Ancient Greek · ~21 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.25.1
Not analysed yet
Αὐταρχήσας δὲ ὁ Θεόφιλος πρῶτον ἔργον τὴν κόλασιν τῶν τῷ πατρὶ αὐτοῦ συναραμένων εἰς τὸ τῆς βασιλείας τυχεῖν καὶ ἀνελόντων τὸν Λέοντα. καὶ ἴνα μή τις αὐτῶν διαλάθοι, ἀθροίσας τὴν γερουσίαν ἅπασαν περὶ τὰ βασίλεια, ἐντολὴν ἔφη πληροῦν πατρικήν. ἐκεῖνον γὰρ βούλεσθαι μὲν ἀξίως ἀμείψασθαι τοὺς συνεργοὺς καὶ συμπράκτορας τῆς βασιλείας αὐτῷ, μὴ μέντοι καιρὸν ἐσχηκέναι ἐπιτελὲς ποιῆσαι τὸ βούλευμα, πρότερον μὲν πολέμοις ἀπασχολουμένῳ, εἶτα νοσήσαντι καὶ τὸν βίον ἐκλελοιπότι. ἐντείλασθαι δέ οἱ τὴν ὀφειλὴν αὐτοῖς ἀποδοῦναι φιλότιμον. καὶ προετρέπετο τοῖς τῷ πατρὶ ἐπὶ τῇ καθαιρέσει τοῦ Λέοντος συμπονήσασι τῶν ἄλλων διακριθῆναι. οἱ δὲ μὴ συνέντες τὸ σκαιωρούμενον ἰδίᾳ στάντες “ἡμεῖς “ἡμεῖς εἶπον “οἱ τῷ πατρὶ τῷ σῷ συμμαχήσαντες”. καὶ ὃς αὐτίκα τὸ τῆς ὑποκρίσεως περιελὼν προσωπεῖον καὶ “ἱνατί τῷ χριστῷ κυρίου φονίους ἐπηνέγκατε χεῖρας” ἔφη “καὶ οὐ μόνον ἀνθρωποκτόνοι γεγόνατε, ἀλλὰ καὶ βασιλέως αὐτόχειρες”; αὐτίκα τοίνυν ἐπιστραφεὶς πρὸς τὸν ἔπαρχον “τούrους” εἶπε “παραλαβὼν ἀπόδος αὐτοῖς ἀξίας ἀμοιβὰς τοῦ τολμήματος”. καὶ οἱ μὲν παρὰ τοῦ ἐπάρχου κολασθέντες ἀνδροφόνων ἔδοσαν δίκας. ὁ Θεόφιλος δὲ καὶ τὴν μητρυιὰν ἀπελάσας τῶν βασιλείων εἰς τὴν προτέραν αὐτῆς μονὴν ἐν τῇ τοῦ Πρίγκιπος νήσῳ ἀπήγαγε, μηδὲν ἀποναμένην τῶν ὅρκων, οὓς ὁ Μιχαὴλ περὶ αὐτῆς ἐκ τῆς συγκλήτου ἀπῄτησε. γυναῖκα δ’ ἑαυτῷ εἰσοικίσασθαι βουληθεὶς ὁ Θεόφιλος, πολλὰς πολλαχόθεν ὡραίας κόρας συνήγαγεν, ἐν αἷς ἦν καὶ ἡ Εἰκασία, παρθένος καὶ τὸ εἶδος καλὴ καὶ τῶν λοιπῶν ὑπερφέρουσα καὶ λόγοις ὡμιληκῦα καὶ τὸ γένος ἐπίσημος. περιῄει γοῦν ταύτας θεώμενος καὶ μῆλον κατέχων χρυσοῦν, ἴν αὐτὸ ἐπιδῶ τῇ δοξάσῃ αὐτῷ ἀρεστῇ· ἐπεὶ δ’ A ἦλθε κατὰ τὴν Εἰκασίαν περιιών, θαυμάσας ἐκείνην τῆς ὡραιότητος ἔφη “ἐκ γυναικὸς ἐρρύη τὰ φαῦλα”. ἡ δ’ ἠρέμα καὶ μετὰ σεμνοῦ ἐρυθήματος