Ancient Greek · ~16 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.18.1
Not analysed yet
Ἧκε δ’ ἡ τῆς βασιλείας ἀρχὴ πρὸς τὸν Καίσαρα, πάντα τοῦ μητραδέλφου αὐτοῦ τοῦ Ἰωάννου ἀνύοντος. ὁ μὲν γὰρ βασιλεὺς Μιχαὴλ Καίσαρα τοῦτον ἐτίμησεν, ὡς προγέγραπται, εἶτα ὥσπερ μεταμελόμενος, οὐ χρηστὴν πρὸς ἐκεῖνον ἐτήρει διάθεσιν. ὅθεν καὶ ἔξω που τῆς πόλεως ὥριστο αὐτό ἡ καταγωγή, καὶ οὐδ’ ἐφεῖτο τούτῳ, εἰ μὴ κελευσθείη, πρὸς τὸν βασιλέα φοιτᾶν. ἐπεὶ δὲ τῶν βασιλείων ὑπεξῆλθεν ὁ αὐτοκράτωρ, ὡς εἴρηται, οἶ ἐκείνου αὐτάδελφοι, βασίλειον πλάττονται γράμμα, ἐπιτρέπον ἐκείνῳ τὴν πρὸς τὰ ἀνάκτορα πάροδον. καὶ ὁ μὲν εἰσελήλυθεν· ὁ δὲ πρῶτος τῶν ἀδελφῶν ὁ ὀρφανοτρόφος μὴ δεῖν συνεβούλευσεν ἐπιχειρῆσαι πράξει τινὶ γνώμης τῆς βασιλίδος χωρίς. προσίασι τοίνυν αὐτῇ καὶ τοῖς ὢ ἐκείνης ποσὶ τὸν Καίσαρα καταβάλλουσι καὶ προΐσχονται τὴν εἰσποίησιν καὶ πίστεις διδόασι καὶ φρικώδεις ὅρκους ὀμνύουσιν ἦ μὴν τοῦ ὀνόματος μόνου τῆς βασιλείας μετέχειν τὸν Μιχαὴλ, ἐκείνης δ’ εἶναι τὴν ἐξουσίαν, καὶ ὡς ἀργυρωνήτῳ, εἰ βούλεται, κεχρῆσθαι αὐτῷ. τούτοις ἐκείνην καὶ ἄλλως εὐάγωγον οὖσαν καταγοητεύσαντες καὶ καταθέλξαντες τοῖς μειλίγμασι συλῶσι καὶ τοῦ ἑαυτῶν ποιοῦσι θελήματος. καὶ ἐγχειρίζεται τὸ σκῆπτρον τῷ Μιχαὴλ καὶ ἀναδεῖται τῇ βασιλικῇ στεφάνῃ ὁ ταύτης ἀνάξιος, οὐ μᾶλλον ἐκ γένους, καίτοι τούτου τυχὼν δυσγενεστάτου καὶ ἀφανοῦς, τῶν γὰρ τὰς νῆας καταπιττούντων ἦν αὐτῷ ὁ πατήρ, ὅσον ἐκ τρόπων κακότητος. ἦν γὰρ ὕπουλος τὴν γνώμην, ἀγνώμων δὲ τὴν ψυχὴν καὶ ἀχάριστος καὶ μήτε συγγενείας θεσμοὺς μήτε φιλίας αἰδούμενος. ἦν δέ οἱ καὶ ἡ γλῶττα πρὸς τὰ βουλεύματα τῆς ψυχῆς ἀσύμφωνος καὶ ἀσύμβατος ,ἄλλα μὲν ἐνὶ φρεσὶ κεύθοντι, ἄλλα δὲ λέγοντι, καὶ ἐπὶ τούτοις, εἴπερ τις ἄλλος, βάσκα- νος ὁ ἀνήρ, δουλοπρεπής τε παρὰ τὰς τόν καιρῶν δυσκολίας καὶ ἀνελεύθερος, δύσοργός τε καὶ εὐμετάβολος, οὐκ ἐξ ὀργῆς ῥᾷον μεταβαλλόμενος εἰς πρᾳότητα, ἀλλ’ ἐκ χρηστοτέρας διαθέσεως ἐς μῖσος ἐκ τοῦ τυχόντος μεταφερόμενος. ὁ μὲν οὖν τοιοῦτος ὢν ἐπὶ τὸν ἄξονα τῆς βασιλείας ἀνάγεται, τῷ δὲ ὀρφανοτρόφῳ καὶ θείῳ αὐτοῦ καὶ τῷ συγγενικῷ ξύμπαντι ὁ κολοφὼν ἐντεῦθεν ἐπῆκτο τῶν συμφορῶν. οὐ γὰρ ἐπὶ μακρὸν ἐτήρησε