Ancient Greek · ~21 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.10.1
Not analysed yet
Ἐξ Ἀφρίκης δ’ ἕτεραι νῆες αὖθις ἐξήκοντα παμ- μεγέθεις ἐξώρμησαν, καὶ τῇ ὑπὸ Ῥωμαίους καὶ αὗται ἐλυμαίνοντο, καὶ μέχρι Κεφαλληνίας καὶ Ζακύνθου προήλθοσαν. στέλλεται τοίνυν ναυτικὸν κατ’ αὐτῶν, ναυαρχοῦντα τὸν Νάσαρ ἔχον. πολλῶν δ’ ἐκ τῶν περὶ τὴν εἰρεσίαν πονούντων ὰποδρασάντων, αἱ τριήρεις ἦσαν ἡμίκενοι· διὸ καὶ ὁ ναύαρχος οὐκ ἔκρινε δεῖν οὕτω συμμίξαι τοῖς πολεμίοις, ἀλλ’ ἀναφέρει τῷ βασιλεῖ τὸ συμβάν, καὶ οἱ λιποτάκται ζητηθέντες ταχὺ κατεσχέθησαν. ἕνα δὲ καὶ φόβον ἐμποιήσῃ τῷ ναυτικῷ καὶ μηδένα κολάσῃ χριστιανόν, τριάκοντα τῶν ἐν εἱρκταῖς φρουρουμἐνων Ἀγαρηνῶν ἐκβληθῆναι κελεύει νυκτός, καὶ πε- ριχρἴσαι μὲν ἀσβόλῃ τὰς ὄψεις αὐτῶν, ὡς ἂν μὴ ἐπιγινώσκοιντο ,εἶτα καὶ αἰκίσασθαι σφᾶς καὶ διὰ τῆς ἀγορᾶς περιαγαγεῖν, ἀνασκολοπισθῆναί τε ἀπαχθέντας εἰς Πελοπόννησον. οὗ γενομένου οἱ τοῦ στόλου ναυτικοὶ ἐξεδειματώθησαν ,καὶ οὕτω τοῖς ἐναντίοις ἐπῆλθον νυκτὸς καὶ τρόπαιον ἤραντο, τῶν μὲν ἀπολομένων, τῶν δὲ ἑαλωκότων. εἶτα καὶ εἰς Σικελίαν διέβησαν, καὶ τὰς ἐκεῖ πόλεις, ὅσαι τοῖς Καρχηδονίοις διέφερον, ἐκάκωσάν τε καὶ ἐξεπόρθησαν. καὶ οἶ ἐκ Μεσημβρίας δὲ Ἄραβες, ἐσχολακέναι τὸν Ῥωμαϊκὸν μαθόντες στόλον, τὰ τῆς Φοι- νίκης καὶ τῆς Συρίας ναυσὶ προσπλέοντες ἐκάκουν παράλια. ὁ γὰρ βασιλεύς, ὅτι Μιχαὴλ ἀνεῖλε τὸν πρὸ αὐτοῦ βασιλεύοντα, οἷον ἐξιλασκόμενος τὸν θεόν, πολλαχοῦ τῆς βασιλίδος τῶν πόλεων τῷ ἀρχιστρατήγῳ Μιχαὴλ ναοὺς ἐδείματο ἐκ καινῆς· καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀνακτόροις ἐδομήσατο τούτῳ πολυτελές τε καὶ πολυδάπανον τέμενος, ὃ καὶ Νέαν ἐκκλησίαν ἐκάλεσεν. ἐν τούτοις οὖν τοῖς δομήμασι τῶν πλωίμων ἀσχολουμένων ,καὶ τῶν νώτων αὐτῶν οὐκ ἀφισταμένων ἀπὸ τῶν ἄρσεων, τῶν τε χειρῶν αὐτῶν ἐν τοῖς κοφίνοις δουλευουσῶν, ὁ στόλος ἐσχόλασε· διὸ καὶ οἱ Ἀγαρηνοὶ ἀδεῶς, ὡς εἴρηται, τὰ παράλια ἐληίζοντο, καὶ οὐ μόνα ταῦτα ἐκάκουν, ἀλλὰ καὶ τὴν Συράκουσαν ἐξεπόρθησαν. ὁ δὲ βασιθλεὺς ταῖς οἰκοδομαῖς τὸ ναυτικὸν τοῦ στόλου κατέτρυχε, καὶ τῷ προφήτῃ Ἠλιοῦ τῷ Θεσβίτῃ ναὸν ἀνεγείρας· ἐτίμα γὰρ τοῦτον διαφερόντως, καὶ ᾤετο προσληφθήσεσθαί ποτε παρ’ αὐτοῦ καὶ τῷ πυρίνῳ συνεπαρθήσεσθαι ἄρματι. ὅμως μέντοι τὴν ἅλωσιν καὶ κατασκαφὴν τῆς Συρακούσης μαθών ,ἔστειλε τοὺς ἀντικαταστησομένους τοῖς ἀλιτηρίοις Ἀγαρηνοῖς· ἀλλ’ οὐδὲν ἤνυστο. εἶτα τὸν Φωκᾶν Νικηφόρον μετὰ δυνάμεως ἀξιομάχου ἐκπέπομφεν ,ἄνδρα γενναιότατον ὁμοῦ καὶ στρατηγικώτατον, ὃς καὶ πολλὰ κατὰ τῶν τῆς Ἄγαρ ἐκγόνων ἐστήσατο τρόπαια. ὅτε δὲ τῷ Θεοφιλίτζῃ, ὡς εἴρηται, ἐξυπηρέτει, οὗτος ὁ βασιλεὺς συγκατῆλθεν ἐκείνῳ εἰς Πελοπόννησον, καὶ εἰς τὸν τοῦ ἁγίου ἀποστόλου Ἀνδρονίκου ναὸν εἰσῆλθε σὺν τῷ κυρίῳ αὐτοῦ. ἦν δ’ ἐκεῖσε Προσμένων μοναχός τις, ἀντιποιούμενος ἀρετῆς, ὃς τοῦ μὲν Θεοφιλίτζη οὐδεμίαν φροντίδα πεποίητο ,τὸν δὲ Βασίλειον θεασάμενος καὶ ἐξυπανέστη καὶ προσε- κύνησε καὶ φιλοφρόνως ἐδεξιώσατο. γυνὴ δέ τις χήρα ἐν τῇ χώρᾳ ἐκείνῃ τυγχάνουσα καὶ τῶν ἐγχωρίων πρωτεύουσα, πλούτῳ τε περιρρεομένη πολλῷ, συνήθης οὔσα τῷ μοναχῷ καὶ μαθοῦσα τὸ γεγονός, μετεπέμψατο τοῦτον καὶ ἤρετο πῶς τὸν μὲν Θεοφιλίτζην ἄρχοντα περιφανῆ καὶ τοῖς βασιλεῦσι κατὰ γένος προσήκοντα οὔτε προσρήσεως οὔτε δεξιώσεώς τινος κατηξίωσε, τῷ δ’ ἐκείνῳ ὑπηρετοῦντι καὶ προσεφώνησε καὶ τιμῆς μετέδωκεν οὐκ ἀναλολούσης τῇ καταστάσει αὐτοῦ, ἀλλὰ καὶ λίαν ὑπερβαλλούσης αὐτήν. εἴκαζε γάρ, εἰδυῖα τὸν μοναχόν, μὴ ἀλόγως ποιῆσαι τὸ γεγονός. ὁ δὲ ‘‘τὸν μὲν Θεοφιλίτζην ἰδιώτην” εἶπεν ‘‘ἑώρων, βασιλέα δὲ τὸν Βασίλειον, καὶ διὰ τοῦτο καὶ ὡς βασιλέα τὸν ἄνδρα τετίμηκα. ἴσθι γὰρ ὡς πρὸς τοῦ θεοῦ βασιλεὺς ἐκεῖνος ἀφώρισται.” ταῦτα ἀκούσασα ἡ γυνή, ἐπεὶ νοσήσας ἐκεῖ κατελείφθη ὁ Βασίλειος, ἀπάραντος ἐκεῖθεν τοῦ κυρίου αὐτοῦ, προσελάβετό τε αὐτὸν εἰς τὸν οἶκον αὐτῆς καὶ θεραπείας ἠξίωσε, καὶ ἀναρρωσθέντα εἰσποιητὸν ἀδελφὸν τῷ υἱῷ αὐτῆς γενέσθαι πέπεικε, καὶ χρήματα παρέσχεν, εἶτα καὶ τὴν βασιλείαν αὐτῷ προαγορεύει, καὶ ὅτε τεύξεται τῆς ἀρχῆς, μή ἐπιλαθέσθαι τοῦ παιδὸς αὐτῆς ἀξιοῖ μήτ’ αὐτῆς, εἰ τοῖς ζῶσιν ἔτι συγκαταλέγοιτο. ὁ μὲν οὖν Βασίλειος ἐπὶ τούτοις ἀπῆλθεν. ἐκείνη δὲ βασιλεύσαντος ἄρτι πρὸς τὴν βασιλίδα τῶν πόλεων μετὰ τοῦ υἱοῦ παρεγένετο, δῶρα προσαγαγοῦσα πο- λυτελῆ καὶ πολλά · ἣν ἐντίμως ὁ βασιλεὺς προσεδέξατο καὶ τὸν υἱὸν αὐτῆς, ὃν ἀδελφὸν ἐκ πνευματικῆς διαθέσεως, ὡς εἴρηται, ἔσχηκε, πρωτοσπαθάριον τετίμηκε. σεισμῶν δὲ διαφόρων συμβάντων, ἐξ ὧν πολλοὶ ναοὶ διερράγησαν, ὁ βασιλεὺς αὖθις αὐτοὺς ἀνωρθώσατο· οὐ μὴν ἀλλὰ καὶ τὴν δυτικὴ ’ν μεγάλην ἁψῖδα τῆς τοῦ θεοῦ λόγου Σοφίας ῥαγεῖσαν καὶ πεσεῖν τυγχάνουσαν προσδοκήσιμον μηχαναῖς τεχνιτῶν συνέσφιγξέ τε καὶ ἥδρασε. καὶ τῶν Ἰουδαίων πολλοὺς δόσεσι χρημάτων καὶ ὑποσχέσεσι χριστιανοὺς γενέσθαι πέπεικε, καὶ τῷ ἔθνει τῶν Ῥὼςσπεισάμενος εἰς ἐπίγνωσιν ἐλθεῖν τοῦ καθ’ ἡμᾶς μυστηρίου πεποίηκε. συνθεμένοις γὰρ βαπτισθῆναι ἀρχιερεὺς αὐτοῖς ἐστάλη παρὰ τοῦ αὐτοκράτορος. οἶ δὲ μεταθέσθαι μέλλοντες ἐκ τῆς οἰκείας θρησκείας εἰς τὴν καθ’ ἡμᾶς ὤκνουν τε καὶ ἐδίσταζον, καί ‘‘εἰ μή τι θαῦμα ἴδοιμεν” εἶπον πρὸς τὸν ἀρχιερέα “οἷα πολλὰ διδάσκεις αὐτὸς γενέσθαι πρὸς τοῦ Χριστοῦ, οὐκ ἄν ποτε δέξασθαι πεισθείημεν τὸ δόγμα τὸ σόν.” καὶ ὅς‘‘ “αἰτήσασθε” εἶπεν “ὃ βούλεσθε.” κἀκεῖνοι ‘‘τὴν βίβλον” εἶπον ‘‘ἡ τὰ περὶ τοῦ Χριστοῦ διδάσκει, βλητέον εἰς πῦρ· καὶ εἰ διαμείνῃ ἀνάλωτος, πίστις ἔσται ταῦτα ἡμῖν ἀληθῶς εἶναι θεὸν τὸν παρὰ σοῦ κηρυττόμενον.” συνέθετο ποιῆσαι τουτὶ ὁ ἐπίσκοπος· ἀνήφθη πυρκαιά, ἦρε πρὸς οὐρανὸν ὁ ἀρχιερεὺς τὰς χεῖράς τε καὶ τὰ ὄμματα · ‘‘δόξασόν σου” εἶπε “τὸ ὄνομα, Χριστὲ ὁ θεός.” ἐνέθετο τῇ πυρκαιᾷ τὸ ἱερὸν εὐαγγέλιον · τὸ δὲ χρονίσαν ἐν τῇ φλογὶ ἀδιαλώβητον ἔμεινεν. οἶ βάρβαροι ἐξεπλάγησαν, ἐπίστευσαν τῷ κηρύγματι καὶ τελεσθῆναι κατήπειγον τῷ θείῳ βαπτίσματι. ταῦτα μὲν οὖν ταύτῃ συμβέβηκεν.