Ancient Greek · ~28 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.25.1
Not analysed yet
Εἷς μὲν δὴ πόλεμος βαρβαρικὸς οὑτοσὶ δεδιήγηται, εἰρήσθω δὲ καὶ ἑτέρα τις συγκίνησις ἔθνους, >ἢ τότε τὴν ἑῴαν διέλαβε, καὶ μέχρι τοῦ νῦν αὐτὴν ἐπιβόσκεται, τοὺ ’ς Τούρκους φημί. εἰσὶ μὲν οὖν οὗτοι γένος τι Οὑννικὸν οἰκοῦν τὰ προσάρκτια τῶν Καυκασίων ὀρῶν, πολυπληθὲς καὶ αὐτόνομον. ἐπεὶ δ’ ἡ Περσῶν ἀρχὴ ἢ μᾶλλον ἡ Μακεδόνων, ἣ τὴν Περσῶν βασιλείαν καθεῖλεν, ὑπὸ Σαρακηνῶν καθῄρητο, εἶτα καὶ οὗτοι πρὸς ἀλλήλους στασιάσαντες εἰς ἀντιπάλους μοίρας διῄρηντο καὶ ἀλλήλοις ἐμάχοντο, Μουχούμετ ὁ τοῦ Ἰμβραήλ, Πέρσιδος ἄρχων καὶ Χορασμίων καὶ Μηδίας καί τινων ἄλλων, πόλεμον ἤρατο κατὰ τοὺς χρόνους Βασιλείου τοῦ βασιλέως κατὰ Βαβυλωνίων τε καὶ Ἰνδῶν, ἡττώμενος δὲ συμμαχικὸν ἐκ Τούρκων μετεπέμψατο· ἦν δὲ τοῖς εἰς συμμαχίαν ἐλθοῦσι τῷ Μουχούμετ στρατηγὸς Ταγγρολίπιξ Μουκάλετ. σὺν τούτοις ὁ Μουχούμετ τοῖς ἀντιθέτοις προσβαλὼν τροποῦται αὐτούς, καὶ ἀναζεύξας εἰς τὰ οἰκεῖα οὐκ εἴα τοὺς Τούρκους εἰς τὴν ἑαυτῶν ὑποστρέψαι, ἀλλ’ ἤθελε παρακατέχειν αὐτούς, ἵνα καὶ ἐφ’ ἑτέρους χρῷτο συμμάχοις αὐτοῖς. οἱ δὲ μὴ οἷοί τε ὄντες ἀπιέναι πρὸς τὴν σφετέραν, εἰ μὴ αὐτοῖς ἀνεθείη ἡ τοῦ Ἀράξιδος γέφυρα, ποταμὸς δ’ οὗτος ἐστὶν εἰ μὴ διὰ τῆς γεφύρας οὐ πεατός, ἡ γέφυρα δ’ ἐπεπύργωτο ἑκατέρωθεν, καὶ τοῖς πύργοις φρουροὶ ἐφειστήκεισαν ἀποστατοῦσι, καὶ εἰς ὄρη καταφυγόντες, οὐ γὰρ ἐθάρρουν ὄντες τρισχίλιοι πρὸς πολλὰς κατὰ συστάδην μαχέσασθαι μυριάδας, ἐκτρέχοντες ἐκεῖθεν τὰ τῶν Σαρακηνῶν ἐληίζοντο. ἐκπέμπει τοίνυν κατ’ αὐτῶν ὁ ουχούμετ στρατεύματα περί που τὰς εἴκοσι χιλιάδας, δέκα τῶν ὁμογενῶν ἀνδράσι τὴν αὐτῶν ἐγχειρίσας ἡγεμονίαν. οἷς οἱ Τοῦρκοι νυκτὸς ἐπιθέμενοι ῥᾷστα τοὺς πλείους κατέκοψαν. οἶ δὲ περισωθέντες σὺν τοῖς αὐτῶν στρατηγοῖς εἰς τὸν Μουχούμετ ἀνθυπενόστησν. ὁ δὲ τοὺς μὲν δέκα τῆς στρατιᾶς ἡγεμόνας ἐξετύφλωσε, κατὰ δὲ τῶν περισωθέντων