Ancient Greek · ~13 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.27.1
Not analysed yet
Ὁ δὲ Σουλτὰν οὐκ ἔληγεν ἐπιὼν τὰς ὑπὸ Ῥωμαίους χώρας καὶ πόλεις καὶ τὰς μὲν ληιζόμενος, τὰς δ’ ἐκπορθῶν τε καὶ οἰκειούμενος. κατὰ τούτους τοὺς χρόνους καὶ ἐπιβουλὴν ὁ αὐτοκράτωρ ἐφώρασεν, ἣν ῥωμανὸς ὁ Βοΐλας συνεστήσατο. ἦν δ’ οὗτος τῶν ἀσήμων ἀνὴρ καὶ τὴν γλῶσσαν εἶχεν ἡμίφωνον μηδ’ οἵαν ὀρθοεπεῖν, ὀλισθαίνουσαν δ᾿ ἐν ταῖς ὁμιλίαις καὶ ἀνεπαίσθητα τοῖς ἀκροαταῖς φθεγγομένην. τοῦτο δ’ ἦν τὸ μὲν ἐλάττωμα φυσικόν, τὸ δὲ προσποίησις καὶ σκηνὴ τὴν τῆς φύσεως διαμαρτίαν τῇ ὑποκρίσει τοῦ σκηνουργοῦ ἐπιτείνοντος. τῷ τοιούτῳ τοίνυν ἀνδρὶ ὡς οὐδενί τῳ ὁ βασιλεὺς ἥδετο, καὶ εἰ διημαρτημένα καὶ ἀδιάρθρωτα ἤκουε φθεγγομένου αὐτοῦ, ὑπὲρ πᾶσαν ἡγεῖτο τὰς ἐκείνου φλυαρίας γλυκυθυμίαν. καὶ οὕτω διὰ ταῦτα τῷ βασιλεῖ προσῳκείωτο ὡς πάντα καιρὸν εἶναι αὐτῷ τῆς πρὸς ἐκεῖνον εἰσόδου καὶ τῆς ἐντεύξεως. καὶ οὐχ οὕτως αὐτῷ τὰ περὶ τὸν ἀνδρῶνα διέκειτο, ἡ δὲ γυναικωνῖτίς οἶ ἀπεκέκλειστο, ἀλλ’ ἄνετος ἦν αὐτῷ κἀκείνη καὶ ὅτ’ ἐβούλετο βάσιμος, καὶ ὁ πλοῦτος ἐπέρρει τῷ ἀνδρὶ ἑκατέρωθεν, καὶ ἐκ τῶν τριόδων ἀναρπασθεὶς εἰς αὐτὴν ἀνήχθη τὴν συγκλητικὴν κορυφήν. ὁ δὲ οὐκ ἠγάπα τοῦτον εὐδαιμονήσας τὸν τρόπον, ἀλλὰ καὶ τῆς βασιλείας ἐρᾷ, καὶ μελετᾷ ταύτην ἑαυτῷ προσνεῖμαι, κτείνας τὸν αὐτοκράτορα. καὶ οὓς ᾔδει δύσνους τῷ βασιλεῖ, τούτοις τὸ ἀπόρρητον ἀνεκάλυπτε. καὶ τοὺς μὲν τὸν λόγον προσιεμένους μεγάλαις ἐλπίσιν ἐξαίρων πρὸς τοὔργον ἐρρώννυεν. εἰ δέ τινες καὶ πρὸς τὴν προσβολὴν ἐδυσχέραινον, ὁ δὲ πεῖραν ἔλεγε τὸν λόγον προσαγαγεῖν, ἔνα γνῷ τὴν ἐκείνων πίστιν τὴν πρὸς τὸν αὐτοκράτορα, καὶ ἐπῄνει τοὺς ἄνδρας τῆς διαθέσεως, καὶ γνωρίσαι τῷ βασιλεῖ εὔνους αὐτῷ τυγχάνειν διώμνυτο. ὁ μὲν οὖν οὕτω μετῄει τοὺς πλείονας, καὶ οἱ ἐκείνῳ συνομοσάμενοι ῥᾷστα τὸ βούλευμα ᾤοντο γενέσθαι ἀνύσιμον. οὐ μόνον γὰρ ἡ πρὸς τὸν βασιλικὸν κοιτωνίσκον πάροδος ἐκείνῳ ἄνετος ἦν, κἂν ἔτυχεν ὑπνώττων ὁ βασιλεὺς κἂν τῇ βασιλίδι συνίαυεν, ἀλλὰ καὶ τὰς τῶν ἀπορρήτων εἰσόδων κλεῖς ἐμπεπίστευτο. καὶ ἤχθη ἂν εἰς ἔργον τὸ διαβούλιον, εἰ μή τις αὐτὸ τῷ βασιλεῖ κατεμήνυσε τῶν κοινωνησάντων τοῦ σκέμματος. ἥλω τοίνυν ἐπ’ αὐτοφώρῳ καὶ τὸ ξίφος αὐτὸ κατέχων ᾧ τὸν αὐτοκράτορα ἔμελλεν αὐτίκα διαχειρίσασθαι. ἀλλ’ ὁ μὲν διὰ τὸ τοῦ κρατοῦντος ἀβέλτερον οὐδὲν ὑπέστη ἀνιαρόν, οἶ δὲ τῆς ἐπιβουλῆς ἐκείνῳ συνίστορες οὐκ ἔμειναν ἀτιμώρητοι. οὗτος ὁ βασιλεὺς φιλότιμος δοκεῖν ἐθέλων καὶ ἐλευθέριος, μὴ μετιὼν δὲ τὴν ἀρετὴν ὡς ἐχρῆν, εἰς κακίαν ταύτην μετήνεγκεν. ἀντὶ γὰρ μεγαλοπρεπείας εἰς ἀσωτίαν μετακεκύλιστο, οὔτε οἷς ἔδει παρέχων τὰ δημόσια χρήματα οὔτε ὅσαπερ ἔδει οὔθ’ ὅτε χρεών. καὶ τὴν μονὴν δὲ τὴν τῶν Μαγγάνων οἰκοδομῶν, λέγεται δὲ τῆς οἰκοδομῆς ἄρξασθαι διὰ τὴν ἐρωμένην αὐτῷ, τὴν Σκλήραιναν λέγω, ἔν’ ἐκείνῃ προσφοιτᾷ συνεχῶς, ἐν τῷ οἴκῳ τοῦ Κυνηγίου ἐχούσῃ τότε δὴ τὴν κατοίκησιν, πρόφασιν ἔχων τοῦ σεμνείου τὴν δόμησιν, ἐξήντλησε τοὺς βασιλείους ἢ κοινοὺς θησαυρούς, ὅθεν χρημάτων δεόμενος οὐδὲ τῶν ἀπειρημένων πορισμάτων ἀπείχετο. ἀλλὰ καὶ χωρῶν οὐσῶν, αἱ τοῖς βασιλεῦσιν οὐ δασμοὺς συνεισέφερον, ἀλλ’ ἀντὶ πάσης δασμοφορίας δυσχωρίας ἐφρούρουν καὶ τοῖς βαρβάροις τὴν εἰς τὰς Ῥωμαίοις ὑποκειμένας χώρας ἀπετείχιζον πάροδον, ἐκεῖνος φόρους ταῖς χώραις ἐπιτάξας ἐσχόλασε τὰς φρουράς. κἀντεῦθεν ἡ πρὸς τὰς Ῥωμαΐδας χώρας ῥᾴστη τοῖς βαρβάροις ἐγένετο πάροδος. ἐκεῖνος τοίνυν ὁ ἀνὴρ αἴτιος τοῖς ἀπαθῶς λογιζομένοις κριθήσεται τοῦ τὴν ἑῴαν μοῖραν δουρὶ κυριευθῆναι βαρβαρικῷ.