Ancient Greek · ~27 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.2.1
Not analysed yet
Καὶ τὰ μὲν κατὰ τοὺς Ῥὼς ἐν τούτοις ἦσαν. Βάρδαι δὲ ὁ Φωκᾶς ὁ τοῦ Λέοντος παῖς, ἐξ Ἀμασείας φυγών, ἐν ᾗ περιώριστο, τὴν τῶν Καππαδοκῶν κατειλήφει Καισάρειαν, πολλοὺς προσεταιρισάμενος, καὶ τυραννίδι ἐπικεχείρηκεν ,ἑαυτῷ περιθέμενος τὰ τῆς βασιλείας παράσημα. καὶ ὁ πατὴρ δὲ τούτου ὁ Λέων σὺν τῷ ἑτέρῳ υἱῷ τῷ Νικηφόρῳ ἐκ Λέσβου πρὸς Θρᾴκην ἐβουλεύσατο διαβῆναι, ἔχων συμπράττοντά οἶ καὶ τὸν Ἀβύδου ἀρχιεπίσκοπον· γνωσθεὶς δὲ τοὺς ὀφθαλμοὺς πηρωθῆναι καταδικάζεται σὺν τῷ υἱῷ Νικηφόρῳ. λέγεται δὲ τὸν βασιλέα κατὰ τὸ λεληθὸς ἐντείλασθαι τοῖς ἐπιτραπεῖσι τὴν πήρωσιν τῶν ἀνδρῶν μὴ ἐκκόψαι τούτοις τὰ ὄμματα, ἀλλὰ δόκησιν μὲν παρασχεῖν ἐκτυφλώσεως, παραφυλάξαι δὲ τοῖς ἀνθρώποις ἀλώβητον τὸ ὁρᾶν. τούτων οὖν οὕτω συνενεχθέντων ἴ’ γραφὴ καταλαμβάνει βασίλειος τὸν Σκληρὸν ἄρτι τοὺς Σκύθας τρεψάμενον διαπεραιωθῆναι πρὸς τὴν ἑ ᾤαν καὶ τῷ Βάρδᾳ τῷ Φωκᾷ ἀντικαταστῆναι. ἀστὴν αἰ. καὶ αὐτίκα ἀπῄει καὶ πρὸς Καισάρειαν γέγονε, καὶ οἶ περὶ τὸν Φωκᾶν ἐκεῖνον λιπόντες τῷ Σκληρῷ προσερρύησαν, μόνος δὲ μετὰ τῶν θεραπόντων περιλειφθεὶς πρὸς τὸ φρούριον κατέφυγε τὸ Τυροποιόν. ἤδη δ' ἐγγὺς ὄντα τοῦ εἰρημένου φρουρίου καταλαμβάνουσιν αὐτὸν ἱππεῖς πεμφθέντες πρὸς τοῦ Σκληροῦ, ὧν εἷς Κωνσταντῖνος ὁ Χάρωνι θρασύτερος τῶν ἄλλων, ὡς ἔοικεν ,ὤν, προφθάσας τοὺς συστρατιώτας μεθ’ ὁρμῆς συντονωτέρας ἐπήρχετο τῷ Φωκᾷ· ὁ δὲ οὐράγει καὶ τοὺς σὺν αὐτῷ περιεῖπε, καὶ ὁ Χάρων ὕβρεσι τοῦτον ἔβαλλε. καὶ ὁ Φωκᾶς ‘‘οὐκ ἔδει σε’’ εἶπεν ‘‘ἄνθρωπον ἐν συμφοραῖς τοιαύταις γενόμενον ἐπιπλήσσειν.” τοῦ δὲ Χάρωνος ἐν τούτοις ἐγγίσαντος τῷ Βάρδᾳ καὶ βαλεῖν ἐπιχειροῦντος αὐτόν, ἐκεῖνος τὴν κορύνην ἀνατείνας παίει τὸν Κωνσταντῖνον κατὰ τῆς κόρυθος, καὶ ταύτην συνέτριψε μετὰ τῆς κεφαλῆς τοῦ ἀνδρός, καὶ εὐθὺς εἷλε τὸν πεπληγμένον πορφύρεος θάνατος, μιᾷ θανατωθέντα πληγῇ. οἶ δὲ κατόπιν ἐλαύνοντες ὁρῶντες τὸν πεσόντα ἀφίστανται τῆς διώξεως, καὶ ὁ Φωκᾶς εἰσέδυ τὸ φρούριον. εἶτα καὶ ὁ Σκληρὸς παρεγένετο, καὶ πέπεικεν αὐτὸν προσχωρῆσαι τῷ βασιλεῖ· καὶ προσελθόντα κληρικόν τ’ ἑ γενόμενον εἰς τὴν Χίον περιορίζει ὁ Τξιμισκῆς. καὶ ὁ Σκληρὸς αὖθις προστάττεται μεταβῆναι εἰς τὰ ἑσπέρια. νυμφεύεται δ’ ἑαυτῷ γυναῖκα ὁ βασιλεὺς σπουδῇ Βασιλείου τοῦ παρακοιμωμένου Θεοδώραν θυγατέρα Κωνσταντίνου τοῦ Πορφυρογενήτου. ἔτει δὲ δευτέρῳ τῆς αὐτοῦ βασιλείας ἔαρος ἀναλάμψαντος ἐκστρατεύει κατὰ τῶν Ῥὼς σὺν στρατεύμασι πλείοσι καὶ στόλῳ περιφανεῖ, καὶ ἀπιόντι συναντῶσιν αὐτῷ πρεσβευταὶ δῆθεν τῶν Σκυθῶν· οἱ δὲ κατοπτῆρες ἦσαν καὶ τῆς τῶν Ῥωμαίων ἰσχύος κατάσκοποι, ὃ οὐδὲ τὸν βασιλέα διέλαθε. προστάξας οὑν περιαχθῆναι αὐτοὺς κατὰ πᾶν τὸ στρατόπεδον καὶ τοῦτο καταμαθεῖν, ἐκέλευσεν ἀπαλλάττεσθαι. ἐκείνων δὲ ἀπιόντων καὶ αὐτὸς εὐζώνους παραλαβὼν πεξοὺς ἐς χιλιάδας πέντε καὶ ἱππότας τετρακισχιλίους ὀπίσω τῶν πρέσβεων ἀπῄει, καὶ ἀθρόον ἐγγὺς τῆς μεγάλης Περσθλάβας γίνεται, καὶ βάλλεται χάρακα, ὃ τοὺς Ταυροσκύθας εἰς ἀμηχανίαν ἐνέβαλε. Καλοκύρης δὲ ὁ τῶν κακῶν πρωτουργὸς ἐκεῖ τότε παρών, καὶ γνοὺς τὸν βασιλέα παραγενόμενον, πρὸς τὴν τῶν Ῥὼς ἀπέδρα παρεμβολήν, ἀφ’ οὗ τὴν τοῦ βασιλέως παρουσίαν μαθόντες ἐτεθορύβηντο, ὅμως μέντοι παραστρατοπεδεύονται τοῖς Ῥωμαίοις. οἱ δὲ περὶ τὸν βασιλέα ἐλθόντες εἰς τὸ τῆς Περσθλάβας ἄστυ ,ὡς εἴρηται, καταλαμβάνουσιν ἐκτὸς γυμναζομένους ὡς ὀκτακισχιλίους, κἀκείνοις συνέμιξαν. οἱ δὲ πρὸς μὲν ὀλίγον ἀντέσχον, εἶτα νῶτα τρέψαντες ἔφευγον. καὶ οἱ ἐντός, ὡς ἕκαστος ἠδύνατο ὁπλισάμενοι ἴ’ ἐπικουρήσοντες τοῖς ὁμοφύλοις ἐξῄεσαν, καὶ ἀσυντάκτως αὐτοῖς χωροῦςσιν ὑπαντιάζοντες οἱ Ῥωμαῖοι ἀνῄρουν πολλούς, οἱ δὲ εἰς τήν πόλιν αὖθις ἀνθυπενόστουν. ἀλλ’ ἱππέων τινῶν ἐξιππασαμένων καὶ τὴν εἰς τὴν πόλιν ἀπάγουσαν