Ancient Greek · ~17 min
Book 15
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 15.8.1
Not analysed yet
Καθ᾿ ἑκάστην δὲ τῇ κατὰ τῶν ἐκκλησιῶν καὶ τῶν μοναστηρίων μανίᾳ προσετίθει ὁ βέβηλος. ἀκό- λαστος δὲ ὢν καὶ τρεῖς γυναῖκας ἠγάγετο, καὶ ἐκ μὲν τῆς πρώτης ἔσχε παῖδα τὸν Λέοντα, ὃν καὶ τοῦ τῆς βασιλείας ὀνόματος κατηξίωσεν, ἐκ δὲ τῶν ἄλλων Χριστοφόρον, Νικηφόρον τε καὶ Νικητᾶν. καὶ τοὺς μὲν δύο Καίσαρας ἔστεψε, τὸν δὲ Νικητᾶν ἐτίμησε νωβελίσσιμον. καὶ τῷ πρώτῳ υἱῷ αὐτοῦ καὶ βασιλεῖ ἠγάγετο γυναῖκα ἐξ Ἀθηνῶν, καὶ ἐμνηστεύσατο ταύτην αὐτῷ, στέψας αὐτὴν Αὐγούσταν καὶ καλέσας Εἰρήνην, ἐξ ἧς ἐτέχθη τῷ Λέοντι παῖς Κωνσταντῖ- νος ὀνομασθείς. αὖθις δὲ ὁ Κοπρώνυμος μετὰ σφόδρα πολλῶν τριήρων καὶ δρομώνων κατὰ Βουλγάρων ἐξώρμησε, βουλόμενος διὰ τοῦ Ἴστρου εἰς Βουλγα- ρίαν ἐμβαλεῖν. εἶτα δεδειλιακὼς ἀναζεῦξαι διεμελέτα. οἶ Βούλγαροι δὲ δείσαντες πέμψαντες πρὸς αὐ- τὸν σπονδὰς θέσθαι πρὸς εἰρήνην ἐζήτησαν, καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις τοῦ μήτε Βουλγάρους τὰ Ῥωμαίων ληίζεσθαι μήτε μὴν Ῥωμαίους ἐπιέναι κατὰ Βουλγάρων. καὶ ἐπὶ τούτοις ἐπανελήλυθε. τινὲς δὲ τῶν Βουλγάρων δώροις ὑποσυρέντες παρὰ τούτου τοῦ αὐτοκράτορος ἐν ἀπορρήτοις ἐδήλουν αὐτῷ τὰ τῷ ἄρχοντι σφῶν βουλευόμενα· οἳ μεμηνύκασι τῷ Κωνσταντίνῳ ὅτι βούλεται ὁ σφέτερος ἀρχηγὸς λαὸν ἐκπέμψαι κατά τινος τῶν Ῥωμαίων χωρῶν, ἵν ἐκεῖθεν λείαν κομίσαιτο. καὶ ὃς κατασκόπους στείλας, ὅτε ὅρμησαν ἐκ Βουλγαρίας οἶ ληισόμενοι, ἕτοιμος ὢν αἰφνίδιον ἐπεκδραμὼν κατ’ αὐτῶν τοὺς μὲν διέφθειρε, τοὺς δὲ καὶ ἐζώγρησε, καὶ μετ’ αἰχμαλωσίας πολλῆς ἐπανέστρεψε, καὶ πάλιν ἔνοπλος ἐθριάμβευσεν. εἶτα πολλὰς τριήρεις ἑτοιμασάμενος κατὰ Βουλ- γάρων ἐκπέπομφε, καὶ κατὰ Μεσημβρίαν γενομέναις αὐταῖς κλύδων ἐκ πνευμάτων βιαίων ἐμπεσὼν σχεδὸν ἁπάσας κατέδυσεν. ὁ τῶν Βουλγάρων δὲ ἀρχη- γὸς Τελέριχος ὑποπτεύσας ὑπὸ τῶν οἰκείων μεμηνῦ- σθαι τῷ βασιλεῖ τὰ αὐτῷ βουλευόμενα, μὴ εἰδὼς δὲ τίνες Dὗτοι, κατασοφίζεται τὴν τοῦ ἀγνοούμενον. κουφότητα, καὶ ἐξ αὐτοῦ μανθάνει τὸ ἀγνοούμενον. γράφει γὰρ δι’ ἀπορρήτων βούλεσθαι προσελθεῖν αὐτῷ, καὶ ἠξίου δηλῶσαί οἱ εἴ τινας ἔχει φίλους ἐκ τῶν παρὰ Βουλγάροις ἐξόχων ,ἴν’ ἐκείνοις θαρρή- σειε τὸ ἀπόρρητον καὶ σὺν ἐκείνοις ἀφίκοιτο πρὸς αὐτόν. ὁ δὲ παχύς, ὡς ἔοικεν, ὢν οὐ συνῆκε τὸ σκέμμα τὸ βάρβαρον, ἀλλ’ ἀνοήτως τοὺς αὐτῷ προσ- κειμένους εὐθὺς