Ancient Greek · ~15 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.28.1
Not analysed yet
Τῆς δὲ βασιλίδος Ζωῆς ἐν γήρᾳ βαθεῖ, ὑπὲρ γὰρ τὰ ἑβδομήκοντα ἔτη παρεξετάθη αὐτῇ τὸ βιώσιμον, καταλυσάσης τὴν ζωήν, οὐκ ἀνδρικῶς ἐκεῖνος ἐθρήνησεν, ἀλλὰ μέντοι γε μειρακιωδῶς. λέγεται δὲ καὶ ἀγγέλοις αὐτὴν παρεξισοῦν, ἐπειδή που τοῦ μνήματος ἐκείνης μύκης ἔκ τινος ὑγρότητος ἀνεβλάστησε, καὶ τοῦτο καλεῖν σημεῖον ἄνωθεν οἰκονομηθέν, ἕνα μὴ ἀγνοῆται ἡ βασιλὶς ταῖς νοεραῖς συντεταγμένη δυνάμεσι. τῆς δ’, ὡς εἴρηται, θανούσης, ὁ βασιλεὺς ἔτι φλεγμαίνων περὶ τοὺς ἔρωτας ἐπεισάγει τοῖς βασιλείοις μείρακά τινα, ὅμηρα δοθεῖσαν Ῥωμαίοις ἐξ Ἀλανῶν, παῖδά τινος τῶν παρ’ ἐκείνοις ἀρχηγετούντων, καὶ ταύτην Σεβαστὴν ὀνομάσας βασίλειον αὐτῇ θεραπείαν καὶ πλούτου χορηγίαν ἀπέταξε. καὶ εἰ μὴ τὴν βασιλίδα Θεοδώραν πεποίητο δι’ αἰδοῦς ἤ μᾶλλον τὸ τῆς τετραγαμίας ᾐσχύνετο ἄθεσμον, καὶ βασίλισσαν ἂν τὴν ἐρωμένην ταύτην ἂν εἶπε καὶ διαδήματι κατεκόσμησεν. ἐκείνου δὲ θανόντος, οὐ παρέμεινε τῇ Σεβαστῇ τὸ εὐτύχημα, ἀλλ’ εἰς τὴν προτέραν τῆς ὁμηρείας τύχην ἐπανελήλυθεν. ἄρτι δὲ καὶ περὶ τοῦ τέλους ἱστορητέον τούτου τοῦ αὐτοκράτορος. οὐ μακρὸς ἐξεμετρήθη χρόνος, ἐξ ὅτου τῆς ἡγεμονίας τῶν Ῥωμαίων γέγονεν ἐγκρατής, καί οἶ νόσος ἀρθρῖτις ἐνέσκηψεν, ἡ πρότερον τοῖς ποσὶν ἐκείνου τοῦ ῥεύματος ἐπήνεγκε τὴν φοράν, ὥστε τὰς βάσεις αὐτῷ πρὸς πορείαν καὶ στάσιν ἀδυνατεῖν. εἰ δέ ποτε κινήσεως ἀνάγκην ἔσχηκεν, ἣ πρός τινων ἐπιστηριζόμενος προέβαινε δυσχερῶς ἢ καὶ πάμπαν ἑτεροκίνητος ἦν. τοῦ χρόνου δὲ προἰόντος καὶ ταῖς χερσὶν ἐπερρύη τὸ αἴτιον· εἶτα καὶ τοῖς ὤμοις ἐπήνεκτο, καὶ τέλος ὅλον αὐτῷ τὸ σῶμα τῷ ῥεύματι κατεκλύζετο καὶ παρεῖτο καὶ ἐξηρθροῦτο, τοῖς τῶν ἄρθρων κοιλώμασιν ἐγκλειομένου τοῦ ῥεύματος. ἔκαμνεν οὖν οὕτω πρὸ μακροῦ τὸ σῶμα τῷ βασιλεῖ. εἶτα καί τι ἕτερον ἐπισυμβεβηκός, τὸ δ’ ἦν ἐκ πνεύματος νυγμὸς περὶ τὴν πλευράν, προσδοκήσιμον ἐκείνῳ καὶ τοῖς αὐτῷ παραδυναστεύουσιν ἔθετο τὸ τέλος τῆς βιοτῆς, ὣν τὰ πρῶτα ὁ λογοθέτης ἦν Ἰωάννης, ἐκτετμημένον ἀνδράριον, ἄσημον μὲν ἐκ γένους