Ancient Greek
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.1.1
Not analysed yet
Ο μὲν οὖν Θεόφιλος ἐπὶ τούτοις ἀπεβίω, ἡ δὲ τῆς βασιλείας ἀρχὴ πρὸς τὸν ἐκείνου μετεβιβάσθη παῖδα τὸν Μιχαήλ, ἔτι παιδίον τυγχάνοντα, ᾧ καὶ ἐπιτρόπους ὁ πατὴρ καταλέλοιπε τὸν μάγιστρον Μανουὴλ καὶ τὸν πατρίκιον Θεόκτιστον. τὴν δὲ τῶν πραγμάτων διοίκησιν ἡ βασιλὶς Θεοδώρα μετεχειρίζετο, καὶ πρῶτον αὐτῇ γέγονε σπούδασμα ἡ τοῦ διωγμοῦ τῶν ὀρθοδόξων διὰ τὰ σεπτᾲ ἐκτυπώματα λώφησις, καὶ τοῦ πατρικίου Θεοκτίστου συνευδοκοῦντος. ὁ γὰρ Μανουὴλ οὐκ ἦν τῇ τῆς αἱρέσεως καθαιρέσει συγκάταινος· διὸ καὶ ἀνεβάλλετο ἡ πρᾶξις. ἀλλὰ γὰρ θραύει νόσῳ τοῦτον ἡ πρόνοια, καὶ ἡ νόσος ἦν κραταιὰ καὶ ἀπέγνωστο αὐτῷ ἡ ζωή. μοναχῶν δέ τινων εἰς ἐπίσκεψιν ἀφικομένων αὐτοῦ καὶ ὅπως ἔχει πυνθανομένων ἐκεῖνος λεπτῇ καὶ ἀδρανεῖ τῆ φωνῇ ὅσον ἤδη ἐκλείπειν ἀνταπεκρίνατο. οἱ δὲ ‘‘εἰ σύνθοιο” ἔφησαν ‘‘τῇ τῶν εἰκόνων συνευδοκῆσαι τιμῇ καὶ τὴν βασίλισσαν εἰς τοῦτο παρακροτῆσαι, οὐκ εἰς μακρὰν ἔσται σοι καὶ ῥῶσις σώματος καὶ σωτηρία φυχῆς. καὶ ὁ μὲν ἐπηγγείλατο ,καὶ ἡ νόσος ἠσθένει καὶ ὁ Μανουὴλ ἀνερρώννυτο. ἤδη δὲ τὴν ὑγίειαν ἀπολαβὼν πρόσεισι τῇ βασιλίσσῃ ,καὶ περὶ τῶν σεβαστῶν εἰκόνων ὡμίλει καὶ τὴν αὐτῶν κατήπειγεν ἀναστήλωσιν, ταῦτα καὶ τῆς μητρὸς αὐτῆς καὶ τῶν συγγόνων πρεσβευόντων τῶν πατρικίων. ἡ δὲ ξυρὸς ἦν εἰς ἀκόνην. καὶ πρότερον μὲν τοὺ ’ς ἐν ὑπερορίαις παραπεμφθέντας παρὰ τοῦ Θεοφίλου καὶ τοὺς καθειργμένους καὶ τοὺς ἄλλαις κακώσεσι προσπαλαίοντας πάντας ἀνῆκεν. εἶτα καὶ ζήτησιν γενέσθαι προσέταξε περὶ τῆς αἱρέσεως, καὶ γενομένης ἡ τῶν ὀρθοδόξων ὑπερέσχε πληθύς. πρὸ τῆς ζητήσεως δὲ τὸν ψευδώνυμον πατριάρχην τὸν γόητα Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπᾷ θρόνου ,ἀθέσμως ἐπιβεβηκότα τούτου ἐπὶ ἐνιαυτοὺς ἴξ ,ἀντεισάγει δὲ τὸν ἱερὸν καὶ θεῖον Μεθόδιον. καὶ αὐτοῦ προεστῶτος τοῦ τῶν ὀρθοδόξων πληρώματος ἡ ζήτησις γέγονε καὶ ἡ τῶν ἀγίων ἐκτυπωμάτων εἰς τοὐμφανὲς προσκύνησίς τε καὶ ἀναστήλωσις. ὅτε φασὶ καὶ τὴν βασίλισσαν θερμότατα δεηθῆναι τοῦ τε πατριάρχου καὶ τῶν ἄλλων ἀρχιερέων καὶ μοναχῶν κοινὴν προσενεγκεῖν δέησιν τῷ θεῷ ὥστε σωτηρίας τυχεῖν τὸν βασιλέα καὶ ξυνευνέτην αὐτῆς· καὶ μέντοι καὶ θερμότατα δεηθῆναι αὐτοὺς τοῦ θεοῦ, καὶ τὸν μὴ παριδεῖν τὴν αἴτησιν τῶν θεραπόντων αὐτοῦ, ἀλλ’ ἀξιῶσαι συγγνώμης τὸν βασιλέα Θεόφιλον. ᾄδεται ταῦτα καὶ τοῖς ἀφορῶσι πρὸς τὸ φιλάνθρωπον τοῦ θεοῦ καὶ δέχεται καὶ πιστεύεται. ἀπιστήσει γὰρ οὐδεὶς ἢ ὅστις οὐ μέγα οἴεται δύνασθαι τὰς τῶν ἁγίων ἐντεύξεις τὰς πρὸς θεόν, οὐδ’ ἀντιμετρεῖν οἶδε τὴν τοῦ θεοῦ ἀγαθότητα πρὸς τὰ ἀνθρώπινα ἀγνοήματα. ἡ μὲν οὖν τῶν ἁγίων εἰκόνων οὕτω γέγονεν ἀναστήλωσις. ὁ δὲ καθαιρεθεὶς πατριάρχης Ἰωάννης ἤ Ἰάννης, ἐν μονῇ τινι περιορισθεὶς καὶ εὑρηκὼς ἐκεῖ εἰκόνα τοῦ σωτῆρος Χριστοῦ καὶ τῆς αὐτὸν ἀσπόρως τεκούσης, τὰ ὄμματα τῶν σεβασμίων ἐκτυπωμάτων ἐξώρυξεν. ὃ μαθοῦσα ἡ βασιλίς, καὶ ζῆλον θεῖον ζηλώσασα, τοὺς τοῦ ἀσεβοῦς ἐκείνου ἐκκοπῆναι προσέταξεν ὀφθαλμούς · ἀλλ’ οὐκ εἰς ἔργον ἐξέβη τὸ πρόσταγμα, τῇ βασιλίδι τὴν δικαίαν ὀργὴν καταπραυ· νάντων τινῶν. πέμψασα δὲ σκυτάλῃ τοῦτον ᾐκίσατο, τῶν αἰκισμῶν παραταθέντων μέχρις ἑκατοντάδος διπλῆς. ἀλλὰ καὶ οὕτως ἔχων ὁ γόης καὶ οἶ ὁμοδοξοῦντες αὐτῷ καὶ τῇ αὐτῇ καθαιρέσει ὑποβληθέντες ἠρεμεῖν οὐκ ἠνείχοντο. συσκευάζουσι δὲ κατὰ τοῦ ἱεροῦ Μεθοδίου σκαιώρημα, τῆς αὐτῶν ἀπονοίας ἢ κακονοίας μᾶλλον ἐπάξιον. γύναιον γάρ τι αἰσχρὸν χρυσίου δόσει πολλοῦ ὑποφθείραντες κατηγορῆσαι πεπείκασι τοῦ ἀοιδίμου ἐκείνου ἀνδρὸς ὡς συμφθαρέντος αὐτῷ. καὶ τῆς κατηγορίας οἶ προύχοντες τῆς συγκλήτου παρῆσαν ἐξετασταί. καὶ παρῆκτο τὸ γύναιον, λέγον ὅσα παρὰ τῶν ἀσεβῶν ἐκείνων συκοφαντῶν προκατήχητο καὶ εἰς πρόσωπον ἐλέγχον δῆθεν τὸν ἅγιον. ὁ δὲ τέως μὲν ἡσυχίαν ἦγεν· ὡς δὲ σκυθρωπάζον ἑώρα τῆς ἐκκλησίας τὸ πλήρωμα, καὶ πρὸ τῶν ἄλλων τὸν μάγιστρον Μανουήλ, ἀνίσταται μέν, αἴρει δ’ ἐπ’ ὄψει πάντων ταῖς χερσὶ τὸ κράσπεδον τῆς περιβολῆς καὶ ἀπογυμνοῖ τὴν αἰδῶ · ἡ δὲ ἦν κατεψυγμένη πάντῃ καὶ μαρασμὸν ἀπό τινος συμβάματος ὑπομείνασα, ὡς δῆλον εἶναι μὴ δύνασθαι ταύτην πρὸς ἀφροδίσια ἐνεργεῖν. τοῦτο τοῖς μὲν ὀρθόφροσι χαρμονῆς καὶ θάμβους ἐγένετο αἴτιον, τοῖς δὲ συκοφάνταις αἰσχύνης καὶ ἀθυμίας πολλῆς. ὡς δ’ ἠρωτᾶτο ὁ ἅγιος ὅθεν ὁ τῶν αἰδοίων αὐτῷ συμβέβηκε μαρασμός ,ὁ αἰδοῖος ὄντως ἐκεῖνος “ἐστάλην” εἶπε ‘‘ποτὲ κατά τινα χρείαν εἰς Ῥώμην, κἀν ταύτῃ διάγοντι πύρωσίν μοι τῆς σαρκὸς ὁ δαίμων ἐπήνεγκε, καὶ ἦν τὸ πάθος σφοδρότατον καὶ ἡ τοῦ ἔρωτος οὐκ ἔληγε φλεγμονή, ἀλλ’ ὁσημέραι ἀκμαιότερον ἐξεκάετο. δείσας οὖν περὶ τῷ σώφρονι πρόσειμι τῇ κορυφαίᾳ τῶν ἀποστόλων δυάδι Πέτρῳ καὶ Παύλῳ, καὶ τούτοις ἐδεόμην ἀμῦναί μοι κινδυνεύοντι. ὑπνώττων τοίνυν νυκτὸς ὁρῶ τὼ ἄνδρε μοι ἐφεστῶτε, καὶ ὁ Πέτρος ἔδοξε τοῖς δακτύλοις ἅψασθαι τῆς αἰδοῦς καὶ λέγειν μοι μὴ πτοεῖσθαι, πῦρ δέ μοι ἐδόκει τὰ παιδογόνα μόρια βόσκεσθαι, ὡς ἐκ τῆς ἀλγηδόνος καὶ τὸν ὕπνον ἀνεῖναί με. ἔκτοτε οὖν μοι τὰ μόρια ταῦτα νενέκρωται καὶ πύρωσις οὐκέτι μοι παρηνώχλησε. ταῦτα ὁ μάγιστρος Μανουἢλ καὶ θεασάμενος καὶ πυθόμενος ,αὐτίκα τὴν γυναῖκα παραστησάμενος ἠρώτα ὅθεν εἰς τὴν κατὰ τοῦ ἁγίου συκοφαντίαν ὥρμητο, καὶ ἠπείλει, εἰ μὴ πᾶσι θεῖτο τὴν ἀλήθειαν ἔκδηλον, αὐτίκα βασάνοις αὐτὴν παραδοῦναι, δι’ ὧν ἂν ἐκβιασθείη ἐκκαλύφαι λαμπρῶς τὸ σκαιώρημα. ἡ δὲ οὐδὲν ἀπεκρύφατο, ἀλλὰ καὶ τοὺς τοῦ δράματος ἀπήγγειλε πρωτουργοὺς καὶ τὴν ἑαυτῆς ἀπάτην καὶ τοῦ χρυσίου τοῦ μὲν τὴν δόσιν ,τοῦ δὲ τὴν ὑπόσχεσιν. ἔμελλον οὖν οἱ κακοῦργοι ταῖς τῶν συκοφαντῶν ὑποβληθῆναι ποιναῖς, ἀλλ’ ὁ μέγας Μεθόδιος αὐτοὺς τῆς τιμωρίας ἐρρύσατο · καὶ ταῦτα μὲν οὕτω γέγονεν.