Ancient Greek · ~12 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.4.1
Not analysed yet
Τοιούτῳ δὲ τέλει τοῦ πρὸς τοὺς ῾Ρὼς πολέμου καταλυθέντος ὁ βασιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε, καὶ ὑπεδέχθη λαμπρῶς ὑφ’ ὅλου τοῦ πολιτεύματος. ὅ τε γὰρ πατριάρχης προυπηντήκει αὐτῷ μετὰ τοῦ κλήρου παντὸς καὶ οἱ τῆς γερουσίας καὶ οἱ τοῦ δήμου, στεφάνους προσάγοντες καὶ τέθριππον ἅρμα, οἱ δ’ ἵπποι τούτου λευκοί, ἐδέοντό τε τοῦ ἅρματος ἐπιβεβηκότα τελέσαι τὸν θρίαμβον. ὁ δὲ τοὺς μὲν στεφάνους ἐδέξατο, ἵππῳ τε κέλητι καὶ τούτῳ λευκῷ ἐθριάμβευσε, τῷ δέ γε τεθρίππῳ τὰς βασιλικὰς στολὰς τῶν Βουλγάρων βασιλέων ἐπέθετο, καὶ τούτων ἄνωθεν εἰκόνα τῆς θεομήτορος, καὶ προῄει τὸ ἅρμα. κατὰ δὲ τὴν Πλακωτὴν λεγομένην γενόμενος ἀγορὰν ἀπέδυσε τόν Βορίσην τὰ τῆς παρὰ τοῖς Βουλγάροις βασιλείας παράσημα καἰ τῷ τῶν μαγίστρων ἐτίμησεν ἀξιώματι. ὁ μέντοι Σφενδοσθλάβος μετὰ τῶν ῾Ρὼς ἐπ’ οἴκου ἀναζευγνὺς λόχοις περιπίπτει τῶν Πατξινάκων, καὶ πάντες ἀθρόοι ἀπώλοντο. οὗτος ὁ βασιλεὺς τὸν ἐν τῇ Χαλκῇ ναόν τοῦ σωτῆρος Χριστοῦ μεγαλοπρεπῶς ἐδομήσατο. τοῦ δὲ πατριάρχου Βασιλείου ἐπί τισι κατηγορηθέντος ἐγκλήμασι, καὶ καθαιρεθέντος συνοδικῶς μετὰ τέσσαρας ἐνιαυτοὺς τῆς αὐτοῦ προχειρίσεως, ἐχειροτονήθη πατριάρχης ὁ Στουδίτης Ἀντώνιος. ὅτι δὲ αἱ προσκτηθεῖσαι ῾Ρωμαίοις πόλεις κατὰ τὴν ἕω πρὸς ἀποστασίαν ἀπεῖδον καὶ τὸν τῆς δουλείας ζυγὸν ἀπεσείσαντο καὶ τοὺς δεσμοὺς διέρρηξαν τῆς τῶν ῾Ρωμαίων ἀρχῆς, ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτῶν, καὶ οὓς μὲν ἀπραγμόνως ὑποκύψαντας αὖθις, οὓς δὲ σιδήρῳ καὶ ἀνάγκῃ πολλῇ τῷ ζυγῷ τῆς τῶν ῾Ρωμαίων ἀρχῆς ὑπηγάγετο. ἀναζευγνὺς δ’ ἐκεῖθεν, καὶ γενόμενος κατὰ τὴν Ἀνάβαρζαν καὶ τὸ Ποδανδόν, ὁρῶν τε κἀνταῦθα καὶ ἐν ἄλλαις χώραις πολλαῖς χωρία πολυάνθρωπά τε καὶ πάμφορα, ἠρώτα οὗ εἶεν. καὶ μανθάνων ὅτι τοῦ παρακοιμωμένου εἰσὶ Βασιλείου, τὰ μὲν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Φώκα, τὰ δὲ παρ’ αὐτοῦ δομεστίκου τυγχάνοντος τῶν σχολῶν, τὰ δὲ παρ’ ἑτέρων προσκτηθέντα τῇ βασιλείᾳ καὶ δωρηθέντα αὐτῷ, ἤλγησέ τε καὶ δεινὸν εἶπεν εἰ τῶν δημοσίων κτημάτων καὶ ἐφ’ οἷς πολλοὶ μὲν ἔπεσον ἀγαθοὶ ἄνδρες, πολλοὶ δὲ ἐκακουχήθησαν, εἷς ἐκτομίας καταπολαύει. ταῦτα παρά του τῷ παρακοιμωμένῳ iκαταγγελθέντα πρὸς ἐπιβουλὴν τοῦ βασιλέως αὐτὸν ἀνηρέθισαν, καί τι δηλητήριον κερασάμενος φάρμακον, οὐ δραστήριον οὐδ’ ὠκύμορον, ἀβληχρὸν δὲ καὶ χρόνῳ τὸν πεπωκότα κατεργαζόμενον, καὶ ὑπελθὼν δώροις τὸν οἰνοχοεύειν εἰωθότα τῷ βασιλεῖ, ἐγχεῖ τοῦτο τοῦ κρατοῦντος τῇ κύλικι, ὅ ποθὲν κατὰ βραχὺ τὴν τοῦ πιόντος ἐσίνετο δύναμιν καὶ διέφθειρε τὴν ἕξιν τοῦ σώματος, ἕως συνήλασε καὶ εἰς τὸν μόρον τὸν αὐτοκράτορα. οὕτως οὖν τῶν τῇδε μεταστὰς ὁ Τζιμισκῆς Ἰωάννης καταλείπει τὴν βασιλείαν τοῖς κληρονόμοις αὐτῆς τῷ Βασιλείῳ δηλαδὴ καὶ τφ͂ Κωνσταντίνῳ τοῖς υἱέσι τοῦ ῾Ρωμανοῦ, βασιλεύσας ἔξ πρὸς τῷ ἡμίσει ἐνιαυτούς. ὃ δέ γε μικροῦ διέλαθεν ἄν, ἥκω διηγησόμενος. ὅπως μὲν οὖν ὁ κουροπαλάτης Λέων ὁ Φωκᾶς καὶ ὁ ἐκείνου υἱὸς ὁ Νικηφόρος κατακρι- θέντες ἐκτύφλωσιν οὐκ ἐστερήθησαν τοῦ φωτός, λάθρᾳ τοῦτο τοῦ βασιλέως περὶ αὐτῶν ἐπισκήψαντος, ἤδη ἱστόρηται. ἔχοντες δ’ ἔτι τὰ ἑαυτῶν ἀλώβητα ὄμματα οὐκ ἠγάπων σωζόμενοι, ἀλλὰ τῇ βασιλείᾳ καὶ πάλιν ἐπιθέσθαι διεμελέτων, πολλοὺς τῶν περὶ τὴν πόλιν καὶ τὰ βασίλεια ἑαυτοῖς ὁμοφρονοῦντας κτησάμενοι. ἀΠ’ ἐφωράθησάν τ’ ἑ καὶ συνεσχέθησαν, ἑνὸς τῶν συνωμοτῶν τὸ μελέτημα συνεσχέθηλαντος, οὐκέτι γοῦν φιλανθρωπίας ἠξίωντο ,ἀλλ’ ἀσυμπαθῶς τοὺς ὀφθαλμοὺς ἐξωρύχθησαν, καὶ τοῦτο τέλος αὐτοῖς τῆς εὐτυχίας καὶ τοῦ περὶ τὴν βασιλείαν ἐγένετο ἔρωτος.