Ancient Greek · ~25 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.23.1
Not analysed yet
Ἄλλη δ’ αὖθις τυραννὶς τῷ Μονομάχῳ δεινοτέρα ἐξυπανέστη. ἡ τοῦ Τορνικίου δ’ ἦν αὕτη Λέοντος, ὃς μητρόθεν κατὰ γένος προσῆκε τῷ αὐτοκράτορι. οὗτος τοίνυν τὴν Ὀρεστιάδα οἰκῶν, οὕτω δὲ πάλαι ἡ πόλις ἐκαλεῖτο τοῦ βασιλέως Ἀδριανοῦ, τοὺς Μακεδόνας εἶχε προσέχοντας αὐτῷ, ὡς δή τινι κρείττονι. ἦν γὰρ ὁ ἀνὴρ οὔτε τὸ εἶδος φαῦλος οὔτε τὸ φρόνημα. εἶχε δέ τι καὶ ἕτερον ᾧ πρὸς ἑαυτὸν τοὺς πλείστους ἐφείλκετο. ἐχρησμολόγει γὰρ ἡ φήμη περὶ αὐτοῦ, οἷα καὶ περὶ ἄλλων λέγεται μάτην, ὡς τῶν Ῥωμαϊκῶν σκήπτρων ἔσοιτό ποτε ἐγκρατής. πρὸς ὃν ὁ βασιλεὺς οὔτε ὡς αὐτῷ προσήκοντα διετέθειτο, ἀλλὰ μέντοι καὶ ἀπηχθάνετο τῷ ἀνδρί. ἡ δὲ τοῦ κρατοῦντος ὁμαίμων ἡ Εὐπρεπία ᾠκειοῦτό τε καὶ ἐδεξιοῦτο αὐτόν, γυνὴ γενναία τε καὶ σταθηροτάτη τὸ φρόνημα καὶ εἰς τύχης ἐλάσασα περιφάνειαν καὶ εἰς πλούτου δαψίλειαν, ἣ τῷ ἀδελφῷ στερκτέα οὐκ ἦν, ηὐλαβεῖτο δ’ αὐτὴν διὰ τὸ περιὸν τῆς φρονήσεως. ἡ δὲ μή τινος ἐξ ἐκείνου τυγχάνουσα τῶν μειζόνων οὔτε συχνάκις αὐτῷ προσῄει καὶ ὑπερηφάνως ὅτε προσελήλυθε προσεφέρετο, διελέγχουσά τε καὶ ὀνειδίζουσα. εἰ δ’ ἐπὶ τούτοις ἑωράκει τὸν ἀδελφὸν ὀργιζόμενον, ἀπεδυσπέτει καταφρονητικῶς. ὁρῶν οὖν τὴν πρὸς τὸν Τορνίκην τῆς ἀδελφῆς ὁ βασιλεὺς γνησιότητα ὑπώπτευέ τε καὶ ἐμηνία, καὶ ἔνα πόρρω ἀλλήλων θεῖτο αὐτούς, τῶν ἐν Ἰβηρσι τῇ ῾Ρωμαίων ἡγεμονίᾳ διαφερόντων αὐτῷ τὴν ἀρχὴν ἀνατίθησι, κατεσχηματισμένην εὐπροσώπως ὑπερορίαν αὐτοῦ καταψηφισάμενος. καὶ ὁ μὲν ἀπῆλθεν. ἡ δέ γε φήμη, ἣ πρὸς μέγα τύχης αὐτὸν ἐξῆρεν ἐν ἐλπίσιν, οὐκ ἔληγε. καί τινες ἐκ τούτου τὸν ἄνδρα πρὸς τὸν βασιλέα διέβαλλον. ὁ δὲ τοῖς λόγοις τούτοις τὴν γνώμην διασεισθεὶς στέλλει καὶ κείρει μὲν τὴν κόμην τῷ Τορνίκῃ, συγκείρειν αὐτῷ ταῖς θριξὶ καὶ τὰς ἐλπίδας οἰόμενος, ῥάκος δὲ μέλαν αὐτὸν ἀμφιέννυσι, ζοφοῦν αὐτῷ νομίζων ἐντεῦθεν τὴν προσδοκωμένην τῆς τύχης λαμπρότητα, οὕτω δ’ ἐπανελθόντα μήτ’ οἰκτείρας, ἀλλὰ καὶ ἐπικαγχάσας ἀφῆκεν. οἱ δέ γε Μακεδόνες καὶ πρῴην, ὡς εἴρηται, προσκείμενοι τῷ ἀνδρὶ καὶ χρηστὰς ἐλπίδας ἐπ’ αὐτῷ θάλποντες, νυκτὸς αὐτὸν ὑπεξαγαγόντες τῆς βασιλίδος τῶν πόλεων ἐς τὴν αὐτῶν μητρόπολιν ἄγουσι τὴν Ἀδριανούπολιν, καὶ σπουδῇ τῶν προστεθειμένων αὐτῷ ταχὺ τὰ πλείω τῶν στρατευμάτων ἐκεῖ συνηθροίσθησαν ἢ καὶ μίσει τῷ πρὸς τὸν