Ancient Greek · ~24 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.2.1
Not analysed yet
Ὁ δὲ τῶν Βουλγάρων ἄρχων γυναικὶ τὴν τόν Ῥωμαίων βασιλείαν καὶ παιδὶ νεαρῷ κυβερνωμένην μαθών, στέλλει τινὰς τῶν αὐτοῦ ἀπειλῶν ἀφίστασθαι τῶν σπονδῶν καὶ ἆραι ὅπλα κατὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. πρὸς ταῦτα τοίνυν δηλοῖ αὐτῷ ἡ βασίλισσα ὡς “ἀντιτάξομαί σοι πάντως κἀγώ, καὶ εἰ μὲν θεοῦ διδόντος ὑπερέξω, ἔσῃ νικηθεὶς ὑπὸ γυναικός, καὶ ὅσον σοι τὸ τῆς αἰσχύνης ὑπόγυον λόγισαι· εἰ δὲ νικήσεις ἴσως αὐτός, οὐκ ἔσται σοι σεμνὸν τὸ εὐτύχημα γυναῖκα νικήσαντι.” ὡς οὖν ταῦτα τῷ βαρβάρῳ ἠγγέλθησαν ,ἀνέστειλαν αὐτῷ τὴν ὁρμήν, καί οἶ συμφέρον ἔκρινεν ἀνανεώσασθαι τὰς σπονδάς, καὶ αὗται ἀνεκαινίσθησαν. ἀδελφὴ δὲ τοῦ ἄρχοντος Βουλγαρίας αἰχμαλωτισθεῖσά ποτε, καὶ ἐν τοῖς βασιλείοις διάγουσα, τῷ θείῳ τε ἐτελέσθη βαπτίσματι καὶ γραμμάτων ἐν μυήσει ἐγένετο. ἔνετο. ταύτην ὁ ἀδελξὸς ἀναδοθῆναί οἶ ἠξίωσε, καὶ ἡ μὲν ἐδόθη αὐτῷ· ὁ δ’ ἀντέδωκεν ἄνδρα τῶν λογίμων Θεόδωρον τὸν Κουφαρᾶν. ἡ δὲ τοῦ τῶν Βουλγάρων ἄρχοντος ἀδελφὴ ἀφικομένη πρὸς τὸν ὁμαίμονα ἐνῆγεν αὐτὸν εἰς τὴν τῶν χριστιανῶν θρησκείαν διὰ παντὸς αὐτῷ περὶ αὐτῆς διαλεγομένη καὶ τὰ χριστιανῶν μυστήρια ἐκθειάζουσα. ὁ δὲ ταῦτα καὶ παρὰ τοῦ Κουφαρᾶ προκατήχητο, ἀλλ’ οὔπω ἐπέπειστο τῶν πατρίων ἀποστῆναι ἐθῶν. λιμὸς δὲ τοῖς Βουλγάροις συμβὰς καὶ αὐτὸν καὶ τὸ ἔθνος εἰς θεοσέβειαν μετερρύθμισεν. ὁ μὲν γὰρ τὸ ἔθνος ἅπαν ἐπίεζε, καὶ οὐκ ἦν ἀποφυγὴ τοῦ κακοῦ, φθορὰ δὲ τοῦ ἔθνους ἐγίνετο, καὶ ὁ σφῶν ἀρχηγὸς ἦν διὰ τοῦτο περιαλγής ,καὶ ἀπορήσας εἰς τὸν παρὰ τῆς ἀδελφῆς αὐτῷ καταγγελλόμενον καταφεύγει θεόν, καὶ τοῦτον τοῦ λιμοῦ λυτῆρα καὶ τῆς τοῦ ἔθνους φθορᾶς ἐπεκέκλητο. ὡς δ’ ἐνεργὴς ἦν ἡ ἐπίκλησις καὶ τῶν κακῶν ἀπηλλάγησαν, ἔγνω τοῦ ἐπικληθέντος τὴν δύναμιν, καὶ ἀξιοῖ σταλῆναι αὐτῷ τινα τὸν τὸ μυστήριον αὐτὸν μυήσοντα τῶν χριστιανῶν καὶ τελέσοντα τῷ θείῳ βαπτί- σματι. καὶ ἀπεστάλη μὲν ἀρχιερεὺς πρὸς αὐτόν · ὁ δὲ καὶ ἐμυήθη καὶ ἐβαπτίσθη. οἱ Βούλγαροι δὲ ὡς τῆς πατρίου δόξης ἀποστάντος κατ’ ἐξανίστανται τοῦ σφῶν ἀρχηγοῦ καὶ ἐζήτουν αὐτὸν ἀνελεῖν. ὁ δὲ τῷ τοῦ σταυροῦ σημείῳ θαρρήσας