Ancient Greek · ~27 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.17.1
Not analysed yet
Τῶν δὲ Βουλγάρων, ὡς ἤδη ἱστόρηται, ὑπὸ Βασιλείου τοῦ βασιλέως καταπολεμηθέντων καὶ τῆς αὐτῶν βασιλείας καθαιρεθείσης, μέχρι μέν τινος ἔφερον οἱ βάρβαροι τὸν τῆς δουλείας ζυγόν. εἶτα τοῦτον ἀποσείσασθαι διανενόηντο καὶ ἐσφάδαζον, ἀλλὰ σφίσι τὸ ἄναρχον ἐκώλυε τὸ ἐννόημα. ἀνὴρ δέ τις ἄσημος μὲν τὸ γένος, Δολιάνος καλούμενος, δόλου δὲ μεστὸς καὶ δεινότητος, υἱὸν ἑαυτὸν ἐπιφημίσας τοῦ Ἀαρών, ὃς τοῦ Σαμουὴλ τοῦ ἄρξαντος τοῦ ἔθνους ἦν ἀδελφός, ἐκ Βυζαντίου, ὡς λέγεται, ἀποδράς, καὶ πείσας τὸ ἔθνος παῖς εἶναι τοῦ Ἀαρών, ἐξ ἡμιγάμου ἐκείνῳ γενόμενος, ἀλλ’ οὐκ ἐξ ἐννόμου εὐνῆς, εἰς βασιλέα τοῖς βαρβάροις ᾑρέθη. ἐντεῦθεν εἰς φανερὰν ἀποστασίαν ἐξερράγη τὸ ἔθνος καὶ εἰς λῃστείας κεκίνητο καὶ τὰ Ῥωμαίων κατέτρεχε. στέλλεται τοίνυν στρατηγός τις μετὰ δυνάμεως, ἔν’ ἀνακόπτῃ τὰς ἐπιδρομὰς τοῖς λῃστεύουσιν. ὁ δὲ κακῶς τοῖς ὑπ’ αὐτὸν προσφερόμενος ἐξηρέθισε τούτους καθ’ ἑαυτοῦ, καὶ ἀπώλετο ἄν, εἰ μὴ ἀπέδρα νυκτός. ἡ γοῦν ὑπ’ αὐτὸν στρατιὰ δείσασα πρὸς ἀποστασίαν ἐχώρησε, καί τινα ἐξ ἑαυτῶν Τειχομηρὸν κεκλημένον, ἐκ δὲ γένους φύντα Βουλγαρικοῦ, ἀρχηγὸν ἑαυτοῖς προχειρίζονται καὶ βασιλέα Βουλγαρίας αὐτὸν ὀνομάζουσι. καὶ τὰ τῶν Βουλγάρων διῄρητο, τῶν μὲν τῷ Δολιάνῳ, τῶν δὲ τῷ Τειχομηρῷ προσρυϊσκομένων. ἀλλὰ δόλῳ μετῆλθεν ὁ Δολιάνος τὸν ἀντικαθιστάμενον. μετακαλεῖται γὰρ αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς καὶ τῆς πρὸς Ῥωμαίους μάχης· καὶ ὃς πείθεται. ἐπεὶ οὖν ἡνώθησαν ἄμφω οἱ ἀρχηγοὶ καὶ τὸ πλῆθος τῶν Βουλγάρων συνήθροιστο, ὁ Δολιάνος πρὸς τοὺς συνειλεγμένους ἔφη μὴ ἄν ποτε σωθήσεσθαι τὸ τῶν Βουλγάρων ἔθνος ὑπ’ ἀρχηγῶν δυοῖν κυβερνώμενον, καί ‘‘εἰ τὴν σωτηρίαν ὑμῶν βούλεσθε, τὸν ἕνα ἐξ ἡμῶν ποιήσατε ἐκποδών· εἰ μὲν οὖν ἐμὲ τοῦ γένους εἶναι τοῦ Σαμουὴλ οἴ- δατε, ἀποσκευάσασθε τὸν Τειχομηρόν· εἰ δ’ οὐ τοῦτο, αὐτῷ μὲν ἑαυτοὺς ὑποτάξατε ,ἐμὲ δ’ ἐκ μέ- σου ποιήσατε.’’ ἐπὶ τούτοις θροῦς ἤρθη, καί οἱ τὴν βασιλείαν ξύμπαντες ἐπευφήμησαν, καὶ ὁ Τειχομηρὸς κατελεύσθη. ὁ δὲ Δολιάνος αὐτοκράτωρ γενόμενος εἷλέ τε τὸ Δυρράχιον καὶ κατὰ τῆς Ἑλλάδος ἐχώ- ρησε, καὶ τὴν Νικόπολιν καὶ τὰ ὑπ’ αὐτὴν προσε- ποιήσατο ,τῶν ἐν αὐτοῖς ἑκόντων προσχωρησάντων αὐτῷ, ἐπεὶ μὴ ἔφερον τὴν τοῦ ὀρφανοτρόφου ἀπλη- στίαν καὶ τὸ ἀκόρεστον. καὶ ὁ μὲν οὕτω λείαν Μυ- σῶν τὸ τοῦ λόγου τὰ ‘ρωμαίων ἐτίθετο. ὁ δὲ βασι- λεὺς τῆς ἀγγελίας κομισθείσης αὐτῷ αὐτίκα ὥρμα καταλαβεῖν τὸν ἀποστατήσαντα, δεινὸν ἡγεῖσθαι λέ- εἰ μηδὲν αὐτὸς τῇ βασιλείᾳ προσενεγκὼν μοῖ- ’ρᾶν ταύτης ἀφαιρεθεῖσάν τινα παραβλέψεται. ὅτι δέ οἱ ἀπέγνωστο τὸ βιώσιμον, ἤδη γὰρ ὁ ὕδερος αὐ- τοῦ κατεκράτησε καὶ αὐτοῦ τὸ σῶμα ἐξώγκωτο, τό τε συγγενὲς ἀπεῖργε τὴν ἐκστρατείαν αὐτῷ παρα- κλήσεσι καὶ οἱ προύχοντες τῆς βουλῆς οὐκ ἐπῄνουν τὸ βούλευμα. ἀλλ’ ἐκεῖνος, ζήλῳ ῥωννύμενος καὶ ἀντεπάγων τῇ ἀσθενείᾳ τὸ πρόθυμον ,ἐπὶ τοὺς Σκύθας χωρεῖ, καὶ ἦν τὸ πρᾶγμα θαύματος ἄξιον. νυκτὸς γὰρ τῇ νόσῳ κατ’ ἀπόνου ạενος, καὶ οὐκ ἂν ἐς αὔριον ἀναστήσεσθαι προσδοκώμενος ,ὁ δὲ ἡμέρας ἄρτι φαυούσης ἔφιππός τε ὡρᾶτο καὶ προῄει τῆς στρατιᾶς. ὡς δ’ ἐν τοῖς τῶν Σκυθῶν τούτοις ὁρί- ὁρίοις ἐγένετο, ἡτοιμάζετο πρὸς ἀντιπαράταξιν. οὔπω δ’ ἀλλήλοις τὰ τάγματα συνερρώγεσαν καί τι συμ- βὰν ἀπόνως τάχα τῷ βασιλεῖ τὴν νίκην προσένειμεν. ὁ γάρ τοι τοῦ Ἀαρὼν ἐκείνου υἱός ,ὁ πατρίκιος Ἀλουσιάνος, παρὰ Ῥωμαίοις ὢν ἔτι, προσκεκρου- κὼς τῷ κρατοῦντι, ἐπ’ οἴκου μένειν καταδεδίκαστο καὶ μήτε προσιέναι πρὸς τὰ ἀνάκτορα μήθ’ ὅλως εἰσιέναι πρὸς τὸ Βυζάντιον, εἰ μὴ ἐπιτραπείη τὴν εἴσοδον. ἠθύμει γοῦν διὰ ταῦτα· ἐπεὶ δ’ ἐγνώκει τὴν τοῦ ἔθνους ἀποστασίαν καὶ τὴν τοῦ Δολιάνου αἵρεσιν εἰς τὸ ἄρχειν