Ancient Greek
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.9.1
Not analysed yet
Ἤδη δὲ τοῦ ἔαρος ἀναλάμποντος ἐκστρατεύει κατὰ τῆς Συρίας τὸν ἔνα τῶν υἱῶν τὸν Κωνσταντῖνον ἔχων μεθ’ ἑαυτοῦ, καὶ εἷλε τῶν φρουρίων τινά, ἔνιοι δὲ προσεχώρησαν αὐτῷ διὰ τὴν τῶν ἄλλων ἅλωσιν δειλιάσαντες. εἶτα τῇ Γερμανικείᾳ προσβάλλει, καὶ τὰ προάστεια δῃώσας αὐτῆς ἀφίκετο πρὸς πόλιν τὴν Ἄδαταν, καὶ ταύτην ἐπολιόρκει. ὀλιγώρως δὲ πρὸς τὴν πολιορκίαν διακειμένων τῶν πολιτῶν αὐτῆς ἤρετο αὐτοὺς ὁ Βασίλειος ὅτῳ πεποιθότες οὐ προσέρχονταί οἶ, ἤδη τῆς πόλεως ἁλισκομένης. καί τις τῶν χρόνῳ προβεβηκότων φησὶν ἀκριβῶς εἰδέναι ὡς οὐχ ὑπὸ σοῦ πέπρωται τὴν πόλιν ἁλῶναι νυνί, ἀλλ’ ὑφ’ ἑτέρου τῶν ἐξ ὀσφύος καταγομένων τῆς σῆς Κωνσταντίνου τὴν κλῆσιν. τοῦ δὲ βασιλέως τὸν υἱὸν ἐπιδείξαντος, καί ‘‘οὗτος ὁ Κωνσταντῖνός ἐστι” φήσαντος, ὁ γηραιὸς ἐκεῖνος ‘οὐχ οὗτος” εἶπεν ‘‘ὁ Κωνσταντῖνός ἐστιν, ὑφ’ οὗ ἡμῶν ἡ πόλις ἀλώσεται, ἕτερος δέ τις τῶν ἀπογόνων τῶν σῶν. μηνίσας οὖν ἐπὶ τοῖς τοῦ πρεσβύτου προμαντεύμασιν ὁ Βασίλειος, κραταιότερον τῇ πολιορκίᾳ ἐπέθετο. ἐπεὶ δὲ οὐδὲν ἤνυε, καὶ ψῦχος δὲ γεγονὸς ἐλύπει σφόδρα τὸ στράτευμα, τὴν πολιορκίαν λιπὼν ἐπανόδου ἐμέμνητο, τοὺς αἰχμαλώτους ἀναιρεθῆναι προστάξας, ἵνα μὴ φυλακῆς δέωνται ἤ τι νεωτερίσωσιν ἀδείας λαβόμενοι. οἱ δ’ ἐκ Ταρσοῦ καὶ Μελιτηνῆς Ἀγαρηνοὶ τὰς Ῥωμαϊκὰς κατέτρεχον χώρας, οἶς ἀντεπιὼν ὁ στρατηλάτης Ἀνδρέας τὰς ὁρμὰς αὐτῶν ἀνέκοπτεν. ἐπιστείλαντος δὲ αὐτῷ τοῦ ἀμηρᾶ τῆς Ταρσοῦ ὡς “οὐδέν σε ὁ τῆς Μάριας υἱὸς ὀνήσει κατὰ σοῦ ἐπιόντος μου”, ἐκεῖνος τὴν βλάσφημον ἐπιστολὴν εἰκόνος τῆς θεομήτορος ἐξηρτήσατο, ‘ἀνταπόδος τῷ ἀλαζόνι” λέγων ‘‘ὦ δέσποινα, τοῦ φρυάγματος τὰ ἐπίχειρα.” καὶ ταῦτα εἰπὼν ἐχώρει κατὰ τοῦ βλασφημήσαντος ,καὶ μάχης κροτηθείσης τρέπονται οἱ πολέμιοι, καὶ γίνεται τούτων φόνος πολύς, καὶ αὐτὸς δὲ ὁ ἀμηρᾶς ἀποσφάττεται ,μετρίων διαφυγόντων τινῶν. φθονηθεὶς δὲ ὁ στρα- τηλάτης διεβέβλητο ὣ ’ς δυνάμενος καὶ τὴν Ταρσὸν ἐξελεῖν οὐκ ἠθέλησε. διὸ ἀφαιρεῖται μὲν τὴν ἀρχὴν ὁ βασιλεὺς ἀπ’ αὐτοῦ, δίδωσι δὲ ταύτην τῷ Στυππετώτῃ, ἐπαγγελλομένῳ καὶ τὴν Ταρσὸν ἐκποορθῆσαι καὶ ἄλλα πλείω κατωρθωκέναι νεανιευομένῳ· μένω· ὃς οὐ μόνον ὧν ηὔχει οὐδὲν κατωρθώκει, ἀλλὰ καὶ δυστυχήματι περιπέπτωκεν ἐξ ἀμελείας καὶ ἀπερισκέπτου σκηνώσεως. γνόντες γὰρ οἶ βάρβαροι τὸ ἐκείνου στρατόπεδον ἀφυλάκτως ἔχον, νυκτὸς αὐτῷ ἐπιτίθενται καὶ ἀναιροῦσι πολλούς, οἶ πλείους δὲ ὑπ’ ἀλλήλων συμπατούμενοι διεφθείροντο, καὶ οὕτως ὑπερέσχον οἶ ἐκ τῆς Ἄγαρ. ἀλλὰ τὰ μὲν ἑῷα τοῦτον ἔσχε τὸν τρόπον, χειρόνως δὲ διέκειντο τὰ ἑσπέρια. ἥ τε γὰρ τοῖς Ῥωμαίων βασιλεῦσιν ὑπήκοος Ἰταλία καὶ τὰ πλεῖστα τῆς Σικελίας ὑπόφορα τοῖς Καρχηδονίοις ἐπὶ τῆς βασιλείας τοῦ Μιχαὴλ γεγόνασιν, ἀλλὰ μὴν καὶ ἄλλα τῶν ἐθνῶν πλείονα. στόλον γὰρ ἐξαρτύσαντες οἶ ἐκ Καρχηδόνος Ἀγαρηνοὶ πολλὰ μὲν εἷλον πολίσματα, τέλος δ’ ἐπολιόρκουν καὶ τὸ Ῥαούσιον. στέλλουσιν οὖν οἱ Ῥαούσιοι πρεσβείαν πρὸς τὸν βασιλέα Βασίλειον, ἐπικουρίαν παρ’ αὐτοῦ ἐξαιτούμενοι ,καὶ ὃς ἑκατὸν αὐτοῖς πολεμιστηρίους νῆας ἐκπέπομφεν, ἃς ἐπιέναι σφίσι μαθόντες οἶ πολιορκοῦντες Ἀγαρηνοὶ λύσαντες τὴν πολιορκίαν τοῦ Ῥαουσίου τῇ Λογγιβαρδίᾳ προσέβαλον ,καὶ τὸ ἄστυ τῆς Βάρεως εἷλον, καὶ τούτῳ κεχρημένοι ὁρμητηρίῳ πάσης τῆς Λογγιβαρδίας ἐκράτησαν. γνόντα δὲ καὶ τὰ λοιπὰ ἔθνη, τὰ παρὰ τῶν Ἀγαρηνῶν τούτων, ὡς εἴρηται, πιεζόμενα, τὸ γεγονὸς κατὰ τὸ Ῥωούσιον, καὶ ὅτι τὴν ἐκ βασιλέως συμμαχίαν δείσαντες οἱ πολέμιοι τῆς π‘ολιορκίας ἀπέστησαν, πρεσβεύουσι