Ancient Greek · ~18 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.24.1
Not analysed yet
Τῇ γοῦν ἀποστασίᾳ τῇ τοῦ Θωμᾶ καὶ τοῖς ἐμφυλίοις πολέμοις τῶν Ῥωμαϊκῶν ἀσχολουμένων δυνάμεων C ἄδειαν εὑρηκότες πᾶσαν οἶ πρὸς ἐσπέραν Ἀγαρηνοί, οἱ τὸν τῆς Ἰβηρίας οἰκοῦσι κόλπον καὶ λέγονται Ἱσπανοί, τῷ σφετέρῳ προσίασιν ἀρχηγῷ, ὂν αὐτοὶ καλοῦσιν Ἀμερμουμνὴν, καὶ ᾐτοῦντο ἀποικίαν στείλασθαι, διὰ πλῆθος στενοχωρούμενοι. κἀκεῖνος κατένευσε, καὶ τούτους παραλαβὼν σὺν τριήρεσιν ἀπέπλευσε, τὰς ὑπὸ Ῥωμαίους νήσους περιιών τε καὶ ληιζόμενος. ὡς δ’ ἧκε καὶ εἰς τὴν Κρήτην καὶ τὸ ταύτης ἔγνωκε πάμφορον, τοὺς μὲν πλείστους εἰς λείαν ἐκπέπομφεν, αὐτὸς δὲ μετ’ ὀλίγων εἰς φυλακὴν δῆθεν παραλειφθεὶς τῶν νηῶν πῦρ ἐν ἔβαλε κατ’ αὐτῶν καὶ πάσας ἐνέπρησε. τεθορυβημένων δὲ τῶν Ἀγαρηνῶν διὰ τοῦτο καὶ τὴν αἰτίαν ζητούντων, ὁ Ἀπόχαψ, οὕτω γὰρ ὁ σφῶν ὠνόμαστο ἀρχηγός, “ἀποικίαν ᾐτεῖσθε” φησίν· “ἰδοὺ τοίνυν χώρα ῥέουσα μέλι καὶ γάλα καὶ ταύτην κατασχόντες οἰκήσατε”. ἐκείνων δὲ εἰπόντων “καὶ τὰ φίλτατα ποῦ”; ὁ Ἀπόχαψ “ἐνταῦθα γυναῖκές εἰσιν” ἀνθυπήνεγκεν, “ἐξ ὧν γενήσονται καὶ παῖδες ὑμῖν οὐ μετὰ μακρόν.” τούτοις πεισθέντες οἱ ἐκ τῆς Ἄγαρτήν τε νῆσον ὑφ’ ἑαυτοὺς ἐποιήσαντο καὶ τοὺς αὐθιγενεῖς ἐδουλώσαντο. ὅτε καὶ Κύριλλος ὁ Γορτύνης ἐπίσκοπος ἀθλήσας ὑπὲρ Χριστοῦ μαρτυρίου κεκόμιστο στέφανον. θανούσης δὲ τῆς συζύγου τῷ βα- σιλεῖ ἐκεῖνος ὑπεκρίνετο μὲν εἰς τὸ προφανὲς δευτέροις ὁμιλῆσαι γάμοις μὴ βούλεσθαι, κρύβδην δὲ πρὸς τοὺς ἐξόχους τῆς γερουσίας διεπέμπετο ἀξιοῦσθαι παρ’ αὐ‘ῶν ἑτέραν τοῦ βίου κοινωνὸν εἰσοικίσασθαι. καὶ ἡ σκῆψις ὡς εὐπρεπής· δεινὸν γὰρ ἔφασαν εἶναι ἡμὰς μὲν βασιλεύεσθαι παρὰ σοῦ, τὰς δ’ ἡμῶν συνοίκους βασιλίδος στερίσκεσθαι. ὁ δὲ πρότερον μὲν ἀκκιζόμενος τὴν ἀξίωσιν οὐ προσίεται· λιπαρούντων δ’ ἐκείνων πίστεις ἐξ αὐτῶν ἀπῄτει, εἰ βούλοιντο ἀγαγέσθαι αὐτὸν βασιλίδα, ὡς καὶ μετὰ θάνατον αὐτοῦ βασίλισσαν ταύτην ἕξουσι καὶ τὰ ἐκ ταύτης αὐτῷ φυησόμενα ὡς βασιλέας τιμήσουσι. ταῦτα δὲ τῶν τῆς συγκλήτου ἐγγράφως αὐτῷ ἐπαγγειλαμένων, κἀκεῖνος αὐτοῖς προσεποιή- σατο πείθεσθαι καὶ εἰσοικίζεται γυναῖκά τινα, θυγατέρα λεγομένην γενέσθαι τοῦ βασιλεύσαντος Κωνσταντίνου, ὃν ἡ μήτηρ, ὡς ἤδη ἔμπροσθεν εἴρηται, ἐξετύφλωσεν. ἦν δ᾿ αὕτη κεκαρμένη πρὸ πλείονος καὶ ἐν τῇ νήσῳ τῇ Πρίγκιπος ταῖς ἀσκουμέναις ἐκεῖ μοναχαῖς ἐκ πρώτης τριχὸς συγκατείλεκτο, καὶ ἡ κλῆσις τῇ γυναικὶ Εὐφροσύνη. τοῦ πατριάρχου δὲ Θεοδότου θανόντος, ὃς ἔξ ἔτη ἀσεβῶς τῆς ἐκκλησίας ἐκράτησεν, Ἀντώνιος προεχειρίσθη, ᾧ Κασσιματᾶς τὸ ἐπώνυμον, καὶ οὗτος δὲ τὴν περὶ τὴν πίστιν δόξαν διέστραπτο. ὁ μέντοι βασιλεὺς στόλον ἐκπέμπει κατὰ τῶν τὴν Κρήτην κατασχόντων Ἀγαρηνῶν. ἥττητο δέ, καὶ οἱ περιλειφθέντες ἐπαν ῆλθον τῆς ἥττης αὐτάγγελοι. εἶτ᾿ αὖθις ἕτερον πολὺ ναυτικὸν ἑτοιμασάμενος ἔστειλε, τούτῳ στρατηγὸν ἐπιστήσας τὸν Κρατερόν, ὃς συμβαλὼν τοῖς ἐν Κρήτη Ἀγαρηνοῖς πρότερον μὲν εὐτύχησε, πολλοὺς ἐκείνων καὶ ζωγρήσας καὶ ἀνελών. εἶτα τῇ νίκῃ τεθαρρηκὼς κἀκεῖνος καὶ ὁ ὑπ᾿ ἐκεῖνον λαός, ὡς ἤδη τῶν ἐναντίων ἐκνενευρισμένων καὶ μὴ ἄν ποτε προσβαλεῖν αὐτοῖς τολμησόντων, ἀνέσει ἑαυτοὺς καὶ πότοις ἐξέδωκαν ἀφυλάκτως καὶ ὕπνωττον κατὰ τὴν νύκτα ἐκείνην σὺν ῥᾳστώνῃ πολλῇ. ἅπερ κατανοήσαντες. οἱ πολέμιοι νυκτὸς αὐτοῖς ἐπῆλθον μετὰ μεγίστου ἀλαλαγμοῦ καὶ πάντας διέφθειραν, ὡς μικροῦ μηδ᾿ ἄγγελον περιλειφθῆναι τῆς συμφορᾶς. καὶ αὐτὸς γὰρ ὁ τοῦ στόλου ἐξάρχων ὁ Κρατερὸς ἐν πλοίῳ ἐμπορικῷ φυγὰς ἀπιὼν κατελήφθη καὶ ἀνεσκολοπίσθη. ἕτερος δέ τις αὖθις Ὠορύφας καλούμενος ναυτικὸν πιστευθεὶς ἕτερον ἐπῄει τὰς νήσους, καὶ ταῖς πειρατικαῖς ναυσὶ τῶν Ἀγαρηνῶν συνεπλέκετο, καὶ τὴν τούτων ῥύμην τὴν πρὸς προνομὴν ἀνέκοπτε, καὶ τοὺς ἐν τῇ Κρήτῃ τοῦ προτέρου θράσους ἀνέστειλε. καὶ κατὰ Σικελίαη δὲ στάσις ἑτέρα κεκίνητο. ἀνὴρ γάρ τις Εὐφήμιος καοῦ κατάρχων τινὸς ἔρωτι περι- μανεῖ μοναζούσης ἐλήφθη τινός, καὶ ταύτην ἅρπαγ- μὰ τίθεται. ἐξήτει εἰ τοίνυν τοῦτον ὁ στρατηγός, διὰ τὸ ἁμάρτημα κολασθησόμενον. ὁ δὲ διὰ τοῦτο τῶ τῆς Ἀφρικῆς ἀμηρᾷ φυγὼν προσελήλυθε, καί οἱ προδοῦναι τὴν Σικελίαν ὑπισχνεῖτο καὶ φόρους αὐ- τῷ παρέχειν πολλούς, εἰ βασιλεὺς ἀναρρηθείη ‘ρω- μαίων. καὶ ὁ μὲν τὴν ἔφεσιν ἐκείνου πληροῖ καὶ δύναμιν αὐτῷ δίδωσι βαρεῖαν. ὁ δ’ Εὐφήμιος αὐτῶ τὴν Σικελίαν προδίδωσι. καὶ ἡ μὲν ὑπὸ τοὺς Ἀγαρηνοὺς τὸν τρόπον τοῦτον ἐγένετο. ὁ δ’ Εὐφήμιος οὐ μετὰ μακρὸν δίκην ἐκτίνει τῆς οἰκείας παρανομίας καὶ ἀπονοίας, καὶ στερίσκεται τῆς ζωῆς, ἀναιρεθεὶς βιαιότατα. ὁ βασιλεὺς δὲ Μιχαὴλ ἐπὶ ἔτη ὀκτὼ καὶ μῆνας ἐννέα ἀπολαύσας τῆς βασιλείας, νεφρίτιδι νόσῳ καὶ ἐπισχέσει τῶν οὔρων ἢ δυσεντερίᾳ, λέγεται γὰρ καὶ ἄμφω, κατέστρεψε τὴν ζωήν, τῷ υἱῷ Θεοφίλῳ τὴν βασιλείαν καταλιπών. ἐπ’ ἐκείνου δὲ καὶ ἡ Δαλματία τῆς τῶν Ῥωμαίων ἀρχῆς ἀφηνίασε. λέγεται δὲ καὶ ἀρχαῖον εἶναι χρησμὸν οὑτωσί πως περιέχοντα· ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονί, ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων δύσγλωττος οὗτος καὶ φιλόχρυσος λίαν. καὶ ἦν ὡς ἀληθῶς ἐκεῖνος λίαν φιλοχρυσότατος.