τὴν σκηνήν τε καὶ τὴν προσποίησιν ,ἀλλ’ ἐπί τινας βραχίστας ἡμέρας δεσπότην τὸν θεῖον ὀνομάζων καὶ συνθωκοῦν αὐτῷ ἀξιῶν καὶ πάντα ἐπ’ ἐκείνῳ τιθέμενος εἶτα ὑφῄρει τι τῆς τιμῆς, εἶτα οὐκ ἦν αὐτῷ πειθήνιος ἐν τοῖς πλείοσι, καὶ ἄλλοτε ἄλλο τι πρὸς τὸν θεῖον ὑποκνίζον αὐτὸν ἐνεδείκνυτο. τῷ δὲ μετέμελε τῆς εἰς τὸν ἀνεψιὸν τοῦτον σπουδῆς, οὐκ εἶχε δ’ ὅτι καὶ δρά- σειεν ἐξ ἑτοίμου, ἀλλ’ ἐβυσσοδόμευε τὸ ἐγχείρημα, τέως δὲ οὐ συνεχῶς προσῄει τῷ βασιλεῖ. διαφορᾶς δὲ πρὸς Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτῷ γενομένης, ᾧ μόνῳ ἐξ ἁπάσης τῆς συγγενείας ὁ Μιχαὴλ προσέκειτο καὶ ἐτίμησε νωβελίσσιμον, καὶ τραχυνθέντος ἐκείνου κατὰ τοῦ Ἰωάννου τοῦ βασιλέως ἐνώπιον, ὁ Ἰωάννης τοῖς λόγοις δηχθεὶς καὶ μᾶλλον ὅτι μὴ πρὸς τοῦ βασιλέως διὰ τὰς πρὸς αὐτὸν λοιδορίας ἐπιτετίμητο, ἀπεδυσπέτησέ τε καὶ πόρρω ποι τοῦ ἄστεος γέγονε. τοῦτο δὲ γνωσθὲν πολύ τι τῆς γερουσίας μέρος συνεπεσπάσατο, ὥστε αὐτῷ προσφοιτᾶν, οὐκ εὐνοίᾳ, ἀλλ’ ἵν ἐφ’ ἑαυτοὺς τὴν αὐτοῦ εὐμένειαν ἐφελκύσωνται. ἀλλὰ διὰ γραμμάτων, αὐτῷ τὴν ὑπεροψίαν ὁ βασιλεὺς προσωνείδισε, τὴν πρὸς ἐκεῖνον συνέλευσιν εὐλαβηθεὶς τῶν πολλῶν καὶ κακοήθως ἠξίου ἀφίξεσθαι. καὶ ὁ μὲν ᾔει· ὁ δὲ μὴ ἀναμείνας τοῦ θείου τὴν ἄφιξιν πεπόρευτο πρὸς τὸ θέατρον· ἦν γὰρ ἡμέρα ἵπποις ἁμιλλητήριος. ὡς δ’ ἐλθὼν ὁ θεῖος οὐχ εὗρε τὸν βασιλεύοντα, ἔτι τῷ θυμῷ ὑπερζέσας, ὡς περιυβρισμένος, ἐπάνεισι. καὶ ὁ βασιλεὺς αὐτῷ τὴν δυσμένειαν εἰς προῦπτον ἐκρήγνυσι, καὶ στέλλει νῆα κελεύων αὐτῷ δι’ αὐτῆς ἥξειν, δώσοντι λόγους τῆς εἰς ἐκεῖνον ὑπεροψίας. καὶ ὁ μὲν ἔπλει πρὸς τὰ βασίλεια. ὁ δὲ βασιλεὺς ἄνωθεν διά τινος συνθήματος, ὃ τοῖς ἄγουσι τὸν Ἰωάννην προέγνωστο, ἐπέχει τῇ νηὶ τὴν εἰς τὰ βασίλεια πάροδον, αὐτίκα αὐτίκα δὲ τριήρης ἐπελθοῦσα λαμβάνει τοῦτον καὶ ὑπερόριον τίθησι. τοιούτοις ἠμείψατο τὸν εὐεργέτην ὁ δι’ ἐκείνου Καῖσαρ, εἶτα καὶ βασιλεὺς γεγονός. ἐπεὶ δ’ ἐκεῖνον ἐκ μέσου πεποίηκε, μέτεισι τὸ συγγενὲς καὶ ἄνδρας οὐχὶ τῇ τῆς φύσεως μόνῃ δηλωτικῇ σημασίᾳ, ἀλλὰ καὶ τῇ σημαινούσῃ τοὺς γήμαντας καὶ τοὺς εἰς ἀνδρῶν ἡλικίαν ἐλάσαντας ὑπηνήτας ἤδη καὶ παίδων γεγονότας πατέρας τῶν παιδογόνων μορίων ἀποστερεῖ καὶ ἐκτομίας ἐργάζεται.