Ancient Greek · ~16 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.22.1
Not analysed yet
Καὶ ἡ μὲν ἀπῆλθεν, τῷ δὲ βασιλεῖ πόλεμος ἐπῆλθεν ἐμφύλιος. ὁ γάρ τοι Μανιάκης Γεώργιος, ἀνὴρ καὶ τὴν ψυχὴν ἀνδρειότατος τὴν χεῖρά τε γενναιότατος καὶ στρατηγεῖν δεξιώτατος, παρὰ ταῖν βασιλίδαιν, ὅτ’ ἐκεῖναι τοῖς τῆς βασιλείας πράγμασιν ἐφειστήκεσαν, εἰς Ἰταλίαν πεμφθεὶς πολεμησείων τοῖς αὐτῇ ἐπεμβαίνουσι καὶ ταύτης οἰκειωσαμένοις ἔνια, καὶ τῇ τῶν Ῥωμαίων αὖθις ἡγεμονίᾳ ἐπανασώσων αὐτά, τοῖς τῶν Ῥωμαίων ἀντιπολέμοις ἀντικαθίστατο. ἐπεὶ δὲ εἰς τὸν Μονομάχον ὁ τῆς βασιλείας ἄξων μετακεκύλιστο καὶ ὁ Σκληρὸς Ῥωμᾶνος, ἀδελφὸς δ’ ἦν ὁ ἀνὴρ τῆς ἐρωμένης τῷ βασιλεῖ, μέγα δεδύνητο διὰ τὴν ὁμαίμονα καὶ μάγιστρος καὶ πρωτοστράτωρ τετίμητο, τῷ κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν οἴκῳ τοῦ Μανιάκη ἀγχιτερμονῶν, κακῶς διετίθει τὰ τοῦ ἀνδρός, μνησικακῶν ὅτι πρῴην διαφερόμενος ἐκείνῳ κατεπονεῖτο. λέγεται δὲ καὶ τῆς εὐνῆς ἐπιβῆναι τοῦ Μανιάκη. ταῦτα τῷ ἀνδρὶ ἀγγελλόμενα εἰς θυμὸν ἐκίνει αὐτὸν καὶ ἄχος ἐνεποίει πολύ· εἶτα καὶ τὴν ἀρχὴν ἀφαιρεῖται, καὶ τοῦτο κατεργασαμένου τοῦ ῾Ρωμανοῦ. ἐννοῶν τοιγαροῦν ὡς εἰ πρὸς τὴν Κωνσταντίνου ἐπανελεύσεται, οὐ χρηστῶς αὐτῷ διατεθήσεται ὁ κρατῶν διὰ τὸν Σκλη- ρόν, τυραννίδι ἐπιχειρεῖ. καί οἱ ὡς Κορυφαιοτάτῳ τῶν στρατηγῶν καὶ ἀρηίῳ ἀνδρὶ πολὺ τοῦ στρατιωτικοῦ προσεχώρησεν. ὁ δὲ ἐξ Ἰταλίας πρὸς τὴν ἀντικρὺ >ταύτης ἤπειρον πλοίοις ἐμβιβάσας τὸ στράτευμα γίνεται. τοῦτο εἰς θόρυβον τὸν βασιλέα ἐνέβαλε, καὶ γραφὴν ἐγχαράττει τῷ Μανιάκῃ, παντὸς μὲν δείματος αὐτὸν ἀπολύουσαν, εἰ τὰ ὅπλα κατάθοιτο, ἐπαγγελλομένην δὲ τὰ χρηστότερα. ὡς δ’ ἐκεῖνος ἅπαξ κύβον ἀναρρίψας οὐκέτι τῶν ὅπλων μεθίετο, ἀντιστρατεύει κατ’ αὐτοῦ ὁ βασιλεύς. ἐφιστᾷ δὲ τῷ στρατεύματι οὔτινα τῶν γενναίων ἀνδρῶν ἤ τῶν ἐν στρατηγίαις ἐξητασμένων, δεδιὼς μὴ κἀκεῖνος τολμήσειε τὰ αὐτά, ἀλλ’ ἐκτομίαν τῶν θαλαμηπολούντων, πιστὸν μέντοι αὐτῷ. ὁ δὲ τὰς δυνάμεις ἀναλαβὼν ἀπῄει, καὶ ὁ Μανιάκης ἔσπευδεν ἀσυντάκτους τοὺς περὶ τὸν ἐκτομίαν καταλαβεῖν. ἐπεὶ δὲ προσέβαλλον ἀλλήλαις αἱ στρατιαί, τὸ μὲν ἐπὶ τῷ πρωταγωνιστῇ, τῷ Μανιάκῃ φημί, τροποῦται τὸ τῶν ἐναντίων στρατόπεδον, τὸ δ’ ἐπὶ τῇ τὰ ἡμέτερα διεξαγούσῃ προνοίᾳ ἀθρόον ἀντέστραπτο τὰ τῆς μάχης, καὶ ἥττηντο οἱ περὶ τὸν Μανιάκην. ὡς γὰρ ἐκεῖνος ἐπιὼν τὰς τάξεις διεκλόνει