Ancient Greek · ~21 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.14.1
Not analysed yet
Τοῦτον μὲν οὑν τοιοῦτον κατειλήφει τὸ τέρμα τῆς βιοτῆς. ἡ δὲ βασιλὶς ὅλη τοῦ τὸν Μιχαὴλ ἐγκαθιδρῦσαι τῷ θρόνῳ τῆς βασιλείας ἐγένετο, καὶ τῶν περὶ αὐτὴν τῶν πατρῴων δηλαδὴ θεραπόντων αὐτῆς ἀναβολῇ τὸ πρᾶγμα δοῦναι καὶ σκέψει συμβουλευέντων, ἡ δὲ οὐκ ἠνείχετο, κατεπειγομένη πρὸς τὴν τελεσιουργίαν καὶ παρὰ τοῦ ἐκτομίου Ἰωάννου τοῦ συγγόνου τοῦ Μιχαήλ, λάθρᾳ πρὸς αὐτὴν ὑποψιθυρίσαντος ὡς “ἀπολούμεθα αὐτίκα, εἰ βραχεῖ τινι καιρῷ τὸ ἀποτέλεσμα βραδυνεῖ.” λαβοῦσα τοίνυν εὐθὴς τὸν Μιχαήλ, καὶ στολὴν αὐτῷ περιθεμένη βασίλειον καὶ διαδήματι τὴν ἐκείνου κεφαλὴν αὐτὴ ἀναδήσασα καὶ ἐπὶ θώκου βασιλικοῦ καθιδρύσασα, καὶ αὐτὴ παρακαθισαμένη ,πᾶσι τοῖς τότε παροῦσι καὶ εὐφημεῖν καὶ προσκυνεῖν προετρέπετο. οἱ δὲ καὶ τότε αὐτίκα νυκτὸς τὴν ἱεροτελεστίαν τὴν γαμικὴν ἐπ’ αὐτοῖς γενέσθαι ἱστόρησαν, τοῦ πατριάρχου Ἀλεξίου ἀφικομένου πρὸς τὰ βασίλεια, καὶ τὸν μὲν Ῥωμανὸν τεθνεῶτα καταλαβόντος, τὸν δέ γε Μιχαὴλ ἔτι τὰ ἐπὶ τῇ βασιλείᾳ τελούμενον. ἤδη δὲ καὶ τοῖς ἔξω διαδοθέντος τοῦ γεγονότος, καὶ πάσα ἡ πόλις τὸν νέον ἀνηγόρευεν αὐτοκράτορα, τὸ μὲν αὐτῷ χαριζόμενοι ,τὸ δ’ ὅτι τὸν ἀπιόντα ἀπεφορτίσαντο χαίροντες. ἡ μὲν οὖν βασιλὶς ᾤετο βουλεύσασθαι ἄριστα καὶ ἑαυτῇ τὴν πᾶσαν ἐξουσίαν περιποιήσασθαι καὶ τὸν Μιχαὴλ ὑπηρέτην ἕξειν· τὸ δέ τι ἑτεροῖον συμβέβηκε. μέχρι μὲν γάρ τινος ἐσχηματίζετο τηρεῖν τὴν πρὸς τὴν βασιλίδα διάθεσιν καὶ ταύτῃ χαρίζεσθαι καὶ τὰ ἐκείνῃ θυμήρη ποιεῖν ,εἶτα οὐκ εἰς μακρὰν ἐκτεῖναι τὴν προσποίησιν ἀνασχόμενος μεθαρμόττεται, καὶ ὑποπτεύει αὐτὴν καὶ δείσας περὶ ἑαυτῷ μεθίστησι μὲν τῶν βασιλείων τοὺς ἐκτομίας τοὺς αὐτῆς πατρῴους θεράποντας καὶ τὰς αὐτῇ συνήθεις θεραπαίνας αὐτῆς διαιρεῖ, ἑτέρας δ’ αὐτῇ πρὸς θεραπείαν ἀντικαθίστησι. καὶ ἐπὶ τούτοις τὴν γυναικωνῖτιν αὐτῇ ἀποφράγνυσι καὶ φρουρὰν περιίστησι, καὶ οὐδενὶ προσιέναι