Ancient Greek · ~14 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.26.1
Not analysed yet
Τὸ δὲ τῶν Πατζινάκων ἔθνος αὖθις κατὰ τὴν Εὐρωπαίαν μοῖραν κεκίνητο· Σκυθικὸν δὲ τὸ ἔθνος καὶ πολυάνθρωπον, πέραν Ἴστρου νεμόμενον. ἦν δὲ τότε τοῦ ἔθνους ἄρχων Τυράχ, ἀνὴρ τὸ μὲν γένος παρὰ τὸ ἔθνος λαμπρός, τὸ δὲ ἦθος νωθής. ἕτερος δέ τις Κεγένης καλούμενος, ἄσημος μὲν ὅσον εἰς γένους ἀναφοράν, ἀνὴρ δὲ ῥέκτης τ’ ἑ καὶ δραστήριος καὶ πολλάκις ἐν πολέμοις ἀνδραγαθήσας, παρὰ τοῦ ἔθνους πεφίλητο. διὸ καὶ παρὰ τοῦ Τυρὰχ ἐλοχᾶτο, ζητοῦντος αὐτὸν ἀνελεῖν. ὃ γνοὺς ἐκεῖνος, καὶ δύο τῶν φυλῶν προσεταιρισάμενος, οὐσῶν πασῶν δέκα ἐπὶ τρισί, σὺν αὐταῖς διέβη τὸν Ἴστρον, καὶ ἐπὶ τὰ Ῥωμαίων ὅρια γέγονεν, αὐτόμολος ἥκειν λέγων τῷ βασιλεῖ καὶ οὐκ ἔσεσθαί οἶ ἀσυντελής. ἐμηνύθη ταῦτα τῷ Μονομάχῳ, καὶ ὁ τῆς χώρας ἄρχων κελεύεται δέξασθαι τοὺς Σκύθας. ὁ δὲ Κεγένης εἰς τὴν βασιλίδα τῶν πόλεων φοιτήσας ἐς ὄψιν ἦλθε τῷ βασιλεῖ, καὶ τὸ σωτήριον δεξάμενος βάπτισμα, ἐτιμήθη πατρίκιος. ἔπεισε μέντοι καὶ τοὺς σὺν αὐτῶ Σκύθας τοῦ θείου τούτου λουτροῦ μετασχεῖν. ποιούμενος δὲ τὰς διατριβὰς κατὰ τὰ παρίστρια, καὶ διαβαίνων τὸν ποταμὸν ἀθρόον, ἐκάκου τοὺς τοὐ Τυράχ, ἀναιρῶν τε καὶ ληιζόμενος. πρεσβείαν τοίνυν ὁ Τυρὰχ πρὸς τὸν βασιλέα ἀπεσταλκὼς ᾐτιᾶτο ὅτι τὸν ἀποστάτην τοῦ ἔθνους ἐδέξατο, καὶ εἰ μὴ κωλύσει κακοῦν τὸ ἔθνος τὸν πρόσφυγα, τὸ ἔθνος ὅλον ἔξει πολέμιον. πρὸς ταῦτα δ’ ὁ αὐτοκράτωρ “οὔτε προδότης” ἔφη “τοῦ προσελθόντος γενήσομαι οὔτε κωλύσω μὴ ἀμύνασθαι τοὺς ἐπιβουλεύσαντας.” τούτων τῶν μηνυμάτων τῷ Τυρὰχ κομισθέντων, ἐπεὶ χειμὼν ἐπέστη καὶ ὁ Ἴστρος ἐξ ὄχθης εἰς τὴν ἑτέραν τῷ κρύει πηγνύμενος κεκρυστάλλωτο, πεζῇ διέβη τὸν ποταμὸν σὺν τῷ ἔθνει παντὶ καὶ τὴν Ῥωμαἱδα χώραν καταλαβὼν τὰ ἐν ποσὶν ἐκεράιζεν. ὁ δέ γε βασιλεὺς τοῦτο μαθὼν στρατιὰν αὐτίκα τῷ τῆς χώρας ἄρχοντι καὶ τῷ Κεγένῃ ἐπίκουρον ἔπεμψεν. οἱ μέντοι Πατζινάκαι τροφῶν ἀφθονίαν εὑρόντες καὶ οἴνου καὶ ἄλλων πομάτων ἐσκευασμένων ἐκ μέλιτος, καὶ περὶ ταῦτα