Ancient Greek · ~21 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.1.1
Not analysed yet
Ὁ δὲ Τξιμισκῆς τῆς βασιλείας γενόμενος ἐγκρατὴς καὶ τοὺς τοῦ Ῥωμανοῦ παῖδας κοινωνοὺς πεποίητο τῆς ἀρχῆς παῖδας ἔτι τυγχάνοντας, τόν δὲ παρακοιμώμενον Βασίλειον, ὃν ὁ Φωκᾶς τετίμηκε πρόεδρον, μήπω πρῴην ὄντος τοῦ ἀξιώματος, προσλαβόμενος ὡς ἐντριβῆ περὶ τὴν τῶν κοινῶν πραγμάτων αὐτῷ τὴν πᾶσαν οἰκονομίαν ἀνέθετο. καὶ ὃς τοὺς τῷ Νικηφόρῳ προσήκοντας ἤ καὶ ἄλλως εὔνοιαν ἐκείνῳ τηρεῖν ὑποπτευομένους ἐκ μέσου πεποίηκε ,τὸν μὲν κουροπαλάτην Λέοντα καὶ τὸν υἱὸν αὐτοῦ Νικηφόρον ἐν Λέσβῳ περιορίσας, τῷ δ’ ἑτέρῳ τοῦ Λέοντος υἱῷ τῷ Βάρδᾳ ὅριον θέ- μένος περιγραπτὸν τὴν Ἀμάσειαν καὶ ἄλλους ἄλλως μετελθὼν καὶ οἰκονομησάμενος. τοὺς δὲ παρὰ τοῦ Νικηφόρου φυγαδευθέντας κατήγαγεν ,οἷς καὶ ἀρχιερεῖς συνηρίθμηντο, ὅσοι μὴ ὑπογράψαι ἐν τῳ τόμῳ ὑπέκυψαν ,δι’ οὗ τεθέσπιστο μὴ ἄνευ ἐκείνου ἀρχιερέα τινὰ προχειρίζεσθαι. εἶτα ἄπεισιν ὁ Ἰωάννης εἰς τὴν μεγάλην ἐκκλησίαν ταινιωθησόμενος. ἀλλ’ οὐκ εἰάθη παρὰ τοῦ Πολυεύκτου εἰς τὸν αὸν εἰσελθεῖν, ὡς φόνῳ μεμιασμένος. πρᾴως δὲ τὴν ἐπιτίμησιν ὁ Τξιμισκῆς ἐνεγκὼν ἀπελογεῖτο μὴ αὐτὸς αὐτόχειρ γενέσθαι τοῦ φόνου, ἔλεγε δὲ τὸν Ἀβαλάντην καὶ τὸν Ἀιξυποθεόδωρον ἐπιτροπῇ τῆς Θεοφανοῦς τὸν Νικηφόρον διαχειρίσασθαι. τὴν μὲν οὖν Θεοφανὼ ὁ πατριάρχης ἀπῄτησε τῶν βασιλείων ἀπελαθῆναι καὶ περιορισθῆναι καὶ τοὺς αὐτόχειρας τοῦ Νικηφόρου ἐκδιωχθῆναι, τὸν δὲ τόμον, οὗπερ ἐμνήσθημεν ,διαρραγῆναι καὶ αὐτὸν τὸν Ἰωάννην δέξασθαι ἐπιτίμια. ὁ δὲ πάντα ποιῆσαι ὑπέσχετο, καὶ αὐτίκα στέλλει καὶ κατάγει τὴν βασιλίδα τῶν ἀνακτόρων καὶ τὸν τόμον ἐκεῖ κομισθέντα διέρρηξε, καὶ ἣν ἐν ἰδιώταις τελῶν εἶχε περιουσίαν, διανεῖμαι πένησιν ἐπηγγείλατο. τούτων δὲ γενομένων κατὰ τὴν γενέθλιον τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἑορτήν, ἄμα τε τὴν εἰς τὴν ἐκκλησίαν ἐπιτρέπεται εἴσοδον καὶ ἅμα τῷ διαδήματι στέφεται, τὴν δὲ Θεοφανὼ εἰς Προικόνησον περιώρισεν. οὕτω