Ancient Greek
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.5.1
Not analysed yet
Ἁποκατέστη τοίνυν τὸ τῶν Ῥωμαίων σκῆπτρον τοῖς τούτῳ κατὰ γένος προσήκουσι, τῷ Βασιλείῳ καὶ τῷ Κωνσταντίνῳ φημί, ὧν ὁ μὲν εἰκοστὸν ἤνυε τῆς ἡλικίας ἐνιαυτόν, ὁ δέ γε Κωνσταντῖνος ἑπτακαιδέκατον. ἀλλ’ οὗτοι μὲν τὰ τῆς βασιλείας περιέκειντο σύμβολα, τὴν δ’ ἐξουσίαν ὁ πρόεδρος Βασίλειος περιέξωστο ἀτεχνῶς. ἠνείχετο δὲ ὁ Βασίλειος μήπω πεποιθὼς ἑαυτῷ, καὶ οἶον παιδοτρίβῃ τῷ παρακοιμωμένῳ προσεῖχε καὶ ἑαυτὸν ἐρρύθμιζε πρὸς τὴν ἐκείνου τῶν δημοσίων πραγμάτων μεταχείρισιν καὶ διοίκησιν, ὡς ἂν καιροῦ καλοῦντος οὕτω καὶ αὐτὸς τὰ περὶ τοὺς στρατιωτικοὺς καταλόγους καὶ τὰ τῆς πολιτικῆς εὐνομίας μεταχειρίσηται. ἦν γὰρ τὸ ἦθος ἐγρηγορὼς καὶ δραστήριος, ἀλλ’ οὐκ ἀνειμένος κατὰ τὸν ἀδελφὸν καὶ περὶ τὸν ἀργὸν βίον ἐσχολακώς. ἄρτι γοῦν εἰς τοὺς ὁμαίμονας τούτους περιέστη περιέστη τὸ κράτος καὶ αὐτίκα ἐκ τῆς ὑπερορίας τὴν τούτους κατάγει τεκοῦσαν ὁ πρόεδρος καὶ τοῖς υἱοῖς ἀποδίδωσιν. ὑποπτεύων δὲ τὸν μάγιστρον Βάρδαν τὸν Σκληρόν, στρατηλάτην ὄντα καὶ πάσας ὑφ’ ἑαυτὸν ἔχοντα τὰς ἑῴας δυνάμεις, ἀφαιρεῖται μὲν αὐτοῦ τὴν τοῦ στρατηλάτου ἀρχήν, δοῦκα δὲ Μεσοποταμίας αὐτὸν προχειρίζεται. τοῦτο σφόδρα ἠνίασε τὸν Σκληρόν, καὶ ἄλλως ἀεὶ τρέφοντα παρ’ ἑαυτῷ τῆς βασιλείας τὸν ἔρωτα πρὸς ἀποστασίαν ἠρέθισε. καταλαβὼν οὖν τὴν ἀρχὴν εἰς ἣν προεβέβλητο πολλοῖς ἀνεκάλυψε τὸ ἀπόρρητον. φιλούμενος δὲ διὰ τὰς ἀριστείας ὑπὸ παντὸς τοῦ στρατεύματος πειθηνίους εἶχε σχεδὸν ἅπαντας. ὅτι δ’ ἦν ἐν τῇ βασιλίδι τῶν πόλεων ὁ παῖς αὐτοῦ ῾Ρωμανός, ἔσπευσε σχεῖν κἀκεῖνον παρ’ ἑαυτῷ, καὶ στείλας λάθρᾳ τινὰ ἠδυνήθη καὶ τὸν υἱὸν λαθόντα ὑπαγαγέσθαι, καὶ αὐτίκα τῇ τυραννίδι ἐπικεχείρηκε, ταινίᾳ τε βασιλείῳ τὴν κεφαλὴν ἀναδεῖται καὶ φοινικοῖς πεδίλοις τοὺς πόδας ὑποδεῖται, καὶ εὐφημεῖται ὡς βασιλεύς, καὶ χρήματα