εὐστόχως πως ἀπεκρίνατο “ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττω”. ὁ δὲ καταβροντηθεὶς ὥσπερ τῷ τῆς παρθένου λόγῳ τὴν μὲν παρῆλθε, τὸ μῆλον δὲ τὸ χρυσοῦν τῇ ἐκ Παφλαγονίας Θεοδώρᾳ παρἐσχετο. ἡ δ᾿ Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν ἐδείματο, ἣ τὴν ἐκείνης ἔσχε κλῆσιν ἐπίκλησιν, καὶ ἐν αὐτῇ μονάσασα ἑαυτῇ ἔζη καὶ τῷ θεῷ, τῆς λογικῆς παιδείας μὴ ἀλογήσασα. ὅθεν καὶ συγγράμματα ἐκείνης εὑρίσκονται εὐπαιδευσίας χαρίτων οὐκ ἄμοιρα. καὶ ἡ μὲν οὕτω διέθετο τὰ καθ᾿ ἑαυτήν, καὶ ἀτευκτήσασα βασιλέως φθαρτοῦ τῷ παμβασιλεῖ ἑαυτὴν ἐμνηστεύσατο καὶ ἀντὶ γεηρᾶς βασιλείας τὴν ἐπουράνιον ἐκληρώσατο. ὁ βασιλεὺς δὲ Θεόφιλος τὴν Θεοδώραν ἑαυτῷ συνοικίζει, καὶ ὁμοῦ ταύτην καὶ τῷ γαμηλίῳ στεφάνῳ καὶ τῷ βασιλικῷ ταινιοῖ διαδήματι καὶ τοὺς γάμους τελεῖ. δικαιοσύνην δὲ μετιὼν τοῖς ἀδικοῦσιν ἦν ἐπαχθὴς καὶ κολαστὴς αὐτῶν ἀπαραίτητος. ἑκάστης οὖν ἑβδομάδος ἀπῄει διὰ τῆς ἀγορὰς ἔφιππος μετὰ δορυφορίας βασιλικῆς εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναόν. εἰ γὰρ καὶ ταῖς θείαις εἰκόσιν τιμὴν οὐκ ἔνεμεν, ἀλλά γε τῷ σωτῆρι Χριστῷ καὶ τῇ θεομήτορι πίστιν ἐτήρει, ὡς ἔλεγεν. ἀπιὼν οὖν καὶ οὕτω δημοσιεύων παρεῖχεν ἑαυτὸν τοῖς προσιοῦσιν εὐπρόσιτον, καὶ περὶ τῶν ὠνίων ἐφρόντιζε καὶ ὅπως ἕκαστον τούτων πιπράσκεται ἐπολυπραγμόνει καὶ ἐπυνθάνετο. καὶ εἰ πολλοῦ τινα πιπρασκόμενα εὕρισκε, τὸν ἔπαρχον περὶ τούτου ἀνέκρινε, καὶ ἢ καταγινώσκων αὐτοῦ ἔπαυε τῆς ἀρχῆς ἢ ἐπιπλήττων διώρθου. οὕτω γοῦν ποτε διιόντι αὐτῷ προσῆλθε γυνὴ ἀδικεῖσθαι λέγουσα παρὰ τοῦ δρουγγαρίου τῆς βἱγλας, οὗτος δ᾿ ἦν σύγγονος τῆς Αὐγούστης, καλούμενος Πετρωνᾶς, οἰκεῖν γὰρ αὐτῷ ἐν γειτόνων, τὸν δὲ τὰς ἑαυτοῦ διαίτας ὑψοῦντα τῇ αὐτῆς οἰκίᾳ ἐπισκοτεῖν. ἡ μὲν οὖν ταῦτα ἐπενεκάλει τῷ Πετρωνᾷ. ὁ δὲ πρὸς τοῦ βασιλέως μεIα- κληθεὶς καὶ τί ἂν λέγοι τὸ γύναιον ἐρωτώμενος, ματαιάζειν ἔφη αὐτό. καὶ ὁ βασιλεύς “μηκέτι μου δεηθείη περὶ τούτου” φησί “καὶ οὐκ ἔσται σοι πρὸς καλοῦ.” καὶ τῇ γυναικὶ ἐνετείλατο πρὸς τὸν Πετρωνᾶν ἀφικέσθαι, καὶ εἰ μὴ τὴν βλάβην θεραπευθείη, αὖθις αὐτῷ προσελθεῖν. προσῄει τῷ Πετρωνᾷ ἡ γυνή· ὁ δὲ οὐδὲν αὐτῇ τοῦ κακοῦ θεράπευμα ἔθετο. ἡ δ᾿ ἀπογνοῦσα δι᾿ ὄχλου γέγονε καὶ αὖθις τῷ βασιλεῖ· καὶ ὃς αὐτίκα τῶν τῆς συγκλήτου τισὶν ἀπελθεῖν ἐπέταξε καὶ κατασκοπῆσαι εἰ βλάπτοιτο ἡ γυνή. οἱ δὲ ἀπῆλθον εὐθὺς καὶ τὴν βλάβην ἔγνων, καὶ ταύτην ἀπήγγειλαν. καὶ ὁ βασιλεὺς ἔτι ἐπ᾿ ἀγορᾶς προϊών, αὐτοῦ που στάς, γυμνωθῆναι τὸν Πετρωνᾶν καὶ τυφθῆναι καὶ στέρνα καὶ νῶτα προσέταξε, τὰ δ᾿ ὑπ᾿ αὐτοῦ δομηθέντα πρὸς βλάβην τῆς γυναικὸς καθαιρεθῆναι καὶ ταύτῃ προσκληρωθῆναι καὶ τὰς ὕλας καὶ τὸν τόπον αὐτόν. τοῦτο μὲν οὑν τοῦ περὶ τὸ δίκαιον ζήλου τοῦ Θεοφίλου εἴρηται γνώρισμα. εἰρήσθω δέ τι καὶ ἕτερον τῆς τε δικαιοπραγίας ἐκείνου καὶ τῆς περὶ τὸ ὑπήκοον προνοίας σημαντικόν. προσώρμιδἐ ποτε τῷ περὶ τὰ ἀνάκτορα λιμένι φορτὶς βμάρει τῶν ἀγωγίμων πεφορτισμένη καὶ τουτῳ μέχρις ἐσχάτου ζωστῆρος καταβεβαπτισμένη· ἴτυχε δὲ προκύψας ὁ βασιλεὺς ἄνωθεν, καὶ θαυμάσας τὴν ναῦν, διά τινος τῶν αὐτῷ ἑπομένων τίνοις ἄν εἴη ἐπύθετο. ὡς δὲ τῆς Αὐγούστης εἶναι μεμάθηκε καὶ ὧς ἄρτι ἀνήχθη ἐξ ἐμπορίας, ἣν ἐν τοῖς τῆς Συρίας οἱ πρὸς τῆς βασιλίσσης σταλέντες ἐποιήσαντό μερεσιν, μέρεσιν, εἴ τι μὲν τοῖς τοῦ πληρώματος τῆς νηὸς πρόσε ἐξενεγκεῖν αὐτοῖς αὐτίκα ἐκέλευσε, τῶν δὲ τῆς Αὐγούστης ἅψασθαι μηδενός. ὡς δὲ τοῦτο γέγονε καὶ τοὺς ἄνδρας ἐκεῖθεν ἀπήλασεν, ὑγρὸν κατ᾿ αυ- τῆς ἐπήνεγκε πῦρ καὶ αὐτόφορτον κατενέπρησεν, καὶ τῇ βασιλίσσῃ ἐλοιδορήσατο, “βασιλέα με” λέγων “ἀναδείξαντος τοῦ θεοῦ σὺ βιάζῃ ποιῆσαί με ναύκληρον. ἴσθι δὲ ὅτι τοῖς ἰδιώταις τὸ ἐμπορεύεσθαι προσκεκλήρωται, ἔν᾿ ἐκεῖθεν τὰς πρὸς τὸ ζῆν πορίζοιντο ἀφορμάς. εἰ δ᾿ ἡμεῖς μετὰ τῆς βασιλικῆς εὐετηρίας καὶ τὰ ἐξ ἐμπορίας ἑαυτοῖς περιποιεῖσθαι πειρώμεθα, πόθεν ἂν οἱ τῆς τύχης τῆς ἰδιώτιδος τὰ ζωαρκῆ συμπορίσαιντο.”