ἀτραπὸν ἐπιτειχισάντων ,οἱ βάρβαροι ἀνὰ τὸν ἐκτὸς τοῦ ἄστεος χῶρον ἐσκίδναντο · ἔνθα οἱ μὲν ἐζωγροῦντο, οἱ δὲ καὶ ἐκτείνοντο, οἱ δ’ ἐν τῇ πόλει τὰς πύλας κλείσαντες ἐπολιορκοῦντο. τῇ δ’ ἐξῆς τοῦ παρακοιμωμένου Βασιλείου μετὰ πάσης τῆς στρατιᾶς ἐλθόντος, ἐρρωμενέστερον ὁ βασιλεὺς τῇ πολιορκίᾳ ἐπικεχείρηκε, καί τινες διὰ κλιμάκων εἰς τὸ τεῖχος ἀναβεβήκασι, καὶ τοὺς ἐκεῖ τῶν βαρβάρων καταληφθέντας συγκόψαντες ξίφεσι τὰς πύλας ἠνέῳξαν καὶ τῇ Ῥωμαϊκῇ στρατιᾷ πάση ῥᾳδίαν παρέσχον τὴν εἴσοδον. καὶ οὕτω μὲν τὸ τῆς Περσθλάβας ἄστυ Ῥωμαίοις κατέστη ἁλώσιμον ,ἔνθα καὶ ὁ τῶν Βουλγάρων βασιλεὺς ὁ Βορίσης ἑάλω, ᾦ καὶ πᾶσι δὲ τοῖς Βουλγάροις ἐπιεικῶς ὁ αὐτοκράτωρ ἐχρήσατο, ἀνέτους αὐτοὺς ἀφιείς, οὐ κατὰ Βουλγάρων λέγων ἄρασθαι ὅπλα, κατὰ δέ γ’ ἑ τῶν Ῥώς. πολλῶν δὲ Σκυθῶν εἰς ὀχύρωμά τι προσπεφευγότων, τῶν, ἐξελεῖν καὶ τοῦτο ὁ βασιλεὺς ἐκέλευσεν. οἵδε στρατιῶται διὰ τὸ τοῦ τόπου δυσάλωτον ἦ σ’ ἀν’ ἀπρόθυμοι. ὅ γνοὺς ὁ Ἰωάννης αὐτὸς πρὸ τῶν ἄλλων πεζὸς ἀπῄει πρὸς τὸ ὀχύρωμα, κἀντεῦθεν ἐκεῖ συνέθεον ἅπαντες· καὶ ἥλω κἀκείνων σπουδῇ τὸ ὁχύρψμα καὶ τῶν ἐν αὐτῷ οἱ μὲν διεφθάρησαν, ἔνιοι δὲ καὶ ἁλωτοὶ Ῥωμαίοις ἐγένοντο. τούτῳ μὲν οὖν τῷ ἄστει φρουρὰν ἐγκατέστησεν ὁ βασιλεὺς ἀξιόμαχον, ἐκεῖνος δὲ ἀπῄει πρὸς τὸ Δορόστολον, ὃ καὶ Δρίστρα καλεῖται, καί τινας πόλεις ἑλὼν κατὰ πάροδον καὶ φρούρια ἐκπορθήσας ἐφθάκει πρὸς τὸ Δορόστολον. ἦν δὲ πρὸ τῆς πόλεως ταύτης ἐστρατοπεδευκὼς ὁ τῶν Ῥὼς ἀρχηγὸς ὁ Σφενδοσθλάβος. ὡς οὖν εἶδον ἀλλήλας αἱ στρατιαί, συνερράγησαν ἐπ’ ἀλλήλας εὐθύς, καὶ τὸ μὲν πολὺ τῆς ἡμέρας ἄγχω μάλως ἐμάχοντο, περὶ δὲ δείλην ὀψίαν ἀπειρηκότες οἱ Ῥὼς ἐνέκλιναν πρὸς φυγήν, καὶ οἱ Ῥωμαῖοι ἐδίωκον, πλεῖστοι μὲν οὖν τῶν βαρβάρων ἀπώλοντο, οὐ μείους δὲ ἐζωγρήθησαν ,οἱ δ’ εἰς τὸ Δορόστολον ἐπᾶνήλθοσαν. καὶ ὁ βασιλεὺς πρὸ τῆς πόλεως πηξάμενος χάρακα τὰς τριήρεις τὸν Ἴστρον φυλαξούσας