συλλέξαι ποιεῖται σπουδήν, καὶ συμμάχους προσειλήφει, τόν τε τῆς Ἀμίδης ἀμηρᾶν, οὕτω γὰρ τὸ Ἐμὲτ καλεῖται, καὶ τὸν τῆς Μαρτυρουπόλεως, ἡ δὲ Μιεφερκεὶμ ὀνομάζεται, ἀλλὰ μέντοι καὶ Ἄραβας. τούτους οὖν συμπαραλαβὼν ἠπείγετο πρὸς τὴν Κωνσταντίνου, ἐλπίσι χρησταῖς αἰωρούμενος, ἃς καὶ ἄλλοθεν ἔθαλπε, μᾶλλον μέντοι ἐξ ὀνείρου τινὸς μοναχοῦ ἀρετὴν μετιόντος. ἔδοξε γὰρ ἐκεῖνος ὁρᾶν τὸν Σκληρὸν γυναικί τινι ἐφ’ ὑψηλῆς καθημένῃ περιωπῆς προσελθειν, τὴν δὲ μάστιγα αὐτῷ ἐγχειρίσαι βασιλικήν. ἡ μάστιξ δ’, ὡς ἔοικεν, ἦν σύμβολον τῆς θείας ὀργῆς καὶ τῆς ἐκ τῶν ἐμφυλίων πολέμων τῶν ῾Ρωμαίων φθορὰς, ἣν ὁ Σκληρὸς δηλοῦν τὴν βασιλείαν ἐνόμιζε, πρὸς τὴν οἰκείαν ἔφεσιν κρίνων τὸ ὅραμα. τῆς δὲ περὶ τῆς τυραννίδος τοῦ Σκληροῦ φήμης φθασάσης πρὸς τοὺς κρατοῦντας ἡτοι- μάζετο τὸ περιλειφθὲν στρατιωτικὸν ἀντικαταστῆναι τῷ ἀποστάτῃ. ἐν τοσούτῳ δὲ στέλλεται πρὸς ἐκεῖνον ὁ Νικομηδείας ἀρχιερεὺς πρεσβεύσων, καὶ πολλὰ μὲν ἐπαγωγὰ πρὸς εἰρήνην διειλέχθη αὐτῷ, ἀλλ’ οὐκ ἔπεισε. δείξας γὰρ αὐτῷ ὁ Σκληρὸς τὸ κοκκοβαφὲς πέδιλον ἀδύνατον εἶπε τὸν ἅπαξ τοῦτο ὑποδησάμενον ῥᾷον ἀποβαλεῖν. ἱͅταύτην τὴν ἀπόκρισιν ὡς ἔγνων οἱ περὶ τὰ βασίλεια, ἐξ ἀνάγκης πρὸς μάχην ὡρμήκεσαν. ἦν δὲ τῆς βασιλικῆς δυνάμεως στρατοπεδάρχης ὁ ἐκτομίας Πέτρος ὁ τοῦ Φώκα, οὗ καὶ πρῴην ἐμνήσθημεν. ὡς γοῦν ἀλλήλοις ἀντεστρατοπεδεύσαντο τὰ στρατεύματα παρὰ Λιπάραν, ἣ καὶ Λυκανδὀν ὠνομάζετο, καὶ πρὸς ἄλληλα συνερράγησαν, ἐπὶ μέν τινα καιρὸν ἀντεῖχον οἱ βασιλικοὶ γενναίως, ἔπειτα τρέπονται καὶ ἀναιροῦνται πολλοί, καὶ τὸ στρατόπεδον ὑπὸ τοὺς ἐναντίους γενόμενον διαρπάζεται. εἶτα καὶ τὴν Τζαμανδὸν πολυπληθῆ πόλιν ἐκ προσελεύσεως τῶν οἰκούντων αὐτὴν εἰληφὼς χρημάτων ἐσμὸν ἐξ αὐτῆς συνηθροίκει. οὕτω δὲ περιγενόμενος τοῦ στρατεύματος τοῦ βασιλικοῦ πολλοὺς ἐκ τούτου πρὸς ἑαυτὸν ἐπεσπάσατο, ἀπεγνωκότας ἤδη τὰς σωζούσας