Ancient Greek · ~2 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.16
Not analysed yet
Ὁ μὲν οὖν Νικηφόρος κάκιστος γεγονὼς ἀπώλετο αἴσχιστα. ὁ δέ γε Σταυράκιος πεπληγμένος φυγὼν εἰς Ἀδριανούπολιν διασώζεται, ἔνθα καὶ ἀνερρήθη αὐτοκράτωρ τόν ἐν ἀρχαῖς ἐνίων σπουδῇ, καὶ κακῶς ἐκ τοῦ τραύματος διακείμενος εἰς τὴν μεγαλόπολιν εἰσελήλυθεν. ἐπεβούλευε δὲ τῷ κουροπαλάτῃ Μιχαὴλ, ᾧ Ῥαγγαβὲ τὸ ἐπώνυμον, γαμβρῷ αὐτοῦ ὄντι ἐπὶ Προκοπία τῇ ἀδελφῇ, βουλόμενος τὴν βασιλείαν τῇ ἑαυτοῦ συμβίῳ καταλιπεῖν. γνόντες δὲ τὴν τοῦ Σταυρακίου μελέτην οἱ τῆς συγκλήτου βουλῆς, καὶ τοὺς περιλειφθέντας ἐκ τῶν ταγμάτων ἀθροίσαντες, κατ᾿ ὄρθρον ἤδη τῆς νυκτὸς οὔσης ἀναγορεύουσι τὸν Κουροπαλάτην Μιχαὴλ αὐτοκρά τορα· καὶ αὐτίκα τὴν κόμην κειράμενος ὁ Σταυράκιος περιβολὴν ἑαυτῷ μοναχικὴν περιέθετο.