τὰς φάλαγγας καὶ οἷς ἂν ἐνεβόησεν εὐθὺς ἀνεχάζοντο καὶ ὁ συνασπισμὸς διελύετο, αἴφνης πεπληγμένος εὑρέθη, καὶ πληγὴν καιρίαν, ἐξ ἧς τὸ αἷμα καταρρέον πολύ, ἀχλὺν αὐτοῦ κατεσκέδασε καὶ πάρεσιν τοῖς μέλεσιν ἐνεποίησεν, ὥστε καὶ τὸν χαλινὸν διεκπεσεῖν τῆς χειρὸς αὐτοῦ, κἀκεῖνον καταβληθῆναι εἰς γῆν ἐκ τοῦ ἵππου, τῆς ἕδρας ἀπολισθήσαντα. ἔκειτο τοίνυν αὐτίκα θανὼν ἔξω τι τοῦ μεταιχμίου βραχύ, καὶ οἱ βασιλικοὶ ἐπελθεῖν τέως αὐτῶ ἐδεδίεσαν. ὡς δ’ οἶ ἐκείνου τὸν σφέτερον ἔγνων ἀρχηγὸν πεσόντα, πτοίᾳ ληφθέντες διεσκεδάσθησαν. τότε τῷ κειμένῳ ἐπέδραμον οἶ τῆς ἑτέρας μοίρας, καὶ τὴν τοῦ δειλαίου κεφαλὴν ἐκτεμόντες τῷ σφῶν προσήγαγον στρατηγῷ. ὁ δὲ ταύτην αὐτίκα τῷ αὐτοκράτορι πέπομφε, κἀκεῖνος μετέωρον ταύτην ἦρε κατὰ τὸ θέατρον, εἶτα καὶ τοῦ τὸν πόλεμον κατωρθωκέναι δόξαντος ἐκτομίου ἐπανελθόντος μετὰ τῆς στρατιᾶς, θρίαμβος γίνεται, τοῦ βασιλέως ἐν τῷ πρὸς τὴν ἀγορὰν ἐπεστραμμένῳ προτεμενίσματι τοῦ ἐν τῇ Χαλκῇ λεγομένῃ τοῦ Σωτῆρος ναοῦ προκαθημένου μετὰ πολλῆς τῆς λαμπρότητος, ἑκατέρωθεν αὐτοῦ καὶ τῶν βασιλίδων συγκαθημένων. ἀλλὰ τὰ μὲν κατὰ τὸν Μανιάκην ἐν τούτοις τετελευτήκασιν. ἄλλη δ’ αὖθις κεκίνητο τυραννίς, ἧς ἦν ἐργάτης Θεόφιλος ὁ Ἐρωτικός. ὃς τὰ κατὰ τὸν δεύτερον Μιχαὴλ, τὸν τοῦ πρώτου ἀδελφιδοῦν, μαθών, καὶ ὡς γυναιξὶν ἡ βασιλεία πεπίστευται, τοὺς Κυπρίους ὑπελθών, τούτων γὰρ ἔτυχεν ἄρχων τότε, ἀποστασίᾳ ἐπιχειρεῖ. οὐ μέντοι τριβῆς τῷ Μονομάχῳ ἐδέησε πρὸς τὴν τούτου καθαίρεσιν. στόλον γὰρ στείλας δι’ αὐτοῦ τὸν Ἐρωτικὸν ἐχειρώσατο καὶ τὴν νῆσον ῥᾷον εἰς δούλωσιν ὑπηγάγετο. θνήσκει δὲ ὁ πατριάρχης Ἀλέξιος, ἐπ’ ἴτη δέκα πρὸς τοῖς ὀκτὼ καταπολαύσας τοῦ θρόνου τοῦ πατριαρχικοῦ, καὶ Μιχαὴλ ὁ λεγόμενος Κηρουλάριος πρὸς αὐτὸν ἀνθιδρύεται. χρυσίου δὲ κεντηνάρια πέντε καὶ εἴκοσι ἐκ τῆς τοῦ πατριάρχου Ἀλεξίου μονῆς ὁ Μονομάχος ἀφείλετο, παρ’ ἐκείνου τοῦ πατριάρχου θησαυρισθέντα ἐκεῖ. ὅ γε μὴν ἐκτομίας Ἰωάννης, ὁ γεγονὼς ὀρφανοτρόφος, ὁ τοῦ βασιλεύσαντος Μιχαὴλ τοῦ Παφλαγόνος αὐτάδελφος, εἰς Μιτυλήνην τοῦ Μονομάχου κρατήσαντος μεταχθεὶς ἐκεῖ πηροῦται τοὺς ὀφθαλμούς, ὡς μέν τισι δοκεῖ, παρὰ τῆς βασιλίδος Θεοδώρας, γνώμης ἄτερ τοῦ αὐτοκράτορος, ὡς δ’ ἐνίοις, αὐτοῦ τοῦ κρατοῦντος τοῦτο κελεύσαντος, μηνιῶντος αὐτῷ διὰ τὸ τῆς ὑπερορίας πολυετὲς καὶ ἀναίτιον. ὃς βραχείας ἡμέρας τῇ πηρώσει ἐπιβιώσας τὴν ζωὴν ἐξεμέτρησεν.