προπορευομένῳ αὐτοῦ νικᾷ τοὺς ἀντιστάντας αὐτῷ, καὶ οὕτω πάντες εἵλοντο τὰ τῶν χριστιανῶν. εἶτα διεπρεσβεύσατο ὁ τούτων ἐξάρχων πρὸς τὴν βασίλισσαν ,αἰτῶν γῆς αὐτῷ παραχωρηθῆναι Ῥωμαϊκῆς, στενοχωρεῖσθαι γὰρ τὸ ἔθνος αὐτοῦ, καὶ ἀιδίους σπονδὰς πρὸς Ῥωμαίους καὶ ὁμαιχμίαν ἐπαγγελλόμενος, καὶ ἡ βασιλὶς τὴν αἴτησιν ἐξεπλήρωσε ,καί οἶ τῆς ἀπὸ τῆς λεγομένης Σιδηρᾶς παρεχώρησε χώρας, ἣ τὰ Ῥωμαίων καὶ Βουλγάρων διόριζε πρίν, μέχρι τῆς Δεβελτοῦ· ἤν λαχόντες οἱ Βούλγαροι κέκληκας ἴ’ Ζαγορᾶν. κἀντεῦθεν εἰρήνη γέγονε περὶ τὰ ἑσπέρια. κατὰ δὲ τὴν ἑῴαν τὸ τῶν Μανιχαίων γένος ἦν παμπληθές, οἳ καὶ Παυλικιανοὶ ἀγροικότερον πρὸς τοῦ δημώδους ὄχλου καλοῦνται ,ἐκ Παύλου καὶ Ἰωάννου τῆς κλήσεως συγκειμένης αὐτοῖς· τὼ δ’ ἄνδρε τούτω παρὰ Μανιχαίοις ἐγενέσθην ὀνομαστώ, εἰ καὶ μὴ τι αἱρεσιάρχα καὶ τῆς κακοδοξίας γεννήτορε, ζηλωτὰ δὲ ταύτης καὶ σπουδαστὰ διαφερόντως καὶ κήρυκε. καὶ τούτους τοίνυν ἡ βασιλὶς εἰς νοῦν ἐβάλετο μεταγαγεῖν εἰς ὀρθοδοξίαν ἐκ τῆς αἱρέσεως, καὶ στέλλει τοὺς τοῦτο σπεύσοντας ἄνδρας τῶν ἐπιφανεστέρων. οἱ δὲ ἀδεξίως τὸ πρᾶγμα καὶ ἀφυῶς ἐπιφανεστέρων. νοὶ οὐ μόνον ἀνήνυτον ἔθεντο τὴν σπουδήν, ἀλλὰ καὶ εἰς ἀποστασίαν ὁρμῆσαι τὸ γένος ὅλον εἰς μυρεάδας πολλὰς ἀριθμούμενον ἐβιάσαντο. ὃ καὶ τοῖς ἐξ Ἰσμαὴλ συμμιγνύμενον κατὰ Ῥωμαίων σὺν αὐτοῖς ἐστρατεύετο, καὶ πολλῶν γέγονεν αὐτοῖς αἴτιον συμφορῶν. ὁ δέ γε βασιλεὺς Μιχαὴλ τὸν μείρακα παρελάσας καὶ νεανίσκοις ἄρτι καταλεγόμενος ἴε παρ’ ἄλλοις τὴν τῆς βασιλείας βλέπων διοίκησιν, ἠρέθιστο δὲ καὶ πρὸς τοῦ πρὸς μητρὸς θείου τοῦ Βάρδα τῆς αὐταρχίας πρὸς ἔρωτα · εἶς δ’ ἦν καὶ οὗτος τῶν ἐπιτρόπων τοῦ Μιχαήλ. διαφορᾶς δέ ποτε τῷ μαγίστρῳ Μανουὴλ γενομένης πρὸς τὸν λογοθέτην τοῦ δρόμου Θεόκτιστον ,καὶ ἄμφω δὲ συνεπιτρόπω τοῦ βασιλέως ἐτυγχανέτην, ὁ Μανουὴλ τῶν ἀνακτόρων ὑποχωρεῖ, ἦν γὰρ ἐκεῖ διαιτώμενος, καὶ εἰς τὸν οἰκεῖον οἶκον μεταχωρεῖ, κἀκεῖθεν εἰς τὰ βασίλεια ἀπιὼν τῶν διοικήσεων εἴχετο. τοῦτο τῷ Βάρδᾳ θυμηρέστατον ἔδοξεν· ἀποσκευάσασθαι γοῦν καὶ τὸν Θεόκτιστον διὰ σπουδῆς αὐτῷ ἦν· βασιλειῶν γὰρ ἐδεδοίκει τοῦτον ὥς οἱ πρὸς τοὔργον ἀντιστησόμενον. τῷ βασιλεῖ τοίνυν παιδαγωγὸς ἦν, ἀνδράριόν τι φαῦλον