Ancient Greek · ~15 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.17.1
Not analysed yet
Ὁ δὲ Μιχαὴλ μεθ᾿ ἡμέραν εἰς τὴν μεγάλην ἐκκλησίαν παραγενόμενος ὑπὸ τοῦ πατριάρχου Νιτεταινίωτο βασιλικῷ διαδήματι, ἀπαιτηθεὶς παρ᾿ αὐτοῦ πρότερον ἔγγραφον ἐπαγγελίαν τοῦ μή τι παρακινῆσαι τῶν τῆς ἐκκλησίας θεσμῶν μηδ᾿ ἐν αἵμασι χρανθῆναι χριστιανῶν. μετὰ δέ τινας ἡμέρας καὶ τὴν τοῦ βίου κοινωνὸν Προκοπίαν Αὐγούσταν ἀνηγόρευσέ τε καὶ ἔστεψεν, εὐσεβής τε τυγχάνων τὴν γνώμην τ’ ἑ ἐλευθέριος. τούς τε πρὸς τοῦ Νικηφόρου ἠδικημένους καὶ τὰς συζύγους τῶν ἐν τῷ πολέμῳ πεσόντων στρατιωτῶν παρεμυθήσατο χρημάτων διανομαῖς. καὶ τὴν γαμετὴν δὲ Σταυβακίου Θεοφανὼ καρεῖσαν τὴν κόμην καὶ μέλαιναν ἐνδυσαμένην στολὴν χρήμασι πολλοῖς ἐδωρήσατο, καὶ οἶκον εἰς κατοικίαν αὐτῇ προσαπένειμεν, ὃν εἰς μοναζουσὼν μετεποίησε καταγώγιον, ἔνθα καὶ ὁ Σταυράκιος τέθαπται) θανὼν ἐκ τῆς πληγῆς ἣν ὁ λόγος ἐδήλωσε, δύο μῆνας μόνους αὐταρχήσας ἐπὶ ἡμέραις ἴξ. ἥτις μονὴ ἐξ ἐκείνου ἐκλήθη τοῦ Σταυρακίου ὠνομασμένη, βαρβαριζομένου δὲ τοῦ ὀνόματος παρὰ τοῦ συρφετέδους ὄχλου λέγεται τὰ βράκα, παρά τινων δὲ τὴν ἀληθῆ κλῆσιν ἀγνοησάντων, μεταγόντων δὲ δῆδεν ταύτην πρὸς τὸ ἑλληνικώτερον, ὀνομάζεται τὰ Ἑβραικά. καθειργμένους δ’ εὑρὼν τοὺς τῆς μονῆς τοῦ Στουδίου ἡγεμονεύσαντας, τὸν Πλάτωνα λέγω καὶ τὸν Θεόδωρον, ἀλλὰ μὴν καὶ τὸν τούτου ὁμαίμονα μόνα Ἰωσὴφ τὸν τῆς Θεσσαλονίκης ἀρχιεπίσκοπον καὶ τῶν τῆς εἰρημένης μονῆς μοναχῶν τοὺς λογίμω τέρους, ὡς μὴ κοινωνοῦντας, καθώσπερ ἱστόρηται, τῷ πατριάρχῃ καὶ τῇ ἐκκλησίᾳ, ἔσπευσεν ἑνῶσαι αὐτοὺς καὶ μέντοι καὶ ἥνωσε. καὶ τὸν υἱὸν δὲ Θεοφύλακτον ὁ βασιλεὺς οὗτος τῆς βασιλικῆς ἠξίωσε κλήσεως καί οἱ διὰ τοῦ πατριάρχου διάδημα περιέθετο. εἶτα κατὰ Βουλγάρων ληιζομένων τὴν Θρᾳκᾡαν μοῖραν ἐκστρατεύσας στασιάσαντα κατ’ αὐτοῦ τῶν ταγμάτων τινά, ὡς καὶ ὕβρεις χωρῆσαι κατὰ τὸ προφανές, λόγοις μειλιχίοις καὶ δώροις φιλοτίμοις κατηύνασε καὶ εἰς τὰ βασίλεια ἐπανέζευξεν. ἀνακαινίσαι δὲ ζητούντων πολλῶν τὴν κατὰ τῶν σεπτῶν εἰκόνων μανίαν, τινὰς συλλαβὼν καὶ μετρίως πως αἰκισάμενος, δι’ αὐτῶν καὶ τοὺς λοιποὺς κατεπτόησε καὶ παύσασθαι παρεσκεύασε. μοναχὸν δέ τινα εὐλαβείας τάχα σκηνὴν ἐνδεικνύμενον εὑρηκώς, εἰκόνα τῆς θεομήτορος ἀποξέσαντα τῆς γλώσσης ἀφείλετο. τῶν Ἀγαρηνῶν δὲ τὴν ἑῴαν αὖθις ληιζομένων, ὁ τῶν Ἀνατολικῶν στρατηγὸς ὁ Ἀρμένιος Λέων τούτοις συμβαλὼν ἀνεῖλέ τε περὶ δισχιλίους καὶ ἵππους καὶ ὅπλα εἰς πλῆθος ἐξ αὐτῶν ἐλαφυραγώγησε. Κροῦ- μος δὲ ὁ τῶν Βουλγάρων ἄρχων διεπρεσβεύσατο πρὸς τὸν βασιλέα, εἰρήνην ζητῶν ἐπὶ συνθήκαις ταῖς ἐπὶ Θεοδοσίου τοῦ Ἀτραμυττηνοῦ καὶ Γερμανοῦ πατριάρχου. καὶ εἰ μὴ οὕτω τὴν εἰρήνην ὁ αὐτοκράτωρ αἱρήσεται, ἠπείλει κατὰ Μεσημβρίας χωρῆσαι, καὶ τοῦ τῶν χριστωνύμων ὀλέθρου αἴτιον εἶναι τὸν μὴ τὴν εἰρήνην αἱρούμενον. ἀλλὰ συμβουλῇ τῶν περὶ αὐτὸν τὰς σπονδὰς ἐπὶ ταῖς συνθήκαις ἐκείναις ὁ βασιλεὺς οὐ προσήκατο, καὶ ὁ Κροῦμος κατὰ Μεσημβρίας ἐχώρησεν, ἑλεπόλεις ἐπαγόμενος. Ἄραψ γάρ τις μηχανικὸς καὶ περὶ ταύτας δεξιὸς προσῆλθε τῷ Νικηφόρῳ ποτὲ καὶ τῷ θείῳ βαπτίσματι τελεσθείς, μὴ τυχὼν δὲ προνοίας ἀξιο- λόγου διὰ τὴν ἐκείνου γλισχρότητα, εἶτα καὶ ἐπεγκαλέσας ἐκείνῳ διὰ τὸ ἀπρονόητον, ἐτύφθη σφοδρότατα. ἐξ ἀπονοίας οὖν τοῖς Βουλγάροις προσκεχωρήκει, καὶ δι’ αὐτοῦ πᾶσαν οἱ βάρβαροι μηχανὴν ἐργάζεσθαι μεμαθήκασιν. οὕτως οὖν εὐπορήσαντες ἑλεπόλεων, οὐκ ἐχρόνισαν εἰς τὴν τοῦ κατὰ Μεσημβρίαν ἄστεος πόρθησιν. τοῦ δὲ βασιλέως τὸν πατριάρχην μετακαλεσαμένου καὶ τῶν ἀρχιερέων τινὰς καὶ προθεμένου βουλὴν περὶ τῶν μετὰ Βουλγάρων σπονδῶν καὶ εἰ χρὴ ἐκδοῦναι τῷ Κρούμῳ τοὺς ἐκεῖθεν Ῥωμαίοις προσπεφευγότας, καὶ τοῦτο γὰρ πρὸς τοῖς ἄλλοις ἐπὶ ταῖς σπονδαῖς ἐζήτει ὁ βάρβαρος, ὁ μὲν πατριάρχης καὶ οἱ ἀρχιερεῖς συνεβούλευον ἐκδοθῆναι τοὺς πρόσφυγας, κρεῖσσον κρίνοντες εἶναι παθεῖν μετρίους τινὰς ἢ πλήθη πάσχειν ἀνάριθμα. οἱ δὲ περὶ τὸν βασιλέα καὶ ὁ Στουδίτης Θεόδωρος τὰς σπονδὰς ἀπηγόρευον, λέγοντες μὴ δεῖν ἐκδιδόναι τοὺς πρόσφυγας. αἱ μὲν οὑν πρὸς τοὺς Βουλγάρους σπονδαὶ ἐντεῦθεν κεκώλυντο. ἦν γὰρ ὁ αὐτοκράτωρ οὗτος τὸν μὲν τρόπον χρηστὸς καὶ τὴν πίστιν ὀρθός, περὶ δὲ πραγμάτων οἰκονομίαν νωθὴς καὶ τοῖς ὑπερέχουσι τῶν ἀρχόντων ὅπῃ ἂν ἄγοιτο ῥᾳδίως ἑπόμενος.