Ancient Greek · ~22 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.7.1
Not analysed yet
Γέγονε δὲ χειμὼν ἐν ταῖς ἡμέραις τῆς αὐταρχίας αὐτοῦ μέγας, ὥστε μὴ μόνον τοὺς ποταμοὺς ἐκ τοῦ ψύχους κρυσταλλωθῆναι διόλου, ἀλλὰ καὶ αὐτὴν τὴν θάλασσαν τὴν ἀρκτῴαν ἐπὶ στάδια πάνυ πολλὰ καὶ τὸν τοῦ Στενοῦ πορθμὸν καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν. εἶτ᾿ αὖθις τῷ κρυστάλλῳ χιόνος ἐπιπεσούσης, κἀκείνης ἐκ τοῦ κρύους συμπιληθείσης καὶ κρυσταλλωθείσης, πεζοποροῦντες οἱ ἄνθρωποι διῄεσαν τὸν πορθμὸν τοῦ Στενοῦ καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν, ἀχθοφοροῦντά τε ὑποζύγια καὶ βόες ἁμάξας ἕλκοντες σὺν φόρτῳ πολλῷ. τοῦτο δὲ καὶ ἐν ταῖς ἄλλαις θαλάσσαις τότε γενέσθαι λέγεται. εἶτα τοῦ ἀέρος θαλφθέντος διῄρητο τῶν κρυστάλλων τὸ συνεχὲς καὶ εἰς τμήματα διακέκοπτο. πνεῦμα δὲ πνεῦσαν ἀθρόον σφοδρόν τε καὶ βίαιον ἤλαυνε διὰ τῆς θαλάσσης τὰ τμήματα οὐδὲν ἀπεοικότα βουνῶν μεγάλων ἢ νήσων πολυπλέθρων τινῶν· οἷς καὶ ζῷα ἄγριά τε καὶ χειροήθη συνεπεπήγεσαν πεδηθέντα τῷ κρυστάλλῳ καὶ ἀποψύξαντα. τούτων τῶν κρυστάλλων τινὰ τοῖς παράλοις τείχεσι τῆς πόλεως τῇ βίᾳ τῶν ἀνέμων καθ᾿ ὑδάτων μετὰ ῥύμης σφοδρᾶς κυλινδούμενα ὡς προσήραττον, κατέβαλον εὐθὺς τὰ προσαραττόμενα, καὶ οὐ τὰ τείχη μόνον ἠρίπωντο, ἀλλὰ καὶ οἰκίαι τού- τοῖς πλεῖσται συγκατεσείοντο. καὶ αὐχμὸς δ’ ἐπὶ τούτου πολὺς συνέβη, ὡς καὶ τοὺς ἀενάους ποταμοὺς ξηρανθῆναι καὶ τὰς πηγὰς τελείως ἐπιλιπεῖν. οὐ δ’ ὲν δ’ ἐκ τούτων ἐβελτιώθη ἡ ἀσύνετος ἐκείνου ψυχή, ἀλλὰ τὸν πατριάρχην αὐτοῦ προσκαλεσάμενος ἔφη ἐν ἀπορρήτοις αὐτῷ “εἰπέ μοι, εἰ χριστοτόκον τὴν Μαρέαν καλοῦμεν, τίς ἐκ τούτου ἔσται βλάβη;” ὁ δὲ αὐτίκα εἰς ἱκετείαν ἐτράπετο λέγων “μὴ τοῦτο ἄλλοτε ἢ πρὸς ἄλλον ἐκφήνῃς, ὦ βασιλεῦ· τοῦ Νεστορίου γάρ ἐστι τὸ ἐννόημα. ἤ οὐκ οἶας ὅπως ἐκεῖνος παρὰ πάσης στηλιτεύεται ἐκκλησίας πιστῶν καὶ ἀναθέματι κατακέκριται;” ὁ δὲ ἀνταπεκρίθη αὐτῷ ὅτι “οὐχ ὡς οὕτω φρονῶν εἶπον τοῦτο, ἀλλὰ μαθεῖν ἐθέλων ἠρώτησα”. ἐς τοσοῦτον δ’ ἐξηνέχθη θεομαχίας ὡς καὶ τὰ τῶν ἁγίων λείψανα παραδιδόναι πυρὶ καὶ τὸ ἄγιος κελεῦσαι μήτε ἐπὶ τῆς θεοτόκου λέγεσθαι μήτε μὴν ἐπί τινος τῶν εὐαρεστησάντων θεῷ, ἀλλ’ ὁ ἀπόστολος Πέτρος καὶ Παῦλος λέ- γειν καὶ ὁ μάρτυς Γεώργιος ἢ Θεόδωρος, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. τῆς δὲ τῶν ἀνιέρων ἀρχιερέων συναγωγῆς, περὶ ἧς ἤδη μοι εἴρηται, γραφῇ τὰ παρ’ αὐτῶν ἀσεβῶς δογματισθέντα παραδιδόντων, τόμον συνοδικὸν αὐτὰ καλέσας ὁ ἀσεβέστατος ἀπῄτει ἀρχιερεῖς τε πάντας καὶ τῶν μοναζόντων τοὺς διαβοήτους ἐπ’ ἀρετῇ ταῦτα ὑποσημήνασθαι. εἰ γὰρ καὶ διωγμὸν κατὰ τῶν μοναχῶν βαρύτατον ἔθετο, ὡς μή τινα σχεδὸν ἐν τῇ πόλει περιλειφθῆναι ἢ τέως δημοσιεύειν μονάζοντα, ἀλλ’ ἔτι ἦσαν πολλοὶ κρυπτόμενοι καὶ ἕτεροι τῆς πόλεως ἐκτὸς πεποιημένοι τὴν ἴν. ὅσοι μὲν οὖ ’ν φόβῳ, τῆς ἐκείνου θη- ριωδίας ὑπέκυπτον καὶ τὴν ἄθεον ἐκείνην ἐβεβαίουν γραφήν, ζῆν εἰῶντο καὶ ἀπαθεῖς ἀφεῖντο, ὅσοι δὲ μὴ ἐπείθοντο, πικραῖς κολάσεσι καὶ βιαίοις θανάτοις τοῦ ζῆν ἐστερίσκοντο. ὅτε καὶ ὁ μέγας ἐν ἀσκηταῖς καὶ ἐν ἀθληταῖς περιβόητος Στέφανος, μὴ πεισθεὶς ὃν ἐκεῖνος ἐκάλει τόμον δέξασθαί τε καὶ βεβαιῶσαι, πολλὰ παθὼν τέλος ἀνῄρητο ἀπηνῶς, καὶ συρόμενος ἐκ τῆς τοῦ πραιτωρίου εἱρκτῆς ἄχρι τῶν Πελαγίου ἐκεῖ μετὰ τῶν κατακρίτων ἐρρίφη, ὅπου τέμενος ἦν τοῦ μάρτυρος Πελαγίου, ὃ καθελὼν ὁ μισόθεος καὶ βόθρον ὀρύξας βαθύτατον ἐκεῖ τοὺς καταδίκους ῥιπτεῖσθαι πρόσ’ ἔταξε. πολλοὺς δὲ καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς συγκλήτου βουλῆς διὰ τὴν τιμὴν τῶν ἁγίων εἰκόνων ἐτιμωρήσατο, καὶ ὅρκον ἐκ πάντων ἀπῄτησε μή τινα σέβας νέμειν ταῖς θείαις εἰκόσιν, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ Κωνσταντίνου, ὃν αὐτὸς τῆς ἐκκλησίας προέστησε, τὸν ὅρκον τοῦτον ἀπῄτησε, καὶ ὃς ἐν τῷ ἄμβωνι ἀναβὰς ὤμοσε. κατὰ Βουλγάρων δὲ μετὰ στόλου πολλοῦ ἐξελθὼν εἰς Ἀγχίαλον τὰς νῆας προσώρμισε, καὶ πνεύσαντος ἀνέμου σφοδροῦ συνετρίβησαν σχεδὸν ἅπασαι, καὶ πλήθη πολλὰ τοῦ τε ναυτικοῦ καὶ τοῦ στρατιωτικοῦ ἀπώλοντο ἐν τοῖς ὕδασιν· ὅθεν ἄπρακτος ἐπανῆλθεν. ἐκμαινόμενος μέντοι κατὰ τῶν