καὶ πονηρόν, ὅν δι’ ἐφέσεως εἶχεν ὁ βασιλεὺς ἀξιώματι τῶν λαμπροτέρων τιμῆσαί τινι, καὶ ἐποιεῖτο περὶ τούτου πρὸς τὴν μητέρα ἀξίωσιν. ὁ δὲ Θεόκτιστος μὴ δεῖν ἔλεγε μείζονι τὸν παιδαγωγὸν τῆς ἑαυτοῦ καταστάσεως τιμηθῆναι τιμῇ, ἔνα μὴ ἀτιμοῖντο τὰ ἀξιώματα. ἐντεῦθεν δι’ ἔχθρας ἦν τῷ παιδαγωγῷ ὁ Θεόκτιστος. τοῦτο τοίνυν ὁ Βάρδας τῆς οἰκείας σπουδῆς προυστήσατο σύστασιν, καὶ διὰ τοῦ παιδαγωγοῦ ποικίλας διαβολὰς ἐνήχει τοῖς τοῦ βασιλέως ὠσί, καὶ τὴν ἐλαφρίαν αὐτοῦ κατὰ τοῦ Θεοκτίστου ὑπέκνιζε, καὶ τέλος ἐκ μέσου αὐτὸν ποιήσασθαι ὑποτίθησι. τοῦτο δὲ μὴ ἄν ἄλλως γενήσεσθαι ἀνυστόν, εἰ μὴ ἀναιρεθείη ὁ ἄνθρωπος· ζῶντος γὰρ ἀνθέξεσθαί τε αὐτοῦ τὴν βασιλίδα καὶ περιέξεσθαι. ὡς γοῦν ὁ τοῦ ἀνδρὸς κεκύρωτο θάνατος ,ἐπιτετήρητο ἐκ τῶν τῆς βασιλίδος ἐξιὼν θαλάμων · ἦν γὰρ ἀναφέρων αὐτῇ περὶ ἀναφορῶν καὶ διοικήσεων · κἀκεῖθεν ἐξιόντι καθιᾶσιν αὐτῷ τὸν σφαγέα. ὁ δὲ γυμνὸν ἰδὼν τὸ ξίφος ἠρμένον καθ’ ἑαυτοῦ, σκάμνον εἰσέδυ, καὶ ὁ σφαγεὺς κατὰ τῆς αὐτοῦ γαστρὸς τὸ ξίφος ὠθεῖ καὶ τοῦ Βάρδα ξίφος ἐσπασμένου καὶ ἀνασείοντος, καὶ ἀπειλοῦντος πλήξειν αὐτῷ τὸν ἀμυνοῦντα τῷ θνήξοντι. . ὁ μὲν οὖν Θεόκτιστος ἀνῄρητο ὥσπερ εἴρηται. ἡ δέ γε βασιλὶς ὡς ἔγνω τὸ γεγονός ,ἐξέθορε τοῦ θαλάμου γοωμένη καὶ τῷ υἱῷ λοιδορουμένη καὶ τῷ ὁμαίμονι, ἐπαρωμένη τε καὶ ἀμφοῖν τοιούτῳ τέλει τὸν βίον ὑπεξελθεῖν. ὁ δὲ Βάρδας ἐπισυνάπτων κακὸν τῷ κακῷ καὶ τὰ πρὸς τὴν οἰκείαν μελέτην οἰκονομούμενος, καὶ αὐτὴν τὴν βασιλίδα Θεοδώραν συνεβούλευσε τῶν ἀνακτόρων κατενεγκεῖν. ἡ δὲ συνεῖσα τὸ βουλευόμενον, ἀντιστῆναι οὐχ ᾑρετίσατο ,ἵναμὴ σφαγαὶ ἀνθρώπων συμβῶσι. μεταπεμψαμένη δέ γε τοὺς τῆς βουλῆς ,‘‘αὐτὴ μέν” ἔφη ‘‘τῶν βασιλείων ἐξίσταμαι· ἵνα δὲ μὴ ἔχῃ λέγειν ὁ βασιλεὺς ὡς κενὰ θησαυρῶν τὰ ταμιεῖα εὕρηκε τὰ βασίλεια, διὰ τοῦτο ὑμῖν τὰ τεθησαυρισμένα δηλῶ·” καὶ αὐτίκα τοὺς ταμίας εἰπεῖν ἐκέλευε τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου τὸν ἀριθμόν. οἶ δὲ χίλια μὲν καὶ ἐνενήκοντα χρυσίου ἔχειν κεντηνάρια κατετίθεντο, ἀργύρου δὲ ὡσεὶ τρισχίλια κεντηνάρια. ἡ δὲ βασιλὶς ‘‘πρὸς τούτοις” ‘‘καὶ ἄλλος πλοῦτος πολὺς καὶ παντοδαπὸς τεθησαύρισται·” καὶ ταῦτα εἰποῦσα τῶν ἀνακτόρων ἀπῆλθεν.