Ancient Greek · ~20 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.10.1
Not analysed yet
Κατὰ γοῦν τὰς τοῦ τελευτήσαντος βασιλέως διαταγὰς ἥ τε βασιλὶς Εὐδοκία καὶ οἱ παῖδες ἐκείνου τῆς βασιλείας ἦσαν διάδοχοι καὶ ἡ βασίλισσα τὴν τῶν κοινῶν μετακεχείριστο πρόνοιαν τῶν υἱέων ἁ κατάρχουσα καὶ ἐπὶ βήματος σὺν ἐκείνοις προυκάθητο, μεσεύουσα μὲν αὐτή, ἐκείνους δὲ παρακαθίζουσα ἑκατέρωθεν, οὕτως ἐν ἀρχαιρεσίαις, οὕτως ἐν ζητήσεσι πολιτικῶν ὑποθέσεων ,οὕτως ἐχρημάτιζον πρέσβεσιν ,οὕτως ἐν συνήθεσι προόδοις προῄεσαν. οἱ δὲ τὴν ἑῴαν ληιζόμενοι βάρβαροι οὐκ ἐπαύοντο τὰς ὑπὸ Ῥωμαίους κατατρέχοντες χώρας καὶ ταύτας ὁσημέραι σινόμενοι. οἱ γὰρ στρατιῶται, ὡς ἤδη μοι εἴρηται, διὰ τὴν τοῦ βασιλέως γλισχρότητα ὠλιγώθησάν τε καὶ ἐκακώθησαν. καὶ εἴ τινες δ’ ἦσαν ἔτι στρατείας ἐχόμενοι, κἀκεῖνοι ἀντεπεξιέναι τοῖς πολεμίοις ἦσαν ἀπρόθυμοι, τῶν συνήθων ὀψωνίων στερούμενοι. ὅθεν οἱ βάρβαροι ποτὲ μὲν τῇ Μεσοποταμίᾳ ἐφήδρευον, ποτὲ δὲ τὰ περὶ τὴν Μελιτηνὴν ἐπόρθουν, ποτὲ δὲ τὴν Κιλικίαν ἐσίνοντο, καὶ ἄλλοτε τοῖς Καππαδόκαις ἐπῄεσαν, καὶ τοῖς κατὰ Κοίλην Συρίαν ἐνίοτε. ταῦτα τῇ βασιλίσσῃ καταγγελλόμενα θόρυβον ἐνεποίει, καὶ βασιλέως πολλῶν λεγόντων δεῖσθαι τὰ πράγματα, δείσασα ἐκείνη μὴ τὸ κοινὸν βασιλέα τινὰ προστήσηται ἑαυτοῦ, καὶ οὕτως αὐτὴ καὶ οἱ παῖδες τῆς βασιλείας ἐκπέσωσιν, ἔκρινεν αὐτή τινα ἐπαγαγεῖν τῇ ἀρχῇ, ἔνα καὶ ἑαυτῇ καὶ τοῖς τέκνοις διατηρήσῃ τὸ κράτος καὶ μείνῃ αὐτοῖς ἀναφαίρετον. οὐ γὰρ δι’ ἀκολασίαν αὐτήν φασιν οὐδ’ ἡττηθεῖσαν ἡδονῆς ἑαυτῇ προσαρμόσαι τὸν Διογενῆ, ἀλλ’ ὡς ἄνδρα δραστήριον καὶ τὰ πολέμια δόκιμον B καὶ τὴν ἰσχὺν ἀπαράμιλλον, ἐπιστῆσαι αὐτὸν τῇ ἀρχῇ, ἵν’ ἡ βαρβαρικὴ φορὰ ἐπισχεθείη ποσῶς, αὐτοῦ τούτοις ἀντερείσαντος τοὺς βραχίονας. ἦν δ’ ὁ ἀνὴρ οὗτος καὶ τῶν ἐκ γένους λαμπροῦ καὶ τῶν διαβοήτων ἐπὶ τοῖς ἀνδραγαθήμασιν. οὗ ὁ πατὴρ ἐπ’ ἀδελφόπαιδι τοῦ βασιλεύσαντος πάλαι τοῦ κατὰ τοὺς Ἀργυροῦς Ῥωμανοῦ κηδεστὴς γεγονὼς καὶ ἐπὶ τυραννίδι ἁλούς, ἑαυτὸν κατεκρήμνισε. τετίμητο δὲ τῷ τῶν βεσταρχῶν ἀξιώματι. δοὺξ γὰρ παρὰ τοῦ Δούκα τῆς Σαρδικῆς γεγονὼς καὶ Πατζινάκοις ἐκεῖ που περιτυχὼν καὶ τούτοις συμβαλών, πολλούς τε διώλεσε καὶ οὐ μείους ἐζώγρησεν, ὧν τοὺς μὲν ἑαλωκότας ζωούς, τῶν δ’ ἐσφαγμένων τὰς κεφαλὰς στεί- λας τῷ βασιλεῖ βεστάρχης τετίμητο, γράψαντος τοῦ κρατοῦντος αὐτῷ ὡς “οὐ δῶρον, ὦ Διογενὲς, τὸ ἀξίωμα, τοῦ δ’ ἀνδραγαθήματος ἀμοιβή.’’ διατρίβων οὖν ἐκεῖ τυραννῆσαι παρεσκευάζετο ,ἐπεὶ ἔγνω τεθνάναι τὸν αὐτοκράτορα. ὡς δ’ ἐμηνύθη τῇ βασιλίσσῃ τὸ βούλευμα τοῦ ἀνδρός, στείλασα συνέσχεν αὐτόν, καὶ ἤχθη δεσμώτης εἰς τὸ Βυζάντιον, καὶ ἐλεγχθεὶς ὡς ἐπίβουλος, κατεