν ζωὴν ἐξεμέτρησεν. ἔστεψε δὲ καὶ τόν υἱὸν αὐτοῦ Σταυράκιον ὁ Νικηφόρος, εἰδεχθῆ τε λίαν ὄντα καὶ ἀφελῆ καὶ μήτε εἶ- δος μήτε μὴν γενναιότητα μήτε σύνεσιν ἔχοντα τυραννίδος ἐπάξια. τοῦ μέντοι πατριάρχου Ταρασίου τὸν βίον μετηλλαχότος κατὰ τὴν πρώτην ἑβδομάδα τῶν νηστειῶν, Νικηφόρος ὁ ἀοίδιμος ψήφῳ κοινῇ κατὰ τὴν τοῦ πάσχα κυριακὴν πατριάρχης κεχειροτόνητο, ἀσηκρῆτις τυγχάνων, Πλάτωνος καὶ Θεοδώρου τοῦ γεγονότος ἡγουμένου τῆς τοῦ Στουδίου μονῆς στασιασάντων διὰ τὴν τοῦ μάκαρος ἐκείνου χειροτονίαν, ὅτι ἀθρόως ἐκ λαικῶν εἰς τὴν ἐπισκοπὴν προκεχείριστο, καίτοι τούτου πολλάκις πραχθέντος. οὕς καὶ ἀπελάσαι τῆς πόλεως ὁ βασιλεὺς ἐβουλεύσατο, οὐ μὴν καὶ εἰς ἔργον τὸ βούλευμα ἤνεγκεν. εἰσὶ δ’ οἱ λέγουσι σκῆψιν εἶναι τὸ στασιάσαι αὐτοὺς διὰ τὸ ἐκ λαικῶν γενέσθαι πατριάρχην τὸν ἱερὸν Νικηφόρον, τὸ δ’ ἀληθὲς αἴτιον φιλαρχίαν εἶναι. ἠβούλοντο γὰρ τῆς ἐκκλησίας ἐγκρατεῖς γενέσθαι καὶ τοῦ ἀρχιερατικοῦ τῆς Κωνσταντινουπόλεως ἐπιβῆναι θρόνου περὶ πλείστου πεποίηντο. τῷ δὲ υἱῷ αὐτοῦ Σταυρακίῳ ἀγαγέσθαι γυναῖκα ὁ βασιλεὺς βουληθεὶς Θεοφανὼ τὴν Ἀθηναίαν, προσγενῆ τῆς βασιλίσσης Εἰρήνης οὖσαν καὶ ἤδη κατηγγυημένην ἀνδρί, διαζεύξας αὐτοῦ ἀθέσμως τῷ Σταυρακίῳ συνέζευξε. πανσπερμία δὲ παντοδαπῆς κακίας οὗτος τυγχάνων ὁ αὐτοκράτωρ οὐ διέλιπεν ἄλλα ἐπ’ ἄλλοις εἰς συντριβὴν τῶν ὑπηκόων ἐπινοούμενος. ὀλίγων δ’ ἐπιμνησθήσομαι, τὰ πολλὰ παρεῶν, ἔν’ ὡς ἐκ πλήρους πίθου γεῦμα ταῦτα τοῖς τῇ ἱστορίᾳ ἐντυγχάνουσιν ἔσοιντο. στρατεύεσθαι τοὺς ἀπόρους ἐκ τῶν θεμάτων ἐθέσπισε καὶ παρὰ τῶν ὁμοχώρων ὅπλα τε αὐτοῖς χορηγεῖσθαι καὶ ἀναλώματα καὶ τὰ τῶν ἀπόρων τέλη τοὺς εὐποροῦντας εἰσπράττεσθαι, ὃ ἀλληλέγγυον ὠνομάσθη. ἐπόπτας προυβάλλετο, ἐπισκήπτων ἐπαύξειν σφᾶς τὰ δημόσια, ἀπαιτεῖσθαι δὲ καὶ ὑπὲρ χαρτιατικοῦ ἐπὶ τῷ νομίσματι δύο κεράτια. οἱ καὶ τὰ κρείττω τῶν ἀκινήτων ἐκ τῶν δεσποτῶν ἀφαιρούμενοι τῷ δημοσίῳ ἀφώριζον. τούτου καὶ ἡ τοῦ καπνικοῦ ἐπίθεσις ἐννόημα κάκιστον, ἐπαχθέντος τοῖς τῶν ἐκκλησιῶν καὶ πιωχείων γηροκομείων τε καὶ μοναστηρίων παροίκοις καὶ παντὶ μήτε γῆν ἔχοντι μήτε τέλος, καὶ τὸ τοὺς ἐξ ἀπόρων ὅπως δήποτε εἰς εὐπορίαν μετενεχθέντας χρήματα ἀπαιτεῖσθαι, ὡς εὑρετὰς θησαυρῶν, καὶ τὸ τοὺς τῶν νηῶν κτήτορας ἀναγκάζεσθαι γῆν ὠνεῖσθαι ἀπὸ τοῦ δημοσίου, ἀνθρώπους οὐδ’ ὅ,τι ἐστὶ γεωργία γινώσκοντας, καὶ τοῦτο ἐπὶ τῶν ἐν τοῖς θέμασιν οἰκούντων ναυκλήρων ἐγίνετο. τοῖς δ’ ἐν Κωνσταντινουπόλει νηῶν κτήτορσι προσερρίπτει ἀνὰ δώδεκα λίτρας ἑκάστης χρυσίου, ἔνα τόκον καταβάλοι τῷ δημοσίῳ, τῶν ἄλλων βαρῶν τῶν τοῖς πλοίοις ἐπικειμένων ἐπέκεινα. καὶ οὓς δ’ ἂν ἔμαθε τῶν ἐμπόρων ἢ ἐργαστηρίων προϊσταμένων πολλῶν εὐπορεῖν, στέλλων ἀφῃρεῖτο τὰ χρήματα, πολλοστόν τι μέρος ἐκείνοις ἐῶν, οἷον καὶ ἐπί τινι πράτῃ κηρίων εἶργ’ ἄσατο. μαθὼν γὰρ τὸν ἄνδρα ἐκεῖνον κύριον εἶναι χρημάτων πολλῶν μεταπέμεται αὐτόν, καὶ “ἐπίθες σου” φησί “τὴν χεῖρα τῇ κεφαλῇ μου, καὶ ὄμοσον κατ’ αὐτῆς πόσον σοι χρυσίον ἐστί.” τοῦ δὲ βιασθέντος τοῦτο ποιῆσαι, καὶ ὀμόσαντος ἑκατὸν ἔχειν λίτρας, ἐνεχθῆναι ταύτας παρεκελεύσατο. ὡς οὖν ἐκομίσθησαν, “οὐ χρεία σοι τοσούτου” εἶπε “χρυσοῦ.” δέκα γοῦν λίτρας αὐτῷ ἐπιτρέψας λαβεῖν τὰς λοιπὰς αὐτὸς ᾠκειώσατο, ὁμοδίαιτον αὐτὸν τηνικαῦτα πεποιηκώς, ἐνενήκοντα χρυ- σίου λιτρῶν τὸ συναριστῆσαι τῷ βασιλεῖ οὐχ ἑκόντα πριάμενον.