ταύτῃ παρακεχώρητο, εἰ μὴ τὸν προσιόντα ὁ φρούραρχος κατεξήτασεν ὅθεν ἥκοι καὶ τίνος δεόμενος παραγένοιτο. ἐδεδίει γὰρ οἴκοθεν ἔχων τοῦ δέους τὰς ἀφορμάς. εἰς ταῦτα δ’ ἐνάγεσθαι πλέον ὁ Μιχαὴλ λέγεται παρὰ τοῦ συμγόνου γόνου αὐτοῦ Ἰωάννου τοῦ ἐκτομίου. ἦν γὰρ καὶ δεινὸς ὁ ἄνθρωπος καὶ δραστήριος καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πρὸς τοὺς ἐντυγχάνοντας ποικιλλόμενος, περισπερχής τε καὶ πρὸς φροντίδων ὄγκον ἀκάματος, καὶ οὐδὲ γαστριζόμενος οὐδὲ περὶ τὸν ἄκρατον λιχνευόμενος οὐδὲ ἡττώμενος οἴνου τῆς περὶ τὰς δημοσίας διοικήσεις καθυφίει σπουδῆς. τὰ μὲν οὖν περὶ τὴν βασίλισσαν ᾠκονόμητο οὑτωσί, ὁ δὲ Μιχαὴλ τῆς τῶν κοινῶν πραγμάτων οἰκονομίας ἀντείχετο. εἶτα τῷ μὲν ἐκραταιοῦτο ἡ νόσος ,ἣν οἶ μὲν ἐκάλουν δαιμόνιον μήνιμα διὰ τὴν ἐπιορκίαν ἐνσκῆψαν αὐτῷ καὶ συμπνῖγον τὸν ἄνθρωπον ,ὡς πάλαι δὴ τὸν Σαούλ, οἱ δὲ μανίαν τε καὶ παραφοράν· ὁ δ’ ἐκτομίας Ἰωάννης τὴν ὅλην ἀνεδέξατο τῆς βασιλείας κυβέρνησιν, μοναχικὸν μὲν πάλαι σχῆμα ἐπενδυθείς, τοῦτο δὲ τηρῶν ἄχρι μόνου τοῦ σχήματος. Κωνσταντῖνος δὲ πατρίκιος ὁ Δαλασσηνός, οἴκοι διατρίβων καὶ περὶ τοῦ νέου βασιλέως πυθόμενος, δυσανασχετῶν ἦν ὅτι εἰς ἄνδρα τοιοῦτον ἡ βασιλεία περιέστη ῾Ρωμαίων. τοῦτο θορύβου τοὺς περὶ τὸν βασιλέα ἐμέστωσε, πτοηθέντας μήποτε ὁ Δαλασσηνὸς τυραννίδι ἐπίθηται. καὶ στέλλει ὁ Ἰωάννης τὸν ὅρκοις αὐτὸν βεβαιώσοντα ὡς οὐδενὸς ἀνιαροῦ πειραθήσεται καὶ πείσοντα τὸν ἄν- δρα τῷ βασιλεῖ προσελθεῖν. καὶ ὁ μὲν προσῆλθε, καὶ ὁ βασιλεὺς αὐτὸν ἀσπασίως προσήκατο καὶ ἐδεξιώσατο δωρεαῖς καὶ μείζονι ἀξίᾳ τετίμηκε καὶ ἐν τῇ πόλει διάγειν ἐκέλευσε. Νικητὰς δὲ ὁ τοῦ βασιλέως ὁμαίμων, δοὺξ τῆς ἐπὶ τῇ Δάφνῃ Ἀντιοχείας προχειρισθείς, εἴρχθη παρὰ τῶν Ἀντιοχέων τῆς εἰς τὴν πόλιν εἰσόδου. πράκτορα γάρ τινα τῶν δημοσίων τελῶν, ὡς αὐτοῖς φορτικῶς προσενηνεγμένον, ἀνελόντες οἱ τῆς Ἀντιοχείας πολῖται, καὶ δεδοικότες μὴ δίκας τῷ δουκὶ τοῦ τολμήματος