Ancient Greek · ~17 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.11.1
Not analysed yet
῾Ρωμανὸς δὲ λοιπόν, ὃς Ἀργυρόπωλος ἐκαλεῖτο, τῶν σκήπτρων ἐπιλαμβάνεται καὶ αὐτίκα τὸ ἀλληλέγγυον φορολόγημα ῥιζόθεν ἐξέκοψε, καὶ τοῖς τοῦ θεοῦ ὑμνῳδοῖς τοῖς τῇ μεγάλῃ ἐκκλησίᾳ κεκληρωμένοις τὴν ἐκ τῶν βασιλείων ταμείων χορηγουμένην τῶν χρυσίνων διανομὴν προσθήκῃ ἐπηύξησεν, εἰδὼς ἐνδεῶς αὐτοῖς ἔχειν τὰ χορηγούμενα. γέγονε γάρ ποτε τῆς τοῦ θεοῦ λόγου ἐπωνύμου Σοφίας μέγας οἰκονόμος, ἐπεὶ τῷ βασιλεῖ ἀνεῖτο πρόσθεν οἰκονόμον τῆς ἐκκλησίας ταυτησὶ προχειρίζεσθαι, καὶ τοὺς διὰ χρέα δημόσια καθειργμένους ἤ καὶ ἰδιωτικὰ ἠλευθέρωσε, τὰ μὲν ἀποτιννύς, τὰ δὲ δημόσια ἀφιείς, καὶ χρημάτων πολλῶν διάδοσιν ἐποιήσατο ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τοῦ πενθε- ροῦ αὐτοῦ καὶ αἰχμαλώτους πλείστους ἐπρίατο, καὶ ὅσοι τῶν ἐπισκόπων ἐκ τοῦ ἀλληλεγγύου φορολογήματος εἰς ἔνδειαν συνηλάθησαν, παρ’ αὐτοῦ ἀνεκτήθησαν, καὶ τοὺς κακωθέντας παρὰ τοῦ τελευτήσαντος βασιλέως ἢ ἐν πηρώσεσι μελῶν ἢ ἐν δημεύ- σεσιν οὐσιῶν ἢ ἀλλοίως παρεμυθήσατο. ὑποπτευθεὶς δὲ ὁ μάγιστρος προυσιανὸς ὁ Βούλγαρος λάθρᾳ τῇ τῆς Αὐγούστης Ζωῆς ἀδελφῇ τῆ Θεοδώρᾳ κοινολογεῖσθαι καὶ τῇ βασιλείᾳ ἐποφθαλμεῖν ,συλλαμβάνεται καὶ φρουρεῖται, εἶτα καὶ πηροῦται τοὺς ὀφθαλμούς, καὶ ἡ Θεοδώρα εἰς τὸ Πετρίον περιορίξεται, καὶ ὁ ἐπ’ ἀδελφιδῇ δὲ τοῦ βασιλέως γαμβρὸς κατηγορηθείς, ὁ Διογενὴς ,ὡς τυραννίδα μελετῶν κατηγορηθείς, δεσμευθεὶς ἐν πύργῳ καθείργνυται. τοῦ μέντοι τῆς Ἀβασγίας ἡγεμονεύοντος Γεωργίου θανόντος ἡ τούτου σύζυγος σπονδὰς ἐζήτησε καὶ σύνοικον τῷ υἱῶ. καὶ ὁ βασιλεὺς τάς τε σπονδὰς ἀνεκαίνισε καὶ τὴν παῖδα Βασιλείου τοῦ ἀδελφοῦ αὐτοῦ τὴν Ἑλένην νύμφην εἰς Ἀβασγίαν ἀπέστειλε, τὸν νυμφίον Παγκράτιον κουροπαλάτην τετιμηκώς. ὁ δὲ βασιλεὺς κατὰ τοῦ χαλεπ’ ὁρμῆσαι, ὃ καὶ Βέρροια λέγεται, ἠβούλετό τε καὶ ἡτοιμάζετο. πολλὰς γὰρ τῶν πόλεων τῆς τε Φοινίκης καὶ τῆς Συρίας τοῦ Νικηφόρου καὶ τοῦ Ἰωάννου τῶν βασιλέων ὑπαγαγόντων τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ, ὁ μετ’ ἐκείνους Βασίλειος σχολάζων ταῖς κατὰ Βουλγάρων μάχαις καιρὸν οὐκ ἔσχε τὰς ἑαλωκυίας ἀσφαλίσασθαι πόλεις · αἶ δ’ ὅμως, μέχρι μὲν περιῆν ἐκεῖνος, οὐκ ἐτόλμων εἰς προῦπτον τὸν τῆς δουλείας ζυγὸν ἀποσείσασθαι. τοῦ δὲ Κωνσταντίνου τῶν σκήπτρων ἐπειλημμένου καὶ ἀνειμένως τὴν βασιλείαι· ἰθύνουτος, οἱ τῆς Ἄγαρ ἀπόγονοι τοῦτον εἶναι τὸν καιρὸν γνόντες πρὸς τὸ μελετώμενον αὐτοῖς ἐπιτήδειον, τοῖς τῶν πόλεων φρουροῖς ἐπιτίθενται ,καὶ τούτους ὢ διαχειρισάμενοι αὐτοὶ τῶν πόλεων γεγόνασιν ἐγκρατεῖς. ὁ δὲ τοῦ χαλεπ’ ἀρχηγὸς καὶ ἐκδρομὰς ποτούμενος συνεχεῖς αὐτήν τ’ ἑ τὴν Ἀντιόχειαν καὶ ὅσα πρόσοικα ἔθνη τῇ Σύρων γῇ καὶ τοῖς Ῥωμαίοις ὑπήκοα ἐληίζετο. ᾧ ἀντιπαραταξάμενος ὁ τῆς Ἀντιοχείας δούξ, ἔτι περιόντος τοῦ αὐτοκράτορος Κωνσταντίνου, αἰσχρῶς ἡττήθη, καὶ τοὺς πλείους τῶν σὺν αὐτῷ ἀποβεβληκὼς μόλις ἠδυνήθη φυγεῖν ἐκεῖνος. τοῦτον ὁ Ῥωμανὸς ἀφελόμενος τὴν ἀρχὴν προεχειρίσατο ἕτερον · ἐξώρμησε δὲ κἀκεῖνος, καὶ ἀπιόντι προσίασι πρέσβεις μετὰ δώρων πολυτελῶν πρὸς τοῦ Χαλεπίτου ἀπεσταλμένοι, αἰτούμενοι συγγνώμης τυχεῖν καὶ τὴν δουλείαν ἀνανεώσασθαι καὶ ἀποδοῦναι τὰς εἰσφοράς, αἵπερ ἔτυχον ὑστερήσασαι, καὶ ταύτας ἐτησίως εἰσφέρειν μετ’ εὐγνωμοσύνης εἰς τὸ ἐπιόν. ὁ δέ, καίτοι πολλῶν καὶ στρατηγίαις ἐπιφανῶν ἀποτρεπόντων αὐτῷ τὴν εἰς τὰ πρόσω φορὰν ὡς ἀσύμφορον καὶ σπείσασθαι συμβουλευόντων, βουλευόντων, οὐκ ἀνείργετο τῆς ὁρμῆς, ἀλλὰ ῥᾷον κρατῆσαι τῶν Ἀγαρηνῶν ἐφαντάζετο, καὶ τοῦτο κατωρθωκὼς μέγα τι καὶ ὑπέρογκον ᾤετο ἑαυτῷ περιποιήσασθαι σεμνολόγημα. ἄπεισιν οὖν ἐν Συρίᾳ καὶ βάλλεται χάρακα. Ἄραβες δέ, αὐτόσκευοί τινες ἄνθρωποι καὶ τολμητίαι κέλητες, ἐφ’ ἵππων ὠκυπόδων γυμνοὶ ἑκατέρωθεν ἐλόχων τοῦ χάρακος, καὶ τοὺς εἰς συλλογὴν ἀπιόντας χιλοῦ ὕδατός τε ἀρδείαν ἐκθορόντες ἀνῄρουν ἢ καὶ συνήρπαζον, ὡς τούς τε στρατιώτας καὶ τὴν ἵππον αὐτῶν ἀπειρηκέναι ’ναι τῷ δίψει. εἶτα συνηθέστεροι γεγονότες ταῖς ἐκδρομαῖς πρὸς τοὺς Ῥωμαίους οἱ Ἄραβες καὶ οἷον καταγνόντες δειλίαν αὐτῶν, ἀθρόον ἀπὸ τῶν μετεώρων ἐξωρμηκότες καὶ βαρβαρικὸν ἀλαλάξαντες, καὶ πλήθους φαντασίαν ἀπεργασάμενοι τῷ μὴ συνασπισμὸν τηρεῖν ,ἀλλὰ διεσπασμένως ἐκτρέχειν καὶ ἐπιέναι ἀσυντάκτως τῷ χάρακι, ἐκδειματοῦσιν ἅπαν τὸ στρατιωτικὸν καὶ εἰς φυγὴν τρέπουσι, καὶ κἂν ἑάλω καὶ ὁ αὐτοκράτωρ αὐτός ,τῆς περὶ αὐτὸν ἐκταραχθείσης φρουρᾶς καὶ λελοιπυίας ἀφρούρητον τὸν φρουρούμενον ,εἰ μή τις αὐτὸν ἐπὶ τὸν ἵππον ἀνέβαλε καὶ φεύγειν ἐπέρρωσεν ἐκπεπνευκότα τῷ δέει μικροῦ. ἀπῄεσαν μὲν οὖν οἶ Ῥωμαῖοι ἀτάκτως ὡς ἕκαστος ἔτυχε θέοντες. οἱ δὲ βάρβαροι τὸ παράλογον τῆς τροπῆς τεθηπότες ,κατὰ τῶν ἀποδιδρασκόντων οὐκ ἐπεξέθεον ,ἀλλὰ κατὰ τοῦ χάρακος ἔθεον, ὀλίγους τῶν ἐπιφανεστέρων ζωγρήσαντες, καὶ τήν τε σκηνὴν διηρπάκασι τὴν βασίλειον, μεστὴν οὖσαν πλούτου παντοδαποῦ καὶ πολυτελείας βασιλικῆς, καὶ τὴν ἄλλην ἀποσκευὴν ἐφ’ ἑαυτοὺς ἀναθέμενοι ἐπανέξευξαν.