αὐτοκράτορα. διά τινας γὰρ αἰτίας οὔτ’ ἐκεῖνος καλῶς τοῖς στρατιώταις ἐκέχρητο, ἀλλὰ καὶ ὑποψίας ὑπέτρεφε κατ’ αὐτῶν, κἀκεῖνοι διὰ ταῦτα πρὸς ἔχθος κατ’ αὐτοῦ ἠρεθίζοντο. ὡς δ’ οὖν συνελέγησαν, εὐφημίας αὐτὸν αὐτίκα βασιλικῆς καὶ ἀναρρήσεως κατηξίωσαν. ὁ δὲ σὺν αὐτοῖς εὐθὺς ἔργου εἴχετο, καὶ ἀθρόον τῇ βασιλευούσῃ ἐπιφοιτᾷ, καί οἱ προσιόντι προσεφοίτων πολλοὶ καὶ στρατιῶται καὶ ἀστικοί, κἀκεῖνος ταῖς ἐλπίσιν ᾐώρητο, ὡς οὔτινος αὐτῷ ἀντιστησομένου, ἀλλὰ μᾶλλον ἀναπετασόντων αὐτῷ εὐπετῶς καὶ τὰς πύλας τῆς πόλεως, ὅτι τε τὰ ἑῷα στρατεύματα πολέμοις ἐκεῖ προσησχόλητο καὶ ὅτι καὶ οἱτῆς πόλεως δι’ ὀργῆς ἐποιοῦντο τὸν αὐτο- κράτορα, ὡς δή τι μὴ κατὰ γνώμην αὐτοῖς προσφερόμενον. τοιαύταις οὖν αἰωρούμενος ταῖς ἐλπίσι στρατοπεδεύεται πρὸ τῆς πόλεως, πολιορκήσων αὐτήν, εἰ μὴ δέχοιτο αὐτὸν ἑτοιμότατα. ἔωθεν οὖν παραταξάμενος, καὶ ἀγχοῦ τοῦ περιβόλου τῆς πόλεως γεγονὼς περὶ τὰς Βλαχέρνας, ἀνοῖξαί οἱ τὰς πύλας ἠξίου τοὺς ἔνδον, ὑποσχέσεσι τούτους πρὸς τὴν πρᾶξιν παραθαρρύνων λαμπραῖς. τῶν δὲ μηδ’ ἐπιστρεφομένων αὐτοῦ, ἀλλὰ καὶ χλευαζόντων καὶ πρὸς ἐκεῖνον ἀποσκωπτόντων ,ἐπεχείρει τῇ προσβολῇ ἀντιπαρετάττετο δὲ καὶ ὁ βασιλεὺς στρατιώταις ὀλίγοις καὶ ὄχλῳ δημοτικῷ καί τισιν ἄλλοις ἀνδράσιν ἐνίων τῶν τῆς γερουσίας θεράπουσι, τῶν πάντων οὐδ’ εἰς ἀκριβῆ σὺν ἀριθμοῦ μέν ὢν χιλιοστύν· καὶ τούτους πρὸ τοῦ περιβόλου στήσας τῆς πόλεως ἀντιμετώπους τοῖς τοῦ τυράννου ᾤετο καταπλήξειν αὐτοῖς τὸ ἀντίπαλον. καὶ αὐτὸς δὲ ὁ αὐτοκράτωρ ἔν τινι τῶν βασιλικῶν θαλάμων προβεβλημένῳ τῶν ἄλλων καὶ ἐπὶ τὸ πρὸ τῆς πόλεως ἐστραμμένῳ πεδίν καθῆστο βασιλικῶς, ἔν ὁρῴη τοὺς ἐναντίους καὶ ὁρῷτο αὐτοῖς. οἱ δὲ Μακεδόνες βωμολοχίας ὄντες ἐθάδες, ἰδόντες τὸν βασιλέα, οἱ μὲν ἄντικρυς ἐξύβριζον εἰς αὐτόν, οἱ δὲ καὶ χοροὺς συνιστῶντες μέλη τέ τινα σχεδιάζοντες κωμῳδίας ὠρχοῦντο καὶ ᾖδον ταῦτα, τοῖς ποσὶν ἐπικροτοῦντες τὴν γῆν. εἶτα τοῖς ἔξω τοῦ τείχους προβεβλημένοις βασιλικοῖς μοίρας ἐπελθούσης τῶν ἐναντίων, οἱ μὲν ἐπὶ τὰς πύλας ὥρμησαν, οἱ δ’ ἐπὶ τὴν τάφρον ἐνέπιπτον καὶ ἀπώλλυντο. τοσοῦτον δ’ ἅπασι τὸ δέος ἐγένετο ὥστε τούς τε τοῖς τείχεσιν ἐφεστῶτας ἑαυτοὺς ἐκ τούτου καταβάλλοντας φεύγειν καὶ τοὺς τὰς εἰσόδους φρουροῦντας τῆς πόλεως φρούδους αὐτίκα γε- νέσθαι, μηδὲ τὰς πύλας ἐπιζυγώσαντας. εἰ οὖν εἶχεν ὁ τότε πόλεμος τὸν εἰδότα νικᾶν, οὐδὲν ἦν τὸ κωλῦον εὐθὺς τὸν Τορνίκην ἐντὸς γενέσθαι τοῦ ἄστεος καὶ τέλος ἐπιθεῖναι τῷ ἐγχειρήματι. ἀλλὰ τοῦτο μέν, ἐπεὶ μὴ τῇ ἄνωθεν ἐδέδοκτο διοικήσει, τὸν τυραννοῦντα διέφυγεν. ὁ δέ γε βασιλεὺς μικροῦ ἂν ἐκινδύνευσε· τῶν γάρ τις ἐναντίων τόνδ’ ἐπιτοξάζεται καὶ βέλος ἀφίησι κατ’ αὐτοῦ, τὸ δ’ ἀτευκτῆσαν τοῦ βασιλέως βάλλει μειράκιόν τι τῶν θαλαμηπολούντων. ἀλλ’ οὐδ’ ἐκείνῳ καιρία γέγονεν ἡ ἐκ τοῦ βέλους πληγή· οἵ γε μὴν περὶ τὸν βασιλέα δείσαντες αὐτίκα μετέστησαν, κἀκεῖνος αὐτὸς ἄλλοσ’ ἑ πῃ τῷ θώκῳ μετήνεκτο. ὃν δ’ εἴρηται τρόπον διαφυγὸν τὸν Τορνίκην τὸ εὐτύχημα εἰς τοὐναντίον αὐτῷ τὰ πράγματα περιέτρεψεν. ἥ τε γὰρ πόλις αὖθις ὑπὸ φρουρὰν ἐγεγόνει καὶ ὁ τύραννος αὖθις ἴωθεν προσβαλὼν καὶ ἀποκρουσθεὶς παρὰ βραχὺ καὶ ἀπώλετο ἄν. λίθων γὰρ ἐκ μηχανῆς ταλαντιαίων σφενδονουμένων κατὰ τῶν ἐναντίων, εἶς ἐπὶ τὸν τύραννον ἵετο, καὶ τοῦ μὲν οὐ καθίκετο, δειλίαν δὲ κἀκείνῳ καὶ τοῖς περὶ αὐτὸν ἐνεποίησε, καὶ λύσαντες τὴν παράταξιν ὑπενόστησαν εἰς τὴν σφετέραν παρεμβολήν, καὶ οὐκέτι τῇ πολιορκίᾳ ἐπικεχειρήκασιν. ἀλλά τινας βραχείας ἡμέρας προσμείνας ὁ τυραννῶν, ἐπεὶ ἑώρα τοὺ ’ς μὲν τῶν οἰκείων προσχωροῦντας τῷ βασιλεῖ, τοὺς δὲ σκιδναμένους καὶ ἐκδιδράσκοντας, ἀπανίσταται μὲν τῆς περὶ τὸ ἄστυ προσεδρείας, ἀπῄει δὲ ὡς εὐπετῶς τῶν Θρᾳκῴων κρατήσων φρουρίων, ἀλλ’ ἀπεκρούσθη κἀκείνων. ἐν τοσούτῳ δὲ παρῆσαν αἶ τῆς ἑῴας δυνάμεις ἀνακεκλημέναι παρὰ τοῦ αὐτοκράτορος, καὶ κατὰ τοῦ τυραννοῦντος ἀφείθησαν. οἶ δ’ αὐτῷ τὴν ἀποστασίαν συγκροτοῦντες ὡς ἔγνων τοῦτο, δείσαντες περὶ σφίσιν, ἀλλὰ καὶ τοῦ τῶν ἑῴων ταγμάτων ἐξάρχονΤος παραστρατοπεδευσαμένου τοῖς ἀποστάταις, καὶ τοὺς μὲν ὁμιλίαις, τοὺς δὲ καὶ γράμμασι πείθοντος αὐτομολῆσαι τῷ αὐτοκράτορι, πάντες σχεδὸν λιπόντες τὸν τυραννήσαντα προσήνωντο τοῖς βασιλικοῖς, καὶ οὐ τῶν ἀσήμων μόνον ἦσαν οὗτοι στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐπιφανῶν καὶ ἐστρατηγηκότων καὶ λαμπρυνθέντων ἀρχαῖς, ἑνὸς μόνου τῶν ἐπισήμων ἐγκατελείφθη κότος αὐτῷ τοὐ Βατάτζη. ὡς δ’ οὖν ἐγκατελείφθη πρὸς τῶν λοιπῶν ὁ Τορνίκης, καὶ πάντοθεν αὐτῷ ἄφυκτος ἦν ἡ κατάληψις, θείῳ ναῷ προσπεφεύγασιν αὐτός τε καὶ ὁ Βατάτζης. ἐκεῖθεν δὲ πεδῆται τῷ Μονομάχῳ προσήχθησαν· ὁ δὲ στέρησιν ἀμφοῖν καταψηφίζεται τοῦ φωτός, καὶ τοῖς μὲν ἐσβέσθησαν εὐθὺς οἱ λύχνοι τοῦσώματος, ἡ δ’ ἀποστασία διελέλυτο τέλεον.