ἀπληστευσάμενοι, νοσήματι κοιλιακῷ περιέπεσον. καὶ τοῦτο ἐξ αὐτομόλου γνοὺς ὁ Κεγένης ἀναπείθει καὶ τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπιθέσθαι τοῖς ἐναντίοις. ὡς γοῦν εἶδον οἱ βάρβαροι τὴν κατ’ αὐτῶν τῶν Ῥωμαίων ἐπέλευσιν, κατειργασμένοι τῇ νόσῳ τυγχάνοντες ἰλιγγίασαν καὶ ἀποδειλιάσαντες μεθῆκαν τὰ ὅπλα καὶ ἱκέται γεγόθησαν. καὶ τοῖς ἐχθροῖς παρέδωκαν ἑαυτούς. τούτων ὅσοι μὲν ὑπὸ τὸν Κεγένην γεγόνασιν, οἱ μὲν ξίφεσι παρεδόθησαν, οἱ δὲ πρὸς δουλείαν χρυσοῦ ἀπεδόθησαν. τὸ πλῆθος δὲ τὸ λοιπὸν χρήσιμον ἐνομίσθη γενέσθαι ῾Ρωμαίοις, εἰ τὰ ὅπλα ἀφαιρεθὲν εἰς τὴν τῶν Βουλγάρων χώραν κατοικισθείη, ἔρημον οὖσαν τὴν πλείονα, πρὸ μικροῦ τοῦ ἔθνους ἐκείνου καταλυθέντος. ὃ καὶ γέγονε τοῦ βασιλέως κε- λεύσαντος. ὁ δέ γε Τυρὰχ σὺν τοῖς ἐξόχοις τοῦ ἔθνους ἤχθη πρὸς τὸν κρατοῦντα, καὶ τοῦ θείου καταξιωθέντες βαπτίσματος, ἀξιώμασι λαμπροῖς ἐτιμήθησαν. ὡς δὲ μάχαι Ῥωμαίοις μετὰ τῶν τούρκων ἦσαν κατὰ τὴν ἑῴαν, πεντεκαίδεκα χιλιάδας Πατζινάκων ὁ αὐτοκράτωρ ἐπιλεξάμενος, καὶ καθοπλίσας αὐτούς, ἵππους τε παρασχόμενος, ἐπιστήσας στρατάρχας αὐτοῖς ἐκ τῶν ὁμογενῶν, ἐν Χρυσοπόλει διεπέρασεν, εἰς Ἰβηρίαν κελεύσας ἀπελθεῖν, τάξας αὐτοῖς καὶ προηγήτορα τῆς ὁδοῦ. ὡς δ’ οὖν περὶ τὸν Δαματρὺν ἥκασιν, ἔστησαν, καὶ πρόσω βαίνειν οὐκ ἤθελον· εἰς τοὐπίσω δὲ χωρήσαντες καὶ ἄχρι τοῦ πορθμοῦ ἐφθακότες σὺν τοῖς ἵπποις τὴν θάλασσαν διαπορθμευσάμενοι κατὰ τὴν τοῦ ἁγίου ταρασίου μονήν, αὐτίκα συντεταμένην ποιησάμενοι τὴν ὁδοιπορίαν, τοῖς ὁμογενέσι προσήνωντο, καὶ ἐπεὶ ὁμοῦ συνηθροίσθησαν, ἀπῆλθον καὶ ἐν τοῖς παριστρίοις πεδίοις ἐπήξαντο τὰς σκηνάς, ἐκεῖθεν δ’ ὁρμώμενοι τὰ Θρᾳκῷα κατέτρεχον. πολλάκις δὲ τοῦ βασιλέως κατ’ αὐτῶν στρατεύματα πέμψαντος, ἐπικρατέστεροι ἦσαν οἱ βάρβαροι, ὥστε καὶ ἀδεῶς κατὰ πάσης τῆς Θρᾴκης καὶ Μακεδονίας σκεδάννυσθαι καὶ λείαν ἅπαντα τίθεσθαι, καὶ οὐ τὰ πόρρω μόνον, ἀλλὰ μέντοι καὶ τὰ τῇ πόλει ἀγχίθυρα. τέλος δὲ σπένδονται Ῥωμαίοις τριακοντούτεις σπονδάς. καὶ οὕτως ὁ τῶν Πατζινάκων ἔληξε πόλεμος.