ἐξεκάλυψε. καὶ ὁ βάρβαρος συλ- λαβὼν αὐτοὺς ὠμῶς ἁπαξάπαντας καὶ ἀπηνῶς διε- χρήσατο. καὶ αὗθις δὲ κατὰ Βουλγάρων ὁ αὐτ0κρά- οὗτος τὸ λοίσθιον ἐξεστράτευσε, καὶ κατὰ τὴν ἐν Θρᾴκῃ ἀπηνθράκωντο, στρατοπεδευομένου οἱ πό- δες αὐτοῦ ἀπηνθράκωντο, ὅθεν αὐτὸν λάβροι πυρε- τοὶ καὶ φλογώδεις ἐξέκαιον, ὡς μηδὲν τούτων μηδὲ παρ’ ἰατρῶν ἐπινοεῖσθαι ἀλέξημα. ἐκεῖθεν ἐπὶ κλέ- φερόμενος μέχρι Σηλυβρίας κατήντησεν, ὅθεν διὰ τριήρους κεκόμιστο, βοῶν ὡς “ζῶν ἔτι τῷ πυρὶ παραδἐδομαι”. ἄρτι δὲ φθάσας εἰς τὸ Στρογγύ- λον τοῦ μεμεθυσμένου θείου ξυροῦ ὁ δείλαιος ἐπειράθη, καὶ βιαίως ἐκεῖ τὸν βίον κατέστρεψε, χιλιάδας τῶν ὀρθοδόξων πολλὰς ἀνελών, καὶ μάλι- στα μοναστῶν, καὶ τὰ τούτων ἀσκητήρια τὰ πυρὸς θέμενος παρανάλωμα, τὰ δὲ καθελών, τὰ δὲ κοινώσας, ὥσπερ καὶ τὴν τοῦ Δαλμάτου λεγομένην μονήν ,ἀρχαίαν οὖσαν καὶ τῶν ἐν Κωνσταντινου- πόλει πρεσβυτέραν πασῶν, ἀφ’ ἧς ἀπελάσας τοὺς μοναχοὺς στρατιωτῶν αὐτὴν πεποίηκε καταγώγιον. οὐ μόνον δὲ κατὰ τῶν ζώντων ἐλύττησεν, ἀλλὰ καὶ εἰς τοὺς τοῦ Χριστοῦ μάρτυρας καὶ τοὺς ἄλλους αὐ- τῷ εὐαρεστήσαντας ἐμπαροινῶν οὐκ ἐπαύετο, μηδὲν αὐτοὺς δύνασθαι λέγων καὶ συκίνην ἐπικουρίαν τὰς τούτων πρεσβείας ἀποκαλῶν, καὶ τὰ τούτων ἅγια λείψανα τὰ μὲν ἀτίμως καταχωννύς, τὰ δὲ ποιῶν ὑποβρύχια, ἔνια δὲ καὶ ἀποτεφρῶν, ὥσπερ καὶ τὸ τῆς πανευφήμου μάρτυρος Εὐφημίας ἄγιον σῶμα. διττοὶ δὲ περὶ τούτου φέρονται λόγοι· ὁ μὲν γὰρ πυρίκαυστον αὐτὸ λέγειν δόξαι ποιήσασθαι τὸν μιαρὸν ἐκεῖνον Κοπρώνυμον, κύνας καὶ ὄνους αὐτῷ συνεμπρήσαντα καὶ τὴν τέφραν λικμήσαντα, μὴ μέντοι αὐτῷ εἰς ἔργον ἐκβῆναι τὸ βούλευμα· φθῆναι γὰρ τοὺς ὀρθοδόξους μαθόντας τὸ βουλευόμενον ἀφελέσθαι τὸ τῆς μάρτυρος σῶμα ἐκ τῆς σοροῦ καὶ μεταθεῖναι αὐτό, ἕτερον δὲ νεκρὸν ἐνθεῖναι αὐτῇ, κἀκεῖνον παρὰ τοῦ ἀλιτηρίου ἐκείνου παραδοθῆναι πυρί· ὁ δ’ ἕτερος οὐ καυθῆναι, καταποντωθῆναι δὲ λέγει τὸ σῶμα τῆς μάρτυρος σὺν τῇ λάρνακι· τὴν δὲ χάριτι θείᾳ κυβερνωμένην προσοκεῖλαι τῇ νήσῳ Λήμνῳ, καὶ ὑπὸ τῶν ἐν τῇ νήσῳ πιστῶν γνωσθεῖ- ’σαν κατατεθῆναι ἐκεῖ, ἐπὶ δὲ Εἰρήνης καὶ Κωνσταντίνου αὖθις ἀνακομισθῆναι εἰς τὴν ὑπερκειμένην τόν πόλεων ἐντίμως καὶ μεγαλοπρεπῶς. ὁ μὲν οὖν οὕτως αἰσχρῶς βιώσας οὕτως ἀπεβίω βιαιότατα, ὡς ἱστόρηται, μοναρχήσας ἔτη τριάκοντα ἐπὶ τέσ- σαρσι καὶ μησὶ τρισί, τούτοις καὶ τῶν δύο ἐνιαυτῶν συναρίθμουμένων, οὓς ὁ Ἀρτάβασδος ἦρξε τούτου περιγενόμένος.