αὐτοῦ, ἀποδιδράσκει μὲν τῆς οἰκίας αὐτοῦ καὶ μεταμφιέννυται, Ἀρμενίου τε στολὴν περιθέμενος ἑαυτῷ καὶ θεράπων εἶναι τοῦ Θεοδωροκάνου πλαττόμενος καὶ ἀπιέναι πρὸς τὸ στρατόπεδον, ἔλαθε πάντας, καὶ πρὸς Βουλγαρίαν κατήντησεν. ἀλλ’ οὐκ αὐτίκα δῆλον ἔθετο ἑαυτόν, προσομιλῶν δέ τισι τοῦ Ἀαρὼν ἀνεμίμνησκε καί “ἆρα” ἔλεγεν ‘‘εἴ τις τῶν ἐκείνου παίδων παρῆν, ἔδοξεν ἂν ὑμῖν εἰς τὴν ἔθνους ἀρχὴν προτιμότερος τοῦ νόθου ὁ γνήσιος;” ὡς δὲ πάντες πεποίηντο δι’ εὐχῆς τὸ ὑπὸ γνησίου παιδὸς ἄρχεσθαι τοῦ Ἀαρὼν καὶ τὴν βασιλείαν αὖθις εἰς ἀναμφίβολον περιστῆναι ἄνδρα καὶ τῷ πάλαι βασιλείῳ γένει προσήκοντα καθαρῶς, πιστεύει τινὶ τὸ ἀπόρρητον τῶν μᾶλλον ὢ εἰδότων τὸ γένος τοῦ Ἀαρών. ὁ δὲ περιεργότερον αὐτῷ ἀνιχνεύσας τὸ εἶδος τοῖς ὀφθαλμοῖς, εἶτα καί τι σημεῖον ἑ ἰδῶ ’ς προσὸν αὐτῷ ἀναμφίβολον, καὶ τοῦτο ἰδεῖν ἀπαιτεῖ. τὸ δ’ ἦν περὶ τὸν δεξιὸν ἀγκῶνα χρῶμά τι μέλαν καὶ θρὶξ δασεῖα περὶ αὐτό. ἰδὼν οὖν καὶ τοῦτο, καὶ οὐκέτι ἔχων ἐνδοιαστῶς, καταβάλλει μὲν ἑαυτὸν ἐνώπιον τοῦ ἀνδρὸς καὶ τοὺς πόδας αὐτοῦ περιπτύσσεται. διδάσκει δὲ καὶ τοὺς ἄλλους τὸν ἐκ τοῦ βασιλείου γένους αὐτοῖς ἀφικόμενον. καὶ πολλοὶ τοῦ ἀμφιβόλου ἀπορραγέντες τῷ γνησίῳ προσέθεντο, καὶ μεμέριστο ἡ ἀρχή· ὡς δ’ οὐ πάντως τῆς βασιλείας αὐτῆς στησομένης, εἰ πρὸς ἀλλήλους οἶ ἀρχηγοὶ διαφέροιντο, κοινοπραγοῦσι καὶ σπένδονται, ἀλλήλους δὲ καὶ ὑπώπτευον καὶ ἐνήδρευον. ἀλλ’ ὀξύτερος εὑρέθη ὁ Ἀλουσιάνος πρὸς τὴν ἐπιβουλὴν καὶ τὴν τοῦ Δολιάνου προέφθασε δολιότητα. καὶ πότον ἑτοιμασάμενος, καὶ συμπότην παραλαβὼν τὸν συνάρχοντα, ἐπιτίθεταί οἱ συμποσιάζοντι καὶ ἐξορύττει τῷ ἀθλίῳ τὰ ὄμματα, καὶ εἰς μίαν ἐντεῦθεν ἀρχὴν τὸ Σκυθικὸν περιίσταται. εἶτα δι’ ἀπορρήτων μηνύει τῷ βασιλεῖ βούλεσθαι προσχωρῆσαι αὐτῷ, εἰ εὐμενοῦς αὐτοῦ τεύξεται καὶ ἀναλόγων οὐκ ἀμοιρήσει τῶν ἀμοιβῶν. ὁ δὲ τὴν ἔντευξίν τε προσήκατο καὶ ἀξίως ἀμείψασθαι αὐτὸν ἐπηγγείλατο. καὶ ὃς αὐτίκα προσεληλύθει καὶ τετίμητο μάγιστρος. ὁ δὲ βασιλεὺς ἔπεισι τῷ ἔθνει εὐθύς, τὸ δὲ ἄναρχον ὂν καὶ διεσπαρμένον οὐ δυσέργως καταπολεμηθὲν αὖθις τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ ὑπέκυψε, καὶ ὁ βασιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε καὶ κατήγαγε θρίαμβον, αἰχμαλώτους τε πολλοὺς διαγαγὼν ἐν αὐτῷ καὶ τόν Δολιάνον αὐτὸν πεπηρωμένον τὰ ὄμματα. εἶχε δ’ ὁ αὐτοκράτωρ κακῶς καὶ ἤδη τῇ λύσει προσήγγισε τῆς συνθέσεως. καταφρονεῖ γοῦν τῆς ἀρχῆς καὶ ἐκ τῶν βασιλείων μεταχωρεῖ καὶ ἄπεισιν εἰς ὅπερ αὐτὸς πρὸ τῶν τειχῶν τῆς πόλεως ἱδρύσατο ἀσκητήριον, ὅ ἐπὶ τῇ κλήσει τῶν θαυματουργῶν Ἀναργύρων ὠνόμασεν. ἔνθα δὴ γεγονὼς ἐκδιδύσκεται μὲν τὴν ἁλουργίδα καὶ τἄλλα πάντα τῆς βασιλείας γνωρίσματα, κείρεται δὲ τῆ ’ν τρίχα καὶ τελεῖται τὴν ἱερὰν τελετήν, ἐνδύεται δὲ τὸ ῥάκος τῆς ἐν Χριστῷ ταπεινώσεως καὶ περιζώννυται τὸ θεῖον δέρας τὸ τῆς ἑκουσίου νεκρώσεως σύμβολον ὁ ἤδη καὶ ἄκων νεκρούμενος. ὡς οὖν ἠγγέλθη τῇ βασιλίσσῃ τὸ γεγονός, πεζὴ τῶν βασιλείων ὑπέξεισι, καὶ πρὸς ἐκεῖνον ἀφίκετο. ὁ δὲ ταύτῃ τὰς θύρας ἐπιζυγοῖ καὶ τὴν πρὸς αὐτὸν ἀπείργνυσιν εἴσοδον, οὐκ οἶδα εἴτ’ αἰδούμενος ἀνθ’ ὧν πρὸς αὐτὴν ἐνεδείξατο εἴθ’ ὅλος τῆς μετανοίας γενόμενος καὶ μὴ θέλων εἰς μνήμην ἐλθεῖν τῆς πρὸς ἐκείνην παλαιὰς διαθέσεως. ἡ μὲν οὑν μὴ ἐντυχοῦσα τῷ Μιχαὴλ ὑπενόστησεν. ὁ δὲ βραχύ τι τῇ μεταθέσει τῆς βιοτῆς ἐπιβιώσας πρὸς τὰς ἀιδίους μονὰς μετέθετο τὴν ζωήν, μέχρις ἐσχάτης ἀναπνοῆς τὸ πρὸς τὸν βασιλέα Ῥωμανὸν αὐτῷ τολμηθὲν ἀπολοφυρόμενος, βασιλεὺς γεγονὼς ἐπιεικὴς καὶ χρηστός, ὅσον τὸ εἰς αὐτόν, τὸ συγγενὲς δέ οἱ ὥσπερ τις κηλὶς προσεπεφύκει αὐτῷ ῥυπαίνουσά πως τὴν ἐκείνου χρηστότητα. ἱστόρηται δὲ τοῖς μὲν ἐπ’ ἔτος ἕβδομον τὸ σκῆπτρον κατασχεῖν τὸ Ῥωμαϊκόν, τοῖς δὲ καί τι τούτου ἐπέκεινα.