ἐλπίδας περὶ τοῖς βασιλεῦσι, καὶ αὐτῷ προσερρύησαν οὐ τῶν ἀνωνύμων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν περιωνύμων πολλοί. ὡς δὲ ταῦτα τῷ παρακοιμωμένῳ ἠγγέλθησαν, στέλλεται αὖθις Λέων ὁ πρωτοβεστιάτιος, ἄκρατον ἐξουσίαν ἐμπιστευθεὶς καὶ πάντα πράττειν ὅσα καὶ βασιλεῦσιν ἀνεῖται ἄδειαν εἰληφώς, εἶπεν ἄν τις τῇ Λατίνων φωνῇ τόν ἄνδρα δικτάτωρα, καὶ συνελθὼν τῷ στρατοπεδάρχῃ ὁ πρωτοβεστιάριος 30 ἐπειράθη μὲν ὑποσχέσεσι καὶ τιμαῖς τοὺς περὶ τὸν Σκληρὸν ἐπισπάσασθαι· ὡς δ’ ἀνη- νύτοις ἔγνω ἐπιχειρεῖν, παρελάσας νυκτὸς τὸν Σκλη- ρὸν ἐχώρει πρὸς τὴν Ἀνατολήν. ἐντεῦθεν δέος τοὺς περὶ τὸν Σκληρὸν εἶλε περὶ τῶν φιλτάτων αὐτῶν, καὶ τὸν ἀποστάτην καταλιμπάνοντες τῷ πρωτοβεστιαρίῳ προσῄεσαν. κὰκ τούτου δείσας ὁ Σκληρὸς τὸν μάγιστρον Μιχαὴλ τὸν Βούρτξην(??) προσκεχωρηκότα αὐτῷ καὶ Ῥωμανὸν πατρίκιον τὸν Ταρωνίτην μετὰ στρατιᾶς ἔπεμψε κατὰ τοῦ πρωτοβεστιαρίου. οἳ προσβαλόντες ἐκείνῳ ἡττήθησαν. ὡς δ’ ἐγνώσθη τῷ Σκληρῷ ἡ τῶν πεμφθέντων ἧττα, αὐτὸς σὺν παντὶ τῷ ὑπ’ αὐτὸν στρατεύματι κατὰ τοῦ πρωτοβεστιαρίου χωρεῖ, καὶ συρρήγνυται τῇ μετ’ αὐτοῦ στρατιᾷ καὶ νικᾷ. καὶ ὁ μὲν στρατοπεδάρχης Πέτρος ἂν ᾖ ρητο, ὁ δὲ πρωτοβεστιάριος ἑαλώκει. αὕτη ἡ νίκη ἐπὶ μέγα μὲν ἦρε τὰ τοῦ Σκληροῦ, τὰ δὲ τῶν βασιλέων εἰς ἀπόγνωσιν ἤνεγκε, καὶ μᾶλλον ὅτι καὶ ἐθαλασσοκράτει ὁ ἀποστάτης. στόλον οὖν ὁ παρακοιμώμενος ἑτοιμάσας ἐκπέμπει κατὰ τοῦ στόλου τοῦ ἀποστάτου, καὶ ναυμαχίας γενομένης ὁ στόλος ὁ τοῦ Σκληροῦ κατεναυμαχήθη καὶ διεσκέδαστο. ὡς οὖν ἠρέμει τὰ κατὰ τὴν θάλασσαν, τὰ κατὰ τὴν ἤπειρον ὁ παρακοιμώμενος διετίθετο, καὶ τὸν Ἐρωτικὸν εἰς Νικαίαν ἔπεμψε τὴν τῆς Βιθυνίας μητρόπολιν, ταύτην φρουρήσοντα, ᾗ προσβαλὼν ὁ Σκληρὸς ἀπεκρούσθη, καὶ λιμῷ τοὺς ἐν αὐτῇ προδοῦναι ταύτην ἠλπίκει, καὶ μέντοι ἐχρονοτριβήθη ἐκεῖ, σιτοδείᾳ τοὺς ἔνδον πιέζεσθαι παρεσκεύασεν ἔγνω γοῦν ὁ Ἐρωτικὸς ἀπάτῃ καταστρατηγῆσαι στρατηγῆσαι τὸν ἐναντίον, καὶ τοὺς σιτῶνας ψάμμου ἐπλήρωσε, καὶ τὴν ψάμμον σίτῳ ἐπέχρωσεν, ὡς δοκεῖν τὸν ὄγκον ἅπαντα σῖτον εἶναι. ἔχων οὖν τινας ἁλωτοὺς ἐκ τοῦ στρατοπέδου τῶν ἐναντίων, αὐτοῖς τοὺς σιτῶνας οὐδ’ ἡμιδεεῖς ὄντας ὑπέδειξε, καὶ δι’ αὐτῶν ἐδήλωσε τῷ Σκληρῷ μὴ δεδιέναι τὴν πολιορκίαν τήν ἐκ λιμοῦ. ‘’εἰ δέ μοι” ἔφη ‘‘πίστεις δοίης μεθ’ ὧν βούλομαι παραχωρῆσαί μοι ἀπελ- θεῖν, ὑπεκστήσομαί σοι τῆς πόλεως τὰ σὰ φρονῶν.” περιχαρῶς τούτων ἤκουσεν ὁ Σκληρὸς καὶ πίστεις αὐτῷ παρέσχε, κἀκεῖνος τούς τ’ ἑ πλείους τῆς πόλεως καὶ τοὺς σὺν αὐτῷ στρατιώτας παρειληφὼς τῆς πόλεως ἔξεισι, καὶ πρὸς τὴν μεγαλόπολιν ἄπεισι, καὶ ὁ Σκληρὸς εἴσεισιν εἰς τὴν Νικαίαν, καὶ τότε ἔγνω καταστρατηγηθείς. ὁ δέ γε παρακοιμώμενος, τοῦ Σκληροῦ ἐκεῖθεν ἀπάραντος καὶ τῇ βασιλευούσῃ τῶν πόλεων πλησιάζοντος, ἀμηχανῶν ἦν. γνωσιμαχήσας οὖν τὸν Φωκᾶν Βάρδαν ἐκ τῆς ὑπερορίας ἀνεκαλέσατο, καὶ ὅρκοις αὐτὸν φρικώδεσιν ἐνδησάμενος καὶ παλαμναιοτάταις ἀραῖς μὴ ἄν ποτε τῇ βασιλείᾳ ἐπιθέσθαι μηδὲ κατὰ τῶν βασιλευόντων βουλεύσασθαι, ταῖς περιλοίποις δυνάμεσι τὸν ἄνδρα ἐφίστησι, μάγιστρόν τε τιμήσας καὶ χρήματα δαψιλῆ παρασχόμενος καὶ τὴν κατὰ τοῦ Σκληροῦ ἑ μάχην αὐτῷ ἀναθέμενος. ἄπεισιν οὖν ὁ Φωκᾶς. ὁ Σκληρὸς δὲ τοῦτο μαθὼν τότ’ ἔγνω μέλλων μαχέσασθαι πρὸς ἀνταγωνιστὴν ἀξιόμαχον, καὶ ἄρας ἀπῄει, καὶ περὶ τὸ Ἀμόριον συμπλέκεται τῷ Φωκᾷ, καὶ γίνεται μάχη τῶν στρατευμάτων, καὶ ἤσαν ὑπερτεροῦντες οἶ τοῦ Σκληροῦ, οἱ δὲ περὶ τὸν Φωκᾶν τὰ νῶτα ἔτρεψαν. καὶ οὕτω μὲν τὰ τῆς μάχης ταύτης συμβέβηκε. τῇ δ’ ἑξῆς οἱ τῶν στρατευμάτων ἐξάρχοντες αὐτοὶ πρὸς ἀλλήλους μαχέσασθαι εἴλοντο καὶ τὸν ἀγῶνα τὸν ὑπὲρ τοῦ παντὸς ἀναδέξασθαι. ἐπῆλθον 3 οὖν ἀλλήλοις, καὶ πρῶτος ἔφθη παίσας τὸν Φωκᾶν Σκληρός, ὡς μὲν ἔ ἔνιοι λέγουσι, κορύνη κατὰ τῆς κεφαλῆς, ὡς δ’ ἕτεροι, ξίφος ἐπανετείνετο κατ’ αὐτοῦ, τοῦ δὲ κλιθέντος πρὸς θάτερον μέρος καὶ τὴν πληγὴν ἐκκλίναντος, ἔφθασε τὸ τοῦ ξίφους ἄκρον τὸ οὖς ἐκτεμεῖν τοῦ ἵππου τοῦ τοῦ Φώκα. ὁ δέ γε Φωκᾶς ἀντέπληξε τὸν Σκληρὸν κορύνῃ κατὰ τῆς κεφαλῆς, καὶ ὁ πληγεὶς σκοτοδινιάσας τῷ τοῦ ἵππου τραχήλῳ ἐπέπεσεν, ὃν οἱ περὶ αὐτὸν κακῶς ἔχοντα θεασάμενοι καὶ τῷ ἐκ τῆς πληγῆς αἵματι πεφυρμένον, περιστάντες συνέσχον καὶ ἀπήγαγον εἰς ἴ’ πηγήν ,ἀνακτησόμενοί τε λειποψυχοῦντα τὸν ἄνδρα τῶ ὕδατι καὶ τὸ καταρρεῦσαν τοῦ αἵματος ἀπορρύψοντες, καὶ τοῦ ἵππου ἐκεῖνον ἀποβιβάσαντες ἐποίουν τὰ εἰρημένα. ἐν τούτῳ δ’ ὁ ἵππος ὁ τοῦ Σκληροῦ τὸν κατέχοντα ἐκφυγὼν καὶ ἀποσκιρτήσας ἐπιβάτου χωρὶς ἐκρόαινεν ἀνὰ τὸ στρατόπεδον αἵματι τὴν χαίτην διάβροχος, ὃν ἰδόντα τὰ τοῦ Σκληροῦ στρατεύματα, ἐπίσημος γὰρ ἦν ὁ ἵππος, κεκλημένος Αἰγύπτιος, καὶ οἰηθέντα πεσεῖν τὸν ἑαυτῶν ἡγεμόνα, ἀκρατῶς ὡρμήκεσαν πρὸς φυγήν. κατανοήσας δὲ τὸ γινόμενον ὁ Φωκᾶς ἔπεισι τοῖς φεύγουσι τοὺς οἰκείους παραθαρρύνας ,καὶ πολλοὶ μὲν ἀνῄρηντο ὑπὸ τῶν ἀντιπολέμων, πολλοὶ δὲ καὶ ἡλίσκοντο, πλείους δ’ ὑέ ἀλλήλων ἐκτείνοντο συμπατούμενοι. ἐντεῦθεν ἐντεῦθεν ὁ Σκληρὸς ἐξαπορηθεὶς μετὰ τῶν περιλειφθέντων καταφεύγει πρὸς Χοσρόην τὸν Βαβυλώνιον. τοῦτο μαθὼν ὁ βασιλεὺς ἔπεμψε πρὸς Χοσρόην, ἀξιῶν μὴ προσδέξασθαι τὸν τυραννήσαντα καὶ κατὰ τοῦ οἰκείου δεσπότου γενόμενον, ἵνα μὴ καὶ καθ’ ἑαυτοῦ ὑπόδειγμα δοίη οὐκ ἀγαθόν. ἔφερε δ’ ὁ πεμφθεὶς καὶ πρὸς τὸν Σκληρὸν καὶ τοὺς μετ’ αὐτοῦ ἔγγραφα τῇ βασιλικῇ βεβαιωθέντα χειρί, ἀμνηστίαν αὐτοῖς τῶν πεπραγμένων εύοντα, εἰ ἀποσταῖεν τῆς ἐγχειρήσεως καὶ τῷ βασιλεῖ ὑποκύψαιεν. ταῦτα τὰ πρὸς τὸν Σκληρὸν καὶ τοὺς μετ’ ἐκείνου βασίλεια γράμματα ὡς ἔγνω ὁ Βαβυλώνιος, αὐτόν τε τὸν τὴν πρεσβείαν πληροῦντα καὶ τὸν Σκληρὸν καὶ τοὺς μετ’ αὐτοῦ στρατιώτας καθείργνυσιν. ἐνταῦθα μὲν οὖν τότε τὰ τῆς ἀποστασίας ἔληξε τῷ Σκληρῷ.