μοναχῶν, ἱππηλασίας ἀγομένης ἐν τῷ θεάτρῳ, πολλοὺς αὐτῶν κατασχὼν ἐθριάμβευσε διὰ τοῦ θεάτρου περιαγαγών, ἄσεμνα ἐν ταῖς χερσὶν κατέχοντας γύναια. καί τινας τῶν ἐπισήμων ἀρχόντων τοὺς μὲν φθόνῳ δι’ ὡραιότητα καὶ ῥωμα- λεότητα, τοὺς δὲ ὅτι τὰς ἀρρητοποιίας αὐτοῦ μοναχοῖς ἐξηγόρευον, συκοφαντήσας ὡς κατ’ αὐτοῦ βουλευομένους, δύο μὲν τῶν ἐπισημοτέρων τὰς κεφαλὰς ἐξέτεμε, τοῖς δὲ λοιποῖς ἐκκόψας τὰ ὄμματα περιγραπτοῖς αὐτοὺς ὁρίοις συνέκλεισεν, ἔνθα κατ’ ἐνιαυτὸν τὸν πέμπων ἑκατὸν βουνεύροις ᾔκιζεν ἕκαστον. ἀλλὰ καὶ τὸν παρ᾿ αὐτοῦ προβληθέντα πατριάρχην τὸν Κωνσταντῖνον ἑνὶ τῶν ἀρχόντων τούτων συνομιλεῖν εἰπὼν καὶ λέγειν κατ᾿ αὐτοῦ καὶ κατηγόρους τινὰς εἰς ἔλεγχον αὐτοῦ παρεσκεύασε· καὶ ἀρνουμένου ἐκείνου ὀμόσαι τοὺς κατηγόρους πεποίηκε. τούτων δὲ γεγονότων ὑπερόριος ὁ πατριάρχης ἐγ ἔνετο. ἵτερον δὲ προεβάλετο πατριάρχην ὁ τύραννος ἐκτομίαν τινὰ Νικητᾶν, οὐδ᾿ ἐξ ἐλευθέρων, ἀλλ᾿ ἐκ δούλων ἕλκοντα τὴν τοῦ γένους σειρὰν οὐδ᾿ ἀναγνῶναι δυνάμενον· ἦν γὰρ περὶ τὴν γυναικωνῖτιν ἐσχολακώς. εἶτα ἐκ τῆς ὑπερορίας ἀχθέντα τὸν Κωνσταντῖνον καὶ ἀπηνέστατα αἰκισθέντα, ὡς μηδὲ βαδίζειν δύνασθαι, εἰς τὴν μεγάλην ἐκκλησίαν ὡς ἄχθος τι βασταζόμενον ὁ τύραννος μετακομισθῆναι κεκέλευκε. καί τινος τὰ κατ᾿ αὐτοῦ ἀναγινώσκοντος αἰτιάματα, παρουσίᾳ πλήθους πολλοῦ ἐπὶ τούτῳ συναθροισθέντος, καὶ τοῦ νέου πατριάρχου Νικητὰ ἐν τῷ συνθρόνῳ καθημένου καὶ ἀκροωμένου αὐτῶν, ἐκεῖνος κατὰ κόρρης ἐπαίετο καὶ οὕτως ἐπὶ πολὺ ἐμπαροινηθεὶς τέλος ἀναθεματίζεται καὶ ψιλωθεὶς τὴν κεφαλὴν καὶ τὸν πώγωνα, ἀλλὰ μέντοι καὶ τὰς ὀφρύας, καὶ ὄνῳ ἐποχηθείς, ἱπποδρομίας τελουμένης εἰσάγεται εἰς τὸ θέατρον, ἀτίμως θριαμβευόμενος καὶ ἐμπτυόμενος καὶ κόνει παττόμενος. ἐπὶ τούτοις τινὰς τῶν ἀρχόντων στείλας ὁ τύραννος ἠρώτησεν αὐτὸν τί δοκεῖ αὐτῷ περὶ τῆς αὐτοῦ πίστεως καὶ περὶ τῆς συνόδου. ὁ δὲ ἐκμειλισσόμενος τὴν ἐκείνου ὠμότητα ἀπεκρίθη καὶ καλῶς πιστεύειν αὐτὸν καὶ ἀκριβῶς δογματίσαι τὴν σύνοδον· καὶ ταῦτα εἰπὼν ὁ τρισάθλιος εἰς τὸ Κυνήγιον ἀπαχθεὶς ἀπετμήθη τὴν κεφαλήν.