στρατιωτῶν ἠπείλει διαθήσειν αὐτοὺς τὰ χείριστα. οἱ δὲ δείσαντες τοῖς Τούρκοις προσέθεντο· ἤδη δὲ καὶ ἄλλων αὐτοῖς προσρυέντων συχνῶν, δούλων τε καὶ κακούργων λεηλασίαις χαιρόντων καὶ ἁρπαγαῖς, πολυπληθὲς ἐγένοντο στράτευμα, καὶ τῷ Μουχούμετ περὶ τὸ Ἀσπαχὰν συρρήγνυνται, καὶ πολλῶν πεσόντων Σαρακηνῶν καὶ αὐτὸς ὁ ουχούμετ ἀπέθανεν. ὁμονοησάντων οὖν τῶν στρατευμάτων, παρὰ πάντων ὁ Ταγγρολίπιξ τὴν ἀρχὴν τῶν ὑπὸ τὸν Μουχούμετ ἐνεχειρίσθη χωρῶν. αἱρεθεὶς δ’ εἰς ἡγδμονίαν, πέμψας τοὺς ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος πύρ- γους κατέβαλεν. οὕτω δ’ ἀνεθείσης τοῖς Τούρκοις τῆς διόδου τοῦ ποταμοῦ πολὺ τῶν βαρβάρων τού -πλῆθος προσερρύη τῷ Ταγγρολίπικι, καὶ χεῖρα βαρεῖαν ἐκ τούτων ὁ τῶν Τούρκων κτησάμενος ἀρχηγὸς ἀφαιρεῖται μὲν πάντοθεν τοὺς Σαρακηνοὺς τὴν ἀρχήν, ἑαυτῷ δὲ ταύτην καὶ τοῖς ὁμογενέσιν ἀπένειμε, καὶ εἰς ὑπηκόους τοὺς ἐκ τῆς Ἄγαρ κατέστησεν. εἶτα αὐτὸς μὲν μάχῃ τοὺς Βαβυλωνίους προσεκτήσατο, τὸν δὲ ἀδελφόπαιδα Βαβυλωνίους σὺν στρατιᾷ κατὰ τῶν Ἀράβων ἐξέπεμψεν· ὁ δὲ ἡττηθεὶς ὑπέστρεφε, καὶ διαπρεσβεύεται πρὸς τὸν τῆς Μηδίας ἄρχοντα, οὕτω δ’ ἐκαλεῖτο πάλαι τὸ Βαασπαρκᾶν, αἰτῶν παραχωρηθῆναι διὰ τῆς χώρας αὐτοῦ διελθεῖν. ὁ δὲ τῆς χώρας ταύτης ἐκ βασιλέως ἄρχειν προχειρισθεὶς οὐ μόνον οὐκ ἀνῆκε τούτῳ τὴν δίοδον, ἀλλὰ καὶ ἀντετάξατο κατ’ αὐτοῦ, καὶ συμβαλὼν ἡττᾶται, καὶ πολλοὺς μὲν τῶν οἰκείων ἀπέβαλεν, ἥλω δ’ αὐτός. ὁ γοῦν Κουτλουμοὺς πρὸς τὸν ταγγρολίπικα ἐπανελθὼν τὰ περὶ τοῦ κατὰ τὴν Μηδίαν διηγεῖτο πολέμου καὶ τῆς χώρας ἐξύμνει τὸ πάμφορον, καὶ προσετίθει εὐάλωτον εἶναι ταύτην, παρὰ γυναικῶν κάρπουμένην, οὕτω καλῶν τοὺς μαχεσαμένους αὐτῷ. ὁ δὲ Ταγγρολίπιξ αὐτῷ μὲν διὰ τὴν ἧτταν ἐμηνία, ἐκεῖνος δὲ κατὰ τῶν Ἀράβων ἐχώρει. καὶ ὁ Κουτλουμοὺς δείσας ἀπέδρα μετὰ τῶν σὺν αὐτῷ, καὶ τὸ Πασὰρ. πόλις δ’ ἐστὶ τῶν Χορασμίων, τουτὶ κατασχών, ἀφίσταται τοῦ Σουλτάν, οὕτω γὰρ ὁ Ταγγρολίπιξ ὠνόμαστο, καὶ ἐπὶ πολὺ πρὸς τὸν θεῖον ἀντικαθίστατο, πολιορκοῦντα αὐτόν, διὰ δὲ τὴν τῆς πόλεως ὀχυρότητα μηδὲν ἀνύσαι δυνάμενον. καὶ ὁ μὲν Σουλτὰν τῇ πολιορκίᾳ τοῦ Πασὰρ προσησχόλητο· στέλλει δὲ κατὰ Μηδίας Ἄσαν σὺν ἀξιομάχῳ δυνάμει. ὁ δὲ προσβαλὼν τῇ χώρᾳ καὶ συμμίξας Ῥωμαίοις, πίπτει μὲν αὐτός, ἡττᾶται δὲ τὸ σὺν αὐτῷ στρατιωτικόν, καὶ βραχίστων ἄτερ τὸ πᾶν ἀπόλλυται. ὃ μαθὼν ὁ Σουλτὰν ἠθύμησε μέν, ἐπαναλαβεῖν δ’ αὖθις ἔσπευδε τὸ δυστύχημα, καὶ Ἀλὶμ Αβραμίῳ ἑτεροθαλεῖ ἑαυτοῦ ἀδελφῷ στρατιὰν ἐγχειρίσας εἰς ἑκατὸν ἀριθμοῦ μ’ ἔνην χιλιοστύας κατὰ Ῥωμαίων ἐξέπεμψεν. ὁ δὲ τοῦ Βαασπαρκᾶν στρατηγὸς τῷ βασιλεῖ περὶ τούτων διὰ γραμμάτων δεδήλωκε, συμμαχίαν αἰτῶν. καὶ ὃς τῷ Λιπαρίτῃ δυνάστῃ μοίρας τῶν Ἰβήρων τυγχάνοντι ἐπέστειλε συνελθεῖν τοῖς Ῥωμαίοις καὶ ἐπαρῆξαι κατὰ τῶν Τούρκων. τῶν Τούρκων δὲ ἐπιστάντων ἤδη, οἶ Ῥωμαῖοι πολεμῆσαι σφίσιν οὐκ ἔκριναν, εἰ μὴ ἑνωθεῖεν κατὰ τὴν βασιλικὴν ἐντολὴν καὶ τοῖς Ἴβηρσιν. ἀτρεμούντων δὲ τῶν στρατιωτῶν, μὴ δυνάμενος ὁ Ἀλὶμ συμβαλεῖν εἰς ὀχύρωμά τι προσκαθημένοις, ἔπεισι τῷ Ἄρτζε, κωμόπολις δ’ ἦν τοῦτο, πληθὺς δ’ ἐνῴκει αὐτῷ, ἔν’ οὕτως εἴποιμι, καὶ ἀριθμὸν ὑπερβαίνουσα, ἔμποροι δ’ ἦσαν οἱ ἄνθρωποι, καὶ πλοῦτος ἦν αὐτοῖς περιττός. ὡς γοῦν ἀτείχιστον τὴν κωμόπολιν ἐξ ἐφόδου ἑλεῖν αὐτὴν οἱ βάρβαροι ἤλπιζον, ἀλλ’ ἔγνωσαν παραβουκολούμενοι ταῖς ἐλπίσιν, ἐπείπερ ταύτῃ προσέβαλον. ταῖς γὰρ διόδοις ὕλας ἐπαγαγόντες οἱ ταύτης κάτοικοι, καὶ ταύταις αὐτὰ ’ς ἀποφράξαντες, ἐκ τῶν δωμάτων ἔβαλλον τοὺς ἐναντίους καὶ ἀνῄρουν πολλούς, καὶ τοῦτο ἐφ’ ἡμέραις ἐγίνετο ἔξ. ὣ ’ς δ’ ἔγνω ὁ τῶν Τούρκων στρατηγὸς ὁ Ἀλὶμ ἐρρωμενέστατα τοὺς Ἀρτζηνοὺς ἀντεχομένους καὶ πολιορκίᾳ ῥᾷστα μὴ ἁλωτούς, πυρὶ τῶν ἀνδρῶν περιγενέσθαι διέγνωκεν· αὐτίκα τοίνυν ἀνῆπτο τοῦτο καὶ τοῖς οἰκήμασιν ὑπεβάλλετο. ὡς δ’ ἐξήφθη πανταχόθεν πυρκαιά, τρέπονται μὲν οἱ ἐγχώριοι, οἱ δὲ βάρβαροι κρατοῦσι τῆς κωμοπόλεως καὶ πολὺν ἐν αὐτῇ χρυσὸν καὶ ἄλλον πλοῦτον εὑρήκασιν, ὅσος μὴ κατηνάλωτο πυρί. ἐντεῦθεν αὖθις κατὰ τῆς ῾Ρωμαϊκῆς ὡρμήκασι στρατιᾶς. ἤδη δὲ καὶ τοῦ Λιπαρίτου σὺν τοῖς Ἴβηρσι παραγεγονότος, συμβολὴ τῶν στρατευμάτων ἐγένετο περὶ βουλυτόν. ὁ μὲν οὗν Ἀλὶμ καὶ ὁ Χοροσάνης, ἕτερος δ’ οὗτος ἦν στρατηγὸς τῶν βαρβάρων, μετὰ τῶν ὑπ’ αὐτοὺς τραπέντες ἐν ἔκλιναν εἰς φυγήν, καὶ σφᾶς οἱ ἀντιτεταγμένοι ῾Ρωμαῖοι μέχρι πόρρω νυκτῶν κατεδίωκον. ὁ δὲ Λιπαρίτης κατ’ ἄλλο κέρας μαχόμενος ἑάλω τοῖς ἐναντίοις. ὡς δ’ ἐπαύσαντο τῆς διώξεως οἱ ῾Ρωμαῖοι, τὸν Λιπαρίτην προσέμενον, μὴ εἰδότες ὃ περὶ ἐκεῖνον συμβέβηκεν. ἐν τοσούτῳ δέ τις αὐτοῖς ἀγγέλλει τοῦ Λιπαρίτου τὴν ἅλωσιν, καὶ ὅτι λαβόντες αὐτὸν οἱ ἑλόντες ἀπίασι σὺν σπουδῇ. οἱ μὲν οὖν ῾Ρωμαῖοι ταῦτα μαθόντες ἐν ἀθυμίαις ἦσαν. οἱ βάρβαροι δὲ τῷ Σουλτὰν τὸν Λιπαρίτην ἐκόμισαν. ὁ μέντοι βασιλεὺς μαθὼν τοῦ Λιπαρίτου τὴν ἅλωσιν, πέμπει πρὸς τὸν Σουλτάν, ἐλευθερίας ἀξιῶσαι τὸν Λιπαρίτην ζητῶν, καὶ λύτρα τούτου πέμψας πολλὰ καὶ δῶρα δὲ τῷ Σουλτάν, καὶ σπονδὰς μέσον Ῥωμαίων καὶ Τούρκων ζητῶν γενέσθαι. ὁ δὲ Σουλτὰν τὸν μὲν Λιπαρίτην δῶρον στέλλει, τὰ δέ γε λύτρα πάντα τῷ ὑπὲρ οὗ ἐπεπόμμεισαν δέδωκε, καὶ μηκέτι ὅπλα κατὰ Τούρκων ἄρασθαι παρηγγύησεν. ἐκπέπομφε δὲ κἀκεῖνος πρέσβυν πρὸς βασιλέα, ὃν ἐκάλουν ἐκεῖνοι σερίφην. οὗτος δ’ ἐστὶ παρ’ αὐτοῖς ὅπερ πάλαι ἦν παρ’ ἡμῖν ὁ λεγόμενος σύγκελλος· ὡς γὰρ ὁ σύγκελλος τοῦ πατριάρχου θανόντος εἰς τὸν ἐκείνου τόπον ἀντι- καθίστατο, οὕτω καὶ ὁ σερίφης τοῦ Χαλιφᾶ φθαρέντος ἐκεῖνος τὸν τελευτήσαντα διεδέχετο. εἰσελθὼν οὖν εἰς τὴν μεγαλόπολιν ὁ σερίφης καὶ εἰς ὁμιλίαν τῷ κρατοῦντι ἐλθὼν καὶ ὁμιλήσας ὑπερηφάνως φόρους τε τελεῖν ἀπαιτῶν τῷ Σουλτάν, ἀπεπέμφθη. ἐντεῦθεν βαρυθυμήσας ὁ Σουλτὰν αὐτὸς κατὰ Ῥωμαίων ἐχώρησε, καὶ ἔκτοτε προχωροῦν τὸ τῶν Τούρκων ἔθνος τῆς ἑῴας πάσης ἐκράτησε καὶ μέχρι τῆς ἀντιπόρθμου τῇ Βυζαντίδι ἠπείρου κατήντησε. τὰ μὲν οὖν τῶν Τούρκων τοῦτον ἔσχε τὸν τρόπον.