προσέμενεν, ἵνα μὴ οἱ Ῥὼς ἀποδράσαιεν. ὁ δὲ Σφενδοσθλάβος οὓς κατεῖχε Βουλγάρους, εἰς εἴκοσι χιλιάδας ὄντας, ὡς λέγεται, πάντας ὑπὸ δεσμοῖς ἐποιήσατο, δείσας μὴ ἐπανασταῖεν αὐτῷ ἤ τῷ βασιλεῖ προσχωρήσωσιν. ὡς δὲ καὶ ὁ στόλος παρῆν, ἐπολιόρκει τὴν πόλιν ὁ βασιλεύς. ἐκ Κωνσταντείας δὲ καὶ φρουρίων ἑτέρων πρέσβεις πρὸς τὸν βασιλέα ἀφίκοντο αἰτοῦντες συγγνώμην καὶ ἑαυτοὺς παραδιδόντες αὐτῷ καὶ τὰ φρούρια. καὶ ταῦτα μὲν οἶ Ῥωμαῖοι παρέλαβον, ἡ δὲ τοῦ Δοροστόλου πολιορκία ἐφ’ ἡμέρας διήρκεσε πλείονας, τῶν βαρβάρων εὐψύχως ἀνταγωνιζομένων. ὡς δ’ ἐκ τῶν πολέμων τῶν συνεχῶν πολλοὶ τραυματίαι γεγόνασιν, ἤδη δὲ αὐτοὺς καὶ τὰ ξωαρκῆ ἐπιλέλοιπεν ,ἤρξαντο σφίσι θραύεσθαι τὰ φρονήματα. ἀλλ’ ὁ Σφενδοσθλάβος νύκτα φυλαξάμενος ἀσέληνον καὶ χειμέριον, ἐν μονοξύλοις ἄνδρας ἐμβιβάσας ὡσεὶ δισχιλίους, καὶ αὐτὸς ἐκείνοις συνεμβεβηκώς, ἀπῆλθεν ἐπισιτίσασθαι, καὶ συλλέξαντες τὰ χρειώδη εἰς τὸ Δορόστολον ἐπανῄεσαν. καί τινας τῶν Ῥωμαίων θεράποντας περὶ τὸν ποταμὸν ἐσκεδασμένους κατ’ ἄλλας καὶ ἄλλας χρείας ἰδόντες, ἐκβάντες τῶν πλοίων ἐνίους ἀπέκτειναν ,καὶ λαθόντες αὖθις εἰς τὸ Δορόστολον ἐπανήλθοσαν. τοῦτο πάνυ τὸν βασιλέα ἐλύπησε, καὶ τοῖς τοῦ στόλου κατάρχουσιν ἐπιχόλως εἶχε, καὶ εἰ ἔτι λάθοιεν αὐτοὺς οἱ βάρβαροι ἀποπλεύσαντες, ἠπείλησε θάνατον εἶναι σφίσι τὸ ἐπιτίμιον. ἐφ’ ὅλαις δὲ ἡμέραις ἐξήκοντα πολιορκήσας τὴν πόλιν, καὶ μήπω ταύτην ἑλών, ἔγνω λιμῷ τοὺς ἔνδον καταγωνίσασθαι ,καὶ περικάθηται ταύτην, ἐπιτηρῶ ’ν ἀκριβῶς ἵνα μήποθεν αὐτοῖς χρειῶδές τι κομισθῇ. οἶ δὲ βάρβαροι πολλάκις ἐκδρομὰς ποιησάμενοι ἥττηντο· ἐπεὶ δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο, καὶ οὔτε τῆς τῶν ἀναγκαίων ἦν αὐτοῖς χορηγίας ἐλπίς, οὐδὲ μέντοι γε συμμαχίας ,οἱ μὲν ἀποδρᾶναι νυκτὸς συνεβούλευον ,οἶ δὲ Ρωμαίοις ἑαυτοὺς πιστεῦσαι, καὶ οὕτως ἐπανελθεῖν εἰς τά ἴδια, οἶ δ’ ἄλλο τι ὑπετίθουν.