καὶ αὐτοὶ συμμαχίαν αἰτοῦντες καὶ ἑαυτοὺς τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ ὑποτιθέμενοι. καὶ ὁ βασιλεὺς τὴν πρεσβείαν προσήκατο καὶ ἐπεκούρησε τοῖς αἰτήσασι διά τε τοῦ προειρημένου στόλου καὶ διὰ τοῦ τῶν Φράγγων ῥῆγός. ἐπέστειλε γὰρ ἐκείνῳ συλλαβέσθαι τοῦ κατὰ τῶν Ἀγαρηνῶν πολέμου τῷ τῶν Ῥωμαίων στρατεύματι, ὑφ’ ὧν ἡ τῶν Ἀγαρηνῶν κατεπολεμήθη στρατιὰ καὶ ὁ ἀρχηγὸς αὐτῶν ἑάλω Σουλδάνος καλούμενος, ὃν ὁ ῥῆξ’ τῶν Φράγγων ἐν Καπύη ἀπήγαγεν. ὅπῃ δύο διατρίψας ἐνιαυτοὺς οὐκ ὤφθη παρά του μειδιάσας οὐδέποτε ,ὥστε τὸν ῥῆγα θαυμάζειν καὶ εἴ τις ἀπαγγείλει ὲν αὐτῷ γελῶντα τὸν βάρβαρον, δώσειν τι ἐπαγἐλλεσθαι τῆς ἀγγελίας μισθόν. εἶπεν οὖν τίς ποτε ἰδεῖν τὸν Σουλδάνον γελάσαντα. καλέσας οὖν τὸν βάρβαρον ὁ ῥῆξ’ τὴν αἰτίαν τοῦ γέλωτος ἤρετο. ὁ δὲ τροχὸν εἶπεν ἀμάξης ὁρᾶν, οὗ τὸ μὲν πρόσγειον ἦν, τὸ δ’ ἦρτο με- τέωρον, εἶτα τὸ μὲν μετέωρον κατῆκτο πρὸς γῆν, τὸ δὲ πρόσγειον μετεώριστο. ‘‘οὕτω δ’ εἰκάσας καὶ τὰ ἀνθρώπινα πράγματα κινεῖσθαι καὶ μεταφέρεσθαι ἐξεγέλασα, λογισάμενος ὡς οὐκ ἀδύνατον οὕτω διατεθῆναι καὶ τὰ κατ’ ἐμαυτόν, καὶ ὥσπερ ἐξ ὕψους κατηνέχθην εἰς ταπεινότητα, οὕτως αὖθις ἴσως ἐκ χθαμαλότητος εἰς ὕψος ἐπαρθῆναι καὶ γενέσθαι μετάρσιος.’’ ταῦτα μὲν εἶπεν ἐκεῖνος. ὁ δὲ ῥῆξ’ καὶ τὴν τῶν λόγων ἀλήθειαν εἰς νοῦν εἰληφὼς καὶ τὸν Σουλδάνον τῆς μεταβολῆς κατοικτείρας ᾠκειώσατό τε αὐτὸν καὶ παρρησίας μετέδωκε, καὶ συνετὸν τὸν ἄνδρα οἰόμενος, ἐκοινώνει καὶ βουλευμάτων αὐτῷ. ὁ δὲ περίεργος ὢν δόλῳ τὸν ῥῆγα μετέρχεται. ὁ μὲν γὰρ ῥὴξ τήν τε Καπύην καὶ τὴν Βενεβενδὸν τὰς πόλεις νέον κτησάμενος, ἐδεδοίκει περὶ αὐταῖς μή- ποτε τῆς ἐλευθερίας ἀντιποιήσωνται. ὁ δὲ βάρβαρος ἐκεῖνος τοῦτ’ ἐγνωκὼς πρόσεισι τῷ ῥηγὶ καί φησιν ‘‘εἰ βούλει σοι τὴν τῶν πόλεων τούτων ἀρχὴν βεβαίαν προσεῖναι, τοὺς λογιμωτέρους τῶν ἐν αὐταῖς μετάγαγε ἀλλαχοῦ καὶ οὐκέτι τὸ πλῆθος καθ’ ἑαυτὸ γεγονὸς οὐδὲν φρονήσει νεώτερον.” συνοίσουσαν οὖν τὴν συμβουλὴν ὁ ῥῆξ’ οἰηθεὶς ἔθετο τῷ σκοπῷ, καὶ ἀσυμφανῶς δεσμὰ ἐχαλκεύοντο. εἶτα καὶ τοῖς ἐξόχοις τῶν ἐν ταῖς πόλεσιν ὡμίλει ὁ πονηρὸς ἐκεῖνος ἀνήρ, καὶ ὥσπερ φιλικώτερον προσεφέρετο καὶ ἐν ἀπορρήτοις λέγει αὐτοῖς ὡς ὁ ῥῆξ’ βούλεται τοὺς ἀξιολογωτέρους τῶν πολιτῶν ὑπὸ δεσμοῖς ποιησάμενος εἰς τὴν ἑαυτοῦ χώραν μεταγαγεῖν, καὶ πίστεις, ἔφη, τῶν λόγων τὸ τὰς σιδηρέας ἀλύσεις χαλκεύειν καὶ χειροπέδας καὶ ἄλλα δεσμά. τοῦτο τοίνυν ἐκεῖνοι ἀληθὲς εὑρηκότες, εὐνοεῖν αὐτοῖς αὐτὸν ὑπειλήφασι, καὶ ἐξελθόντι πρὸς κυνηγέσιον τῷ ῥηγὶ τὰς πύλας τῶν πόλεων ἐπεζύγωσαν, καὶ οὐκέτι τοῦτον ἐντὸς εἰσεδέξαντο. καὶ ὁ μὲν ἀπῆλθε πρὸς ἑαυτόν, ὁ δὲ Σουλδάνος παρὰ τῶν πολιτῶν ἐκείνων ἀντιμισθίαν εὕρατο τὴν ἐλευθερίαν. ἀπελθὼν οὖν καὶ τὴν προτέραν ἀρχὴν αὖθις κατακτησάμενος, ἐκστρατεύει κατὰ τῶν εἰρημένων πόλεων τῆς τε Καπύης καὶ τῆς Βενεβενδου. οἶ δὲ τῇ πολιορκίᾳ πιεζόμενοι στέλλουσι πρὸς τὸν ῥῆγα, συγγνωμονῆσαι σφίσι καὶ συμμαχῆσαι θερμῶς ἐξαιτούμενοι. ὡς δ’ ἐκεῖνος τὴν πρεσβείαν οὐ προσήκατο, ἐπιχαίρειν εἰπὼν τῇ ἀπωλείᾳ αὐτῶν, πρὸς τὸν βασιλέα Βασίλειον ἑτέραν πρεσβείαν ἐστάλκασι, κασι, παρακαλοῦντες ἐπαρῆξαι αὐτοῖς κινδυνεύουσι. καὶ ὃς ὑπέσχετο, καὶ ὁ πρεσβευτὴς ἐπανῄει, θαρρεῖν παρεγγυήσων τοῖς συμπολίταις αὐτοῦ. ἑάλω δ’ ὑπὸ τῶν πολεμίων, καὶ μαθὼν ὁ Σουλδάνος ὅπῃ τε ἦν καὶ οἶα κομίζει τοῖς ἀστοῖς εὐαγγέλια, φησὶ πρὸς αὐτόν ‘‘εἰ ζῆν ἐθέλεις, ἀπαγορεῦσαι τὸν βασιλέα τὴν συμμαχίαν τοῖς πέμψασί σ’ ἑ ἀπάγγειλον ἐκ τοῦ τείχους προκύπτουσιν· εἰ γὰρ μὴ οὕτω ποιήσεις, ἴσθι αὐτίκα δὴ τεθνηξόμενος. ὁ δὲ συνέθετο ποιήσειν ὡς ἐνετέλλετο ,καὶ στὰς πρὸ τοῦ τείχους δέσμιος κατεχόμενος ἔφη καὶ τὴν πρεσβείαν ἀνύσαι καὶ ἥξειν ὅσον ἤδη ἐκ βασιλέως βοήθειαν· καὶ ὁ μὲν ταῦτα λέγων τοῖς ξίφεσι κατετέτμητο. ὁ δὲ Σουλδάνος τὴν τῆς πόλεως ἀπελπίσας ἅλωσιν, ὐπεχώρησε. καὶ ὁ τῆς Ταρσοῦ δὲ ἀμηρᾶς Ἐσμὰν μετὰ πλοίων μεγάλων, ἃ κουμπάρια τοῖς ἐκ τῆς Ἄγαρ ὠνόμασται, τῇ πόλει τοῦ Εὐρίπου προσέβαλεν· ἤνυσε δὲ οὐδέν, ἀλλ’ αὐτός τε ἀπώλετο καιρίως πληγεὶς καὶ τὸ πλέον τῆς στρατιᾶς αὐτοῦ. ἀλλὰ μέντοι καὶ ὁ τῆς Κρήτης κρατῶν Σαὴτ ὁ Ἀπόχαψ ἕτερον στόλον ἑτοιμασάμενος Φώτιόν τινα δραστήριον ἄνδρα τούτῳ ἐπέστησεν, ὃς τά τε παράλια τοῦ Αἰγαίου καὶ τὰς νήσους ἐκάκου. ᾧ συναντήσας ὁ τῶν Ῥωμαίων στόλος, οὗ ναύαρχος ἦν ὁ τῶν πλωίμων δρουγγάριος ὁ πατρίκιος Νικητὰς ὁ Ὠορύφας, πολλὰς μὲν τῶν πολεμίων νεῶν τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσε καὶ τοὺς ταύταις ἐμπλέοντας, πολλοὺς δὲ μαχαίρας ἔθετο ἔργον καὶ πλείους ὑποβρυχίους ἐποίησεν. ὅσοι δὲ τὸν πολὺ εἰδῇ τοῦτον ἔφυγον κίνδυνον, αἰσχρῶς ἀποδράντες ἐσώθησαν. οὐκ ἠγάμων μέντοι σωζόμενοι· πειρατικὰς δὲ νῆας ἑτοιμασάμενοι τὴν Πελοπόννησον καὶ τὰς ἐκεῖ κατέτρεχον νήσους. ἀλλ’ αὖθις αὐτοῖς ὁ ῥηθεὶς τοῦ στόλου δρουγγάριος ἔπεισι · τῷ γὰρ λιμένι προσορμίσας τῶν Κεγχρεῶν, καὶ τὰ πολέμια πλοῖα περὶ Μεθώνην καὶ Πύλον καὶ Πάτρας ἐμφιλοχωρεῖν ἐγνωκώς, διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ ταχέως διαγαγὼν τὰς τριήρεις ἐν τῇ ξηρᾷ ἐπιτίθεται τοῖς πολεμίοις ἀνωιστί, καὶ τῷ ἀνελπίστῳ ἐκπεπληγμένων αὐτῶν τὰς μὲν τῶν λῃστρικῶν νηῶν ἐπυρπόλησε ἴ’ τὰς δὲ καὶ αὐτάνδρους κατέδυσε, καὶ αὐτοῦ τῶν πολεμίων ἐξηγουμένου Φωτίου ἀναιρεθέντος. οὕτω μὲν οὖν καὶ ὁ τῶν Κρητῶν ἀπώλετο στόλος.