μέντοι ἀναρρηθείς, ἐπεὶ ἀρχιερέως ἡ μεγάλη Ἀντιόχεια χηρεύουσα ἦν, προχειρίζεταί τινα μοναχὸν Θεόδωρον, ὃς αὐτῷ προέφη τῆς βασιλείας τυχεῖν, καὶ μή σπεῦσαι μηδ’ ἁρπάσαι αὐτήν, ἀλλὰ μεῖναι ὥσπερ τὴν ἐκ τοῦ θείου προχείρισιν. ὅσπερ τὴν ἀρχιερωσύνην καταδεξάμενος ἀξίωσιν ἔθετο πρὸς τὸν Ἰωάννην τοὺς Μανιχαίους ἐκ τῆς ἑῴας μετοικίσαι πρὸς τὰ ἑσπέρια, πολλοὺς τῇ αὐτῶν μυσαρᾷ αἱρέσει διαφθείροντας. οὗ τὴν ἀξίωσιν πληρῶν εἰς Φιλιππούπολιν μετήγαγε τὸ γένος τῶν Μανιχαίων. ὁ δὲ πατριάρχης Πολύευκτος τῇ τοῦ Τζιμισκῆ ἀναρρήσει τριάκοντα καὶ πέντε ἡμέρας ἐπιβιοὺς τὸν βίον μετήλλαξε, καὶ ἀντεισήχθη εἰς τὸν ἀρχιερατικὸν θρόνον τῆς βασιλευούσης τῶν πόλεων ὁ μοναχὸς Βασίλειος ὁ Σκαμανδρηνός. οἶ δ’ ἐκ τῆς Ἅγαρ, μὴ ἀνεκτὸν ἡγούμενοι στερεῖσθαι τῶν πόλεων ἃς ἤδη ἀφῄρηντο, συνελέγησαν πανταχόθεν καὶ συνθήκας περὶ ὁμαιχμίας πεποιηκότες καὶ τοῖς Καρχηδονίοις τὴν σφῶν ἡγεμονίαν προσνείμαντες ἐξεστράτευσαν κατὰ τῆς ἐν Δάφνῃ Ἀντιοχείας καὶ ταύτην ἐπολιόρκουν. τῶν δ’ ἐν τῇ πόλει ἀνθισταμένων αὐτοῖς κραταιότερον ἠγγέλθη τῷ βασιλεῖ τῶν ἐθνῶν ἡ συνέλευσις. ὁ δὲ κελεύει τῷ στρατηγῷ Μεσοποταμίας ἐπικουρῆσαι τοῖς πολιορκουμένοις· καὶ πολέμου πρὸς τοὺς Ἀγαρηνοὺς συρραγέντος οἱ βάρβαροι, καίτοι πολλαπλάσιοι πρὸς τοὺς Ῥωμαίους ὄντες, τρέπονταί τε καὶ σκίδνανται. οἱ δέ γε ῾Ρώς, τὸ τῶν Βουλγάρων ἔθνος καὶ τὴν χώραν αὐτῶν ὑφ’ ἑαυτοὺς ποιησάμενοι καὶ τοὺς ἡγεμόνας τοῦ ἔθνους τὸν Βορίσην τε καὶ τὸν Ῥωμανόν, οὐκέτι τῶν οἴκοι ἐμέμνηντο, ἀλλ’ ἤθελον αὐτοῦ που μένειν τὴν χώραν κατέχοντες. πρὸς τοῦτο δ’ αὐτοὺς καὶ ὁ Καλοκυρὸς ἀνηρέθιζεν· ‘‘εἰ γὰρ βασιλεὺς ‘ρωμαίων ἀναρρηθήσομαι παρ’ ὑμῶν”, ἔλεγε “τῆς τε τῶν Βουλγάρων χώρας παραχωρήσω ὑμῖν καὶ διαθήσομαι πρὸς ὑμᾶς εἰρήνην διαιωνίζουσαν καὶ τὰ ὑπεσχημένα παρέξω κατὰ τὸ πολλαπλάσιον.” οἱ δὲ τῇ τε τῶν χωρῶν ἀρετῇ θελχθέντες καὶ τοῖς λόγοις τοῦ Καλοκυροῦ χαυνω- θέντες οὔτε τῷ βασιλεῖ πάντα ποιήσειν ἐπιτελῆ τὰ παρὰ τοῦ Νικηφόρου σφίσιν