τίσωσιν, ἐπεζύγωσαν αὐτῷ τὰς πύλας τῆς πόλεως. ὁ δὲ ὅρκοις αὐτοῖς παρασχόμενος πίστεις ὡς οὐδὲν διὰ τὸν φόνον ὑποσταῖεν κακόν, παραχωρεῖται τὴν εἴσοδον· εἶτα τοὺς ὅρκους οὐδὲν λογισάμενος πολλοὺς μὲν ἀποκτίννυσιν, ἐνίους δὲ τῶν παρ’ αὐτοῖς ἐπισήμων δεσμίους ἔστειλε πρὸς τὴν μεγαλόπολιν, γράψας τῷ ἀδελφῷ Ἰωάννῃ διὰ τὴν πρὸς τὸν Δαλασσηνὸν εὔνοιαν ἀπεῖρξαι αὐτῷ τὴν εἴσοδον τοὺς Ἀντιοχεῖς. ἐντεῦθεν 30 ὁ Δαλασσηνὸς εἰς τὴν νῆσον τὴν Πλάτην περιορίζεται, καὶ ὁ ἐπὶ θυγατρὶ κηδεστὴς αὐτοῦ Κων- σταντῖνος ὁ δούκας, τὴν ἀδικίαν ἐπιβοώμενος καὶ τὴν ἐπιορκίαν οὐ σιωπῶν, πύργῳ τινὶ κατακλείεται. εἶτα μετάγεται ὁ Δαλασσηνὸς ἐκ τῆς Πλάτης καὶ πύργῳ καθείργνυται. ἑάλω δὲ τότε τοῖ μὲν ἐκ τῆς Ἄγαρ τὰ Μύρα καὶ τοῖς Πατξινάκαις λεία γ’ γέγονε τὰ Μυσῶν. τοῦ δὲ δουκὸς Ἀντιοχείας Νικητὰ καταστρέψαντος τὴν ζωήν, ὁ Κωνσταντῖνος, ἀδελφὸς ὢν καὶ οὗτος τοῦ βασιλέως, ἐπὶ τῆ Ἀντιοχείᾳ τὸν τελευτήσαντα διεδέξατο, καὶ ὁ ἕτερος αὐτοῦ ἀδελφὸς πρωτοβεστιάριος προκεχείριστο. ἐξ Ἀφρικῆς μέντοι καὶ Σικελίας στόλος ἀποπλέων Ἀγαρηνῶν ἐκάκου τάς τε νήσους καὶ τὰ παράλια· ἀλλὰ τούτοις στόλος ἐπιπλέων Ῥωμαϊκὸς πολλὰ μὲν τῶν σκαφῶν κατέδυσεν αὔτανδρα, πολλοὺς δ’ ἐζώγρησε, καὶ τοὺς μὲν πρὸς τὸν βασιλέα ἐκπέπομφεν, οἱ δὲ ἀνεσκολοπίσθησαν κατὰ τὴν παράλιον. Παγκράτιος δὲ ὁ ἄρχων Ἀβασγίας, ᾧ τὴν οἰκείαν ἀνεψιὰν ὁ βασιλεὺς ἡρμόσατο Ῥωμανός, τάς τε πρὸς Ῥωμαίους σπονδὰς ἔλυσε καὶ ὧν παρεχώρησε πρὶν Ῥωμαίοις φρουρίων καὶ πόλεων ἐπελάβετο πάλιν, ὡς τάχα δίκας Ῥωμαίους πραττόμενος ὑπὲρ τοῦ βασιλέως καὶ θείου τῆς αὐτοῦ ὁμευνέτιδος. πολλάκις δ’ οἱ Πατξινάκαι τὸν Ἴστρον διαβαίνοντες τὰ Ῥωμαίων κακῶς διετίθεντο, τοὺς ἁλισκομένους ἡβηδὸν ἀναιροῦντες. καὶ Ἄραβες τὴν Ἔδεσσαν ἐπολιόρκησαν, καὶ ἥλω ἂν ἡ πόλις, εἰ μὴ ὁ δοὺξ Ἀντιοχείας ὁ Κωνσταντῖνος ὁ τοῦ αὐτοκράτορος ἀδελφὸς αὐτῇ ἐπεκούρησεν, ὃν ὁ βασιλεὺς τῆς σπουδῆς ἀμειβόμενος τῶν ἑῴων ταγμάτων δομέστικον προεβάλετο.