ἢ δυσγενέστατον, πρὸς δὲ πραγμάτων μεταχείρισιν ἀφυέστατον, γραμματικῆς δὲ τέχνης τοσοῦτον μετεσχηκὸς ὥστε μήτ’ ὀρθοεπεῖν ἀκριβῶς μήτ’ ἀπταίστως ὀρθογραφεῖν. ἐφ’ ᾧ δὴ τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν ὁ βασιλεὺς ἐποιήσατο καὶ τῶν τῆς βουλῆς ἀπέδειξεν ἀπάντων Κορυφαιότατον. ἢν γὰρ ἐπὶ τῶν βασιλικῶν διοικήσεων πρῴην ἀνὴρ τούτῳ τὰ πάντα ἀντίρροπος καὶ γένος καὶ λόγον καὶ τὴν περὶ τὰς πολιτικὰς οἰκονομίας ἀκρίβειαν. τοιοῦτος δ’ ὤν, ὁπηνίκα τι παρὰ τό καθῆκον ἐπέταττεν αὐτῷ ποιῆσαι ὁ βασιλεύς, οὐκ ἦν τῇ προαιρέσει τοῦ κρατοῦντος ἐπικλινής, ἀλλ’ ἀντέλεγέ τε καὶ ἀνεῖργε τοῦ μὴ προσήκοντος. ὁ δὲ ἐχαλέπαινε, καὶ πολλάκις τούτου γινομένου ἐμηνία τῇ τοῦ ἀνδρὸς ἐκείνου ἐλευθερίᾳ, καὶ ἔνα τὸ ἀντίξουν ἀποφορτίσαιτο, μεθιστᾷ μὲν ἐκεῖνον τῆς τῶν κοινῶν διοικήσεως, ὁ Λειχούδης ἦν οὗτος, ἀντεισάγει δὲ τὸν Ἰωάννην, καὶ τούτῳ τὴν τῶν πολιτικῶν ἐγχειρίζει κυβέρνησιν, ἔνα μὴ πρός τινος ἐφ’ οἷς ὁρμήσει ἀνείργοιτο. οὗτος τοίνυν ὁ Ἰωάννης καὶ ἕτεροι, μέγα κἀκεῖνοι δεδυνημένοι παρὰ τῷ βασιλεῖ, ἀπεγνωκότες αὐτῷ τὸ βιώσιμον πείθουσι τὸν κάμνοντα φροντίσαι περὶ διαδοχῆς, καὶ ὑποτιθέασιν αὐτῷ εἶναι πρὸς τὴν ἀρχήν ἐπιτήδειον τὸν Πρωτεύοντα· ὁ δὲ τὴν τῆς Βουλγαρίας ἀρχὴν περιέζωστο, καὶ ἀπεδήμει τῆς βασιλίδος τῶν πόλεων. ἔσταλτο τοίνυν ὁ τὸν ἄνδρα μετακαλεσόμενος· ἐκ δὲ τῆς βασιλίδος Θεοδώρας ἡ βουλὴ ἀπεκέκρυπτο. ἀλλ’ οὐκ εἰς τέλος τὸ βούλευμα τὴν βασιλίδα διέλαθε. γνοῦσα δὲ ὡς οὐκ ἐπ’ αὐτῇ ποιεῖται τὸ κράτος ὁ τελευτῶν, τὸν μὲν ἐᾷ δυσθανατοῦντα κατὰ τὰ ἐν τοῖς Μαγγάνοις βασίλεια· ἐκείνη δὲ σπουδῇ τῶν ὑπηρετουμένων αὐτῇ ἐμβεβηκυῖα νηὶ εἰς τὸ μέγα προσωρμίσθη ἀνάκτορον. καὶ αὐτῇ ἥ τε βασιλικὴ δορυφορία προσερρύη αὐτίκα καὶ τῆς γερουσίας τὸ ἔκκριτον, καὶ αὐτοκράτωρ πρὸς πάντων ἀνερρήθη, ὡς αὐτῇ κατὰ κλῆρον τῆς ἀρχῆς προσηκούσης. τοῦτο τῷ Μονομάχῳ γνωσθὲν προστίθησιν ἄλγημα, καὶ βραχύ τι ἐπιβιούς, ὅσον ἐπιστενάξαι τοῖς γενομένοις καὶ ἀθυμῆσαι, ἐξέλιπε, βασιλεύσας ἔτη δώδεκα καὶ μῆνας ὀκτώ. καὶ κατετέθη εἰς τὴν παρ’ αὐτοῦ δομηθεῖσαν μονὴν τῶν Μαγγάνων.