ὑπεσχημένα ἐπείθοντο γράφοντι καὶ τοῖς πρέσβεσιν ὡμίλησαν ἀλαξονικώτερον. ἐντεῦθεν ἄρασθαι κατ’ αὐτῶν ὅπλα ἠνάγκαστο, καὶ ταῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἐπιστήσας στρατάρχην, ὃν στρατηλάτην ὠνόμασε, Βάρδαν μάγιστρον τὸν Σκληρόν, τῆς ἤδη θανούσης αὐτοῦ γαμετῆς αὐτάδελφον ὄντα, ὁρμῆσαί οἱ κατὰ τῶν Ῥὼς ἐνετείλατο. καὶ ὁ μὲν ἀπῄει· οἶ βάρβαροι δὲ τοῦτο μαθόντες καὶ ὁ τούτων. ἔξαρχος ὁ Σφενδοσθλάβος, τούς τε Βουλγάρους ὁπλίσαντες καὶ συμμάχους προσειληφότες Σκύθας, οἷ Πατξινάκαι κικλήσκονται, καὶ τοὺς τὴν Παννονίαν οἰκοῦντας Τούρκους, καὶ στρατιὰν εἰς τριάκοντα μυριάδας ἀριθμουμένην συστησάμενοι, τὴν Θρᾴκην ἅπασαν ἐληίζοντο. τούτοις τοῖς οὖν μὴ θαρρῶν ὁ ληὸς συμμίξαι καὶ κατὰ συστάδην μαχέσασθαι, πολλοστὸν γὰρ ἦν πρὸς τὸ πλῆθος ἐκείνων τὸ μετ’ αὐτοῦ στρατιωτικόν, στρατηγικαῖς μεθόδοις τοὺς βαρβάρους κατηγωνίσατο. καὶ πρῶτον μὲν λόχους καθίσας καὶ μόνοις τοῖς Πατξινάκαις ἐπελθὼν καὶ εὐφυῶς αὐτοὺς περιαγαγὼν εἰς τοὺς λόχους, τοὺς μὲν ἀνεῖλε, τοὺς δ’ εἶλε ζῶντας · εἶτα καὶ τοῖς ἄλλοις συμμίξαντι μέχρι μέν τινος ἰσόρροπος ἦν ἡ μάχη αὐτῷ · ὡς δέ τις τῶν Σκυθῶν καὶ ὄγκῳ σώματος καὶ ψυχῆς παραστήματι γενναῖος εἶναι δοκῶν καὶ τῶν ὁμογενῶν ἁπάντων ὑπερτερεῖν, ὁρῶν τὸν Σκληρὸν ἔφιππον διιόντα τὰς ὑφ’ ἑαυτὸν τάξεις καὶ ταύτας εἰς ἀλκὴν διεγείροντα, ὥρμησε κατ’ ἐκείνου, καὶ κατήνεγκε τό ξίφος κατὰ τῆς κεφαλῆς τοῦ ἀνδρός · τὸ δὲ τῇ τοῦ κράνους ἰσχύΪ καὶ τῇ λειότητι οὐχ ἥψατο αὐτοῦ. ὁ δὲ Σκληρὸς αὖθις κατὰ τῆς κεφαλῆς τὸν Σκύθην ἀντέπληξε ,καὶ ἡ τοῦ ξίφους καταφορὰ εἰς τοσοῦτον γέγονεν ἐνεργὸς ὡς διχῇ τμηθῆναι τὸν βάρβαρον ρον καὶ ἡμίτομα τοῦ ἵππου τὰ μέρη αὐτοῦ ἐκπεσεῖν. οἶ βάρβαροι δὲ τὸ ἔργον ἐκπλαγέντες εἰς δειλίαν ἐνέπεσον καὶ εἰς φυγὴν αὐτίκα ἐτράπησαν, οἷς οἶ Ῥωμαῖοι κατόπιν ἐλαύνοντες πολλοὺς μὲν ἀνῄρουν, πολλοὺς δ’ ἐζώγρουν. ἔπαυσε δὲ τῆς διώξεως τοὺς περὶ τὸν Σκληρὸν ἐπελθοῦσα ἡ νύξ · τέως δὲ καὶ ὅσοι περιελείφθησαν τραυματίαι ἤσαν.