Ancient Greek · ~18 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.10.1
Not analysed yet
Τέθνηκε μὲν οὖν γηραιὸς ὁ Βασίλειος, τῆς δ’ ἐξουσίας εὐθὺς ὁ ἐκείνου σύγγονος ἐπελάβετο, τὸν Κωνσταντῖνόν φημι ,μικρόν τι ἐκείνου κατὰ τὸν χρόνον τῆς ζωῆς ἐλαττούμενος. ῥᾳθύμου δὲ πεφυκὼς ἤθους καὶ ἀνειμένου ἢ καὶ εἰς ἕξιν ἐλθὼν βίου ἀργοῦ ,οὐδὲ γὰρ ἐκοινώνει αὐτῷ βασιλείου τινὸς ὁ σύγγονος πράξεως, καὶ αὐταρχήσας τοιαύτην εἶχε διαγωγήν ,ὑπ’ ἄλλοις μὲν τὴν τῶν κοινῶν διοίκησιν θέμενος, καὶ τούτοις οὐ τοῖς ἑαυτῶν ἤδη παρασχομένοις δοκίμιον, ἀλλ’ ἀνδράσιν οὐχ ὅτι τῶν εὖ γεγονότων, ἀλλ’ οὐδ’ ἐλευθέρας τύχης τυγχάνουσιν, ἐθνικοῖς δὲ καὶ μὴ δυναμένοις ὀρθοεπεῖν, ἀλλ’ ἀκριβῶς βαρβαρίζουσιν. ἐκεῖνος δὲ τρυφαῖς ἐξέδωκεν ἑαυτόν· ἥττητο γὰρ γαστρὸς καὶ ἀφροδισίων καὶ ἐμεμήνει περὶ τοὺς κύβους τε καὶ τὰ θέατρα, ἀλλὰ μέντοι καὶ περὶ τὰ κυνηγέσια. ἦν δ’ εὐμεγέθης μὲν τὸν ὄγκον τοῦ σώματος καὶ τὴν ἀλκὴν γενναιότατος, δειλὸς δὲ τὴν ἔξιν τὴν ψυχικήν, ὅθεν οὐδὲ πολέμοις κατευνάζειν ἔκρινε τὰς τῶν βαρβάρων ὁρμάς, δωρεαῖς δὲ μᾶλλον καὶ ἀξιώμασι. τοὺς δ’ ὑπηκόους καὶ ἐκ ψιλῆς ὑπονοίας ἐκόλαζε, καὶ διαβολαῖς ῥᾳδίως ὑπεῖχε τὸ οὖς, καὶ πρὸς θυμὸν ὑπῆρχεν ὀξύρροπος, οὐ κατὰ τὸν ἀδελφὸν δ’ ἐμηνία, οὐδ’ ἐνέμενε τῇ ὀργῇ, ἀλλὰ ῥᾷον εἰς τὴν ἀντίρροπον διάθεσιν μετε- τίθετο καὶ ἠνιᾶτο κακῶς τινα διαθέμενος. πολλοὺς δὲ τιμωρούμενος τοῦ φωτὸς ἐστέρει τοὺς πλείονας, ἐκκόπτων σφίσι τὰ ὄμματα καὶ κουφοτέραν τῶν ἄλ- ταύτην τὴν κόλασιν ἔκρινε, καὶ ταύτῃ ἐκέχρητο μᾶλλον, ὡς ἀπράκτους ποιούσῃ τοὺς καταδικαζομέ- νοῦς αὐτῇ. γυναικὶ δὲ νέος ὢν συζυγεὶς Ἑλένῃ τῇ θυγατρὶ Ἀλυπίου, ἀνδρὸς τῶν ὑπὲρ λίαν τότε τυγ- χάνοντος, τρία ἐξ ἐκείνης ἔσχε θυγάτρια, καὶ τὴν μὲν θανάτῳ ἀπέβαλεν, αἱ δὲ παῖδες αὐτῷ ἐν τοῖς βασιλείοις ἦσαν τρεφόμεναι. ὧν ἡ μὲν πρεσβυτέρα Εὐδοκία λοιμικῷ τὸ κάλλος λωβηθεῖσα νοσήματι, θελήματι τῷ θεῷ καθιέρωτο· αἱ δέ γε λοιπαὶ ἦσαν παρὰ τῷ πατρὶ αὐταρχήσαντι, μηδέν τι περὶ αὐτῶν πατρὶ προσῆκον λογισαμένῳ. τὴν χεῖρα δ’ ὢν ἐλευ- οὐκ ὀρθῶς ἐχρῆτο τῇ ἀρετῇ ,ὅθεν καὶ εἰς τὰς ἀντιθέτους κακίας ἐξέπιπτε. τοῖς μὲν γὰρ περὶ αὐτόν, οἳ βάρβαροι ἦσαν, ἀνδράποδα, ἅπερ αὐτὸς ἐκτήσατο καὶ ἐξέτεμε καὶ θαλαμηπόλους καὶ κατευνα- στῆρας ἐκέκτητο ,ὃς καὶ τιμῶν καὶ ἀρχῶν τῶν πρώ- ἠξίωσεν, ἁμάξαις ὅλαις ἐχορήγει τὰ χρήματα, τοῖς δ’ ἄλλοις πεφεισμένως ἄγαν τὴν χεῖρα προἐ- τεῖνε. τὰ μὲν οὖν τῆς γνώμης οὕτως εἶχε τούτῳ τῷ αὐτοκράτορι. τὰ δ’ ἐκτὸς συμπεσόντα διεξίτω ὁ λόγος. οἱ Πατζινάκαι, Σκύθαι δ’ οὗτοι ὡς ἔμπρο- εἴρηται, διαβάντες τὸν Ἴστρον ,τῇ χώρᾳ τῆς ἀντεπελθὼν οὐ μικρῶς ἐλυμήναντο. ἀλλὰ τούτοις ἀντεπελθὼν Κωνσταντῖνος ὁ Διογενὴς ὁ τοῦ Σιρ- μίου κρατῶν, ὃς καὶ δοὺξ ὠνομάσθη τῆς Βουλγα- ρίας, ἐτρέψατό τε αὐτοὺς καὶ ἠρεμεῖν ἠνάγκασε τὸν Ἴστρον διαπεράσαντας. τοῦ βασιλέως δὲ Βασιλείου θανόντος δύο ἐνιαυτῶν ἦσαν φόροι ἀνείσπρακτοι· ἐδίδου γὰρ ἐκεῖνος ὑπέρθεσιν ταῖς εἰσπράξεσι, φειδόμενος τῶν ὑποτελῶν, οὗτος δὲ τὰ τῶν παρελθόντων ἐνιαυτῶν καὶ τὰ τῶν ἐφ’ οἶς αὐτὸς ἦρξε τριῶν ὄντων ἀσυμπαθῶς εἰσεπράξατο ,καὶ ταῦτα αὐχμοῦ συμβάντος πολλοῦ ἐφ’ ὅλῳ τῷ χρόνῳ τῆς βασιλείας αὐτοῦ. ὅθεν οἱ πένητες ἐξετρίβησαν. στόλον δὲ τῶν Ἀγαρηνῶν κατὰ τῶν λεγομένων Κυκλάδων νήσων ἐκπεπλευκότα ὁ τῆς Σάμου στρατηγὸς κατηγωνίσατο, δώδεκα μὲν νῆας αὐτάνδρους ἐλῶν, τὰς δὲ λοιπὰς σκεδασθῆναι πεποιηκώς. ἤδη δ’ ἐς γήρας ἐλάσας ὁ αὐτοκράτωρ βαθύ, καὶ τῷ ἐκ τούτου μαρασμῷ καὶ νόσον τινὰ συνεισπεσοῦσαν τῷ σώματι ἐσχηκώς, περὶ τοῦ διαδεξομένου τὸ κράτος ἐσκέπτετο. ἔγνω τοίνυν τὸν πατρίκιον Κωνσταντῖνον τὸν Δαλασσηνὸν ἐπὶ μιᾷ τῶν θυγατέρων κηδεστὴν ποιήσασθαι καὶ τῆς βασιλείας διάδοχον, καὶ στέλλει τὸν αὐτὸν ἄξοντα, ἐν τῷ τῶν Ἀρμενιακῶν θέματι τὴν κατοικίαν ποιούμενον · ἀλλὰ μήπω τοῦ ἀνδρὸς ἐκείνου ἀφικομένου ἑτέρας γίνεται γνώμης ὁ Κωνσταντῖνος, καί τινα τῶν ἐν τέλει ἄνδρα εὐγενέτην τε τὰ ἐξ αἵματος καὶ ἀνηγμένον εἰς τὴν τοῦ ἐπάρχου ἀρχὴν αἴρει πρὸς τὴν διαδοχὴν καὶ πρὸς κῆδος τῶν θυγατέρων μιᾶς. ἀλλ’ εἶχέ τι πρὸς ἔκβασιν ἡ αἵρεσις πρόσαντες· γυναικὶ γὰρ ὁ λαμπρὸς ἐκεῖνος συνεβίου ἀνήρ· ἦν δ’ οὗτος ὁ κατὰ τοὺς Ἀργυροὺς ῾Ρωμανός. τί γοῦν πρὸς τοῦτο μηχανᾶται ὁ βασιλεύς; σκήπτεται κατὰ τοῦ ἀνθρώπου χόλον καὶ τοῦτον ἐπαχθῆ τε καὶ βίαιον, καὶ στέλλει τοὺς ἐκεῖνον μὲν ἐπὶ κολάσει ἀπάξοντας, τῇ δ’ αὐτῷ συνοικούσῃ κεροῦντας τὴν τρίχα καὶ ἐφ’ ἑτέραν ζωὴν μεταστήσον- τὰς. ἡ δὲ τὸ σκηνουργούμενον ἀγνοήσασα ἑτοίμως ἑαυτὴν παρέσχε πρὸς τὴν τοῦ βίου ἀπαλλαγήν· ἡ μὲν οὖν τὴν κόμην τε ἀπετμήθη καὶ μέλανα μετημφίαστο, ὁ δὲ μετήχθη πρὸς τὰ βασίλεια, καὶ ἡ δευτέρα τῶν θυγατέρων τοῦ Κωνσταντίνου συζεύγνυται αὐτῶ πρὸς συμβίωσιν. ἡ γὰρ τρίτη διὰ τὸ τὴν ἐκείνου εὐνἐτειραν ἄκουσαν διαζυγῆναι αὐτοῦ παραιτήσασθαι τὴν μετ’ αὐτοῦ συμβίωσιν λέγεται. καὶ ὁ μὲν συνήρμοστο τῇ Ζωῇ, ὁ δὲ βασιλεὺς Κωνσταντῖνος τρεῖς ἐπιβιοὺς βιοὺς ἡμέρας τῇ συνοικήσει αὐτῶν ἀπέτισε τὸ χρεών, ἑβδομηκοντούτης καὶ πρὸς γεγονώς, ἐνιαυτοὺς δὲ τρεῖς ἑνός ἐνδέοντος μηνὸς τῆς βασιλείας κατορχησάạενος.