Ancient Greek
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.15.1
Not analysed yet
Τοῦ δὲ τῆς Αἰγύπτου κρατοῦντος Ἄμερ θανόντος ἡ ἐκείνου γυνή, χριστιανὴ οὖσα, σπείσασθαι σὺν τῷ υἱῷ μετὰ Ῥωμαίων ἐζήτησε· καὶ ὁ βασιλεὺς ἐκύρωσε μετ’ αὐτῆς τριακοντούτεις σπονδάς. ἀδελφοὶ δὲ δύο Σαρακηνοὶ τῆς Σικελίας κρατοῦντες πρὸς ἀλλήλους ἔσχον διαφοράς, ὧν θάτερος τῷ βασιλεῖ Ῥωμαίων προσπέφευγε, συμμαχίαν αἰτῶν. στέλλεται τοίνυν ὁ πατρίκιος Γεώργιος ὁ Μανιάκης ἐπικουρήσων αὐτῷ, Λογγιβαρδίας προχειρισθεὶς στρατηγός. μήπω δὲ τὴν Σικελίαν λίαν καταλαβόντος τοῦ Μανιάκη οἱ ταύτης ἄρχοντες σύγγονοι πρὸς ἀλλήλους ἐσπείσαντο καὶ καταλαβόντα τὸν Μανιάκην ἀπελάσαι τῆς νήσου διεμελέτων, καὶ συμμαχίαν ἐξ Ἀφρικῆς μετεπέμψαντο. συρραγέντος δὲ πολέμου τὸ Ῥωμαϊκὸν ἐκράτησε στράτευμα, καὶ φόνου πολλοῦ τῶν Καρχηδονίων γεγονότος πόλεις μὲν πρότερον ἐξεπόρθησαν δέκα ἐπὶ τρισίν, εἶτα κατὰ μικρὸν προβαίνων ὁ Μανιάκης καὶ πᾶσαν τὴν Σικελίαν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσήγαγε. μικροῦ δ’ ἂν ἑάλω ἡ Ἔδεσσα, δόλῳ τ’ αὐτὴν τῶν Ἀράβων μελετησάντων χειρώσασθαι. δώδεκα γὰρ αὐτῶν ἄρχοντες ἐπαγόμενοι καμήλους πεντακοσίας, ὧν ἑκάστη κιβώτια δύο ἐπήχθιστο, ἧκον εἰς Ἔδεσσαν· ἕκαστον δὲ τῶν κιβωτίων ὁπλίτην εἶχεν ἐντός· ἔλεγον δὲ ἀπιέναι πρὸς βασιλέα δῶρα κομίζοντες, καὶ ἐβούλοντο, εἰ παραχωρηθεῖεν ἔνδον εἰσαγαγεῖν τὰ κιβώτια, νυκτὸς τοὺς ἐν αὐτοῖς ὁπλίτας ἐξαγαγεῖν καὶ τὴν πόλιν ἑλεῖν. εἰσελθόντας οὖν πρὸς τὸν τῆς πόλεως στρατηγὸν τοὺς ἄρχοντας φιλοτίμως ἐκεῖνος ἐδέξατο. οἱ δ’ ἐκείνοις ὑπηρετοῦντες μετὰ τῶν καμήλων ἔτι τῆς πόλεως ἦσαν ἔξω. προσαίτης δέ τις Ἀρμένιος, εἰδὼς καὶ τὴν Ἀράβων διάλεκτον, προσῆλθε τοῖς ἐκτὸς αὐλιζομένοις Ἄραψι μεταιτήσων. ἤκουσεν οὖν ἐκ κιβωτίου τινὸς ὅποι εἰσὶν ἐρωτῶντος καὶ εἰς τὴν πόλιν ἐλθὼν ἀπήγγειλε τὸ δρᾶμα τῷ στρατηγῷ. ὁ δὲ τοὺς μὲν ἄρχοντας τῶν Ἀράβων εὐωχουμένους ἐν τῇ πόλει κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν περὶ αὐτὸν ἐξελθὼν καὶ τὰ κιβώτια διαρρήξας τοὺς ἐν αὐτοῖς ὁπλίτας ἀπέκτεινεν ἅπαντας, καὶ εἰς τὴν πόλιν αὖθις ὑπονοστήσας τοὺς μὲν λοιποὺς τῶν ἀρχόντων αὐτῶν μαχαίρας ἔθετο ἔργον, ἑνὸς δὲ τὰς χεῖρας ἀποτεμὼν τὰ ὦτά τε καὶ τὴν ῥῖνα ἀφῆκεν, ἔνα τοῖς οἴκοι τὴν συμφορὰν καταγγείλειεν. ὁ δὲ Καρχηδόνιος τὸν ὄλεθρον τῶν ὑπ’ αὐτοῦ πεμφθέντων εἰς Σικελίαν μαθών, καὶ αὐτὸς εἰς τὴν νῆσον ἐστράτευσε μετὰ δυνάμεως πλείονος. καὶ ὁ Μανιάκης ἀντιστρατοπεδεύεται τοῖς Ἀγαρηνοῖς, καὶ τῷ τοῦ στόλου κατάρχοντι τῷ πατρικίῳ Στεφάνῳ τῷ τοῦ βασιλέως γαμβρῷ, συνέσταλτο γὰρ καὶ οὗτος αὐτῷ μετὰ τοῦ στόλου, ἀσφαλῶς τηρεῖν ἐνετείλατο τὴν παράλιον, ἴνα μὴ ἡττηθεὶς ὁ Καρχηδόνιος ἀποδρᾶναι δυνήσεται. μάχης τοίνυν συστάσης, πλῆθος μὲν τῶν Ἄφρων ἀνῄρητο σχεδόν τι κρεῖττον καὶ ἀριθμοῦ, ὁ δ’ αὐτῶν ἀρχηγός, διαδρὰς ἐκ τῆς μάχης καὶ κελητίῳ ἐμβεβηκὼς λαθών τε τοὺς ἐν τῶ στόλῳ, οἴκαδε διασέσωστο. τοῦτο τῷ Μανιάκῃ ἐν συμφορᾶς ἥγητο μέρει, καὶ τῷ τοῦ στόλου ἄρχοντι ἐλοιδορεῖτο. τοῦ δὲ τῇ συγγενείᾳ τῇ βασιλικῇ πεποι -καὶ δυσχεράναντος πρὸς τὰς ὕβρεις, θυμῷ ληφθεὶς ὁ Μανιάκης καὶ πληγὰς ἐντείνει αὐτῷ. ὁ δὲ αὐτίκα γράφει τῷ ἀδελφῷ Ἰωάννῃ τῷ ἐκτομίᾳ, ὀρφανοτρόφῳ ὀνομασθέντι, ἀποστασίᾳ ἐπιχειρεῖν τὸν Μανιάκην. ἐντεῦθεν ὁ μὲν Μανιάκης δέσμιος ἐκεῖθεν ἀχθεὶς φυλακῇ παρεδόθη, ἡ πᾶσα δὲ ἀρχὴ ὑπὸ τὸν Στέφανον γέγονε. καὶ ἡ νῆσος οὐκ εἰς μακρὰν περιελήλυθε τοῖς Ἀγαρηνοῖς ἀπειρίᾳ καὶ ῥᾳθυμίᾳ τοῦ ἄρχοντος καὶ πρὸ τούτων αἰσχροκερδείᾳ, μόνης τῆς Μεσσήνης, πόλις δὲ αὕτη τῶν Σικελικῶν, περιλειφθείσης Ῥωμαίοις, καὶ ταύτης τοῦ ἐν αὐτῇ ἄρχοντος στρατηγίᾳ· οὗτος δ’ ἦν ὁ Κεκαυμένος Κατακαλών· οὐ γὰρ τὴν πόλιν μόνον περιεφύλαξεν, ἀλλὰ καὶ χιλιάδας ἀνεῖλε τῶν ἐναντίων. ὁ δὲ τοῦ βασιλέως ἀδελφὸς ὁ ἐκτομίας Ἰωάννης, δριμύτατον τρέφων ἔρωτα τοῦ προστῆναι τῆς ἐκκλησίας, ἐνίους τῶν ἀρχιερέων προσηταιρίσατο· καὶ οἱ αὐτῷ ἐπηγγέλλοντο καθαιρῆσαι τὸν πατριάρχην Ἀλέξιον, ὡς οὐ ψήφῳ κοινῇ προχειρισθέντα, ἀλλ’ ἐξουσίᾳ βασιλικῇ. ὁ δὲ “εἰ οὐ κανονικῶς, ὥς φατε, γέγονα πατριάρχης” ἀντέθετο, ‘‘καὶ ὅσοι παρ’ ἐμοῦ ἐχειροτονήθησαν, καθαιρεθήτωσαν σὺν ἐμοί.” τοῦτο τοὺ ’ς λοιποὺς τῶν ἀρχιερέων στασιάσαι κατὰ τῶν τοῦ πατριάρχου κατηγορούντων ἠρέθισε, καὶ ἔμεινεν ἀτέλεστος ἡ τοῦ ὀρφανοτρόφου ἔφεσις. πολλαῖς δὲ καὶ ἀσυνήθεσιν εἰσπράξεσιν οὗτος ἐξέτρυχε τὸ ὑπήκοον, ποριμώτατος ἐν τοιούτοις γενόμενος. τῆς γοῦν ἀδελφῆς αὐτοῦ Μαρίας, ἡ μήτηρ ἢν τοῦ ὕστερον βασιλεύσαντος Μιχαὴλ τοῦ Καλαφάτου, δι’ εὐχὴν εἰς Ἔφεσον ἀπελθούσης, κἀκεῖθεν ἐπανελθούσης καὶ διηγουμένης ὅσα πάσχοιεν οἱ πένητες τὰς καινὰς δασμοφορίας πραττόμενοι, καὶ ἀξιούσης ἀνεθῆναι τοῖ ὑπηκόοις τὸ τοῦ ἄχθους πολύ, ὁ ὀρφανοτρόφος ἐπικαγχάσας “ὡς γυνὴ φρονεῖς” ἀνταπεκρίθη αὐτῇ ‘‘μὴ εἰδυῖα ὅσων ἡ πολιτεία δεῖται ἀναλωμάτων.” οὗτος ἐπιβουλευθῆναι λέγεται παρὰ τῆς βασιλίσσης Ζωῆς. φαρμακεῦσαι γὰρ αὐτὸν καθαρσίῳ τοῦ ἰατροῦ μέλλοντος, ἀναπεῖσαι τὸν φαρμακεύοντα δώροις καὶ ὑποσχέσεσι διά τινων τὴν βασίλισσαν ἀντὶ σωτηρίου προσενεγκεῖν αὐτῷ δηλητήριον· γνωσθέντος δὲ τοῦ ἐπιχειρήματος διαδρᾶναι τὸν κίνδυνον. ἀλλ’ οὕτω μὲν παρὰ τοῦ ὀρφανοτρόφου Ἰωάννου τὰ κοινὰ ᾠκονόμητο· οὐ μεῖον δ’ ἐκείνου οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλὰ μέντοι καὶ μᾶλλον ἐκάκουν ξύμπαντας, ἀδικώτατοι ὄντες καὶ φιλοχρηματώτατοι, οἶς διὰ ταῦτα καὶ ὁ βασιλεὺς ἀπηχθάνετο, ἀναστεῖλαι δὲ τὴν κακίαν αὐτοῖς οὐ συνεχωρεῖτο παρὰ τοῦ μείζονος ἀδελφοῦ τοῦ ἐκτομίου Ἰωάννου, ποτὲ μὲν παραιτουμένου αὐτοὺς ποτὲ δὲ τὰς αὐτῶν πράξεις περικαλύπτοντος καὶ οὐκ ἐῶντος εἰς γνῶσιν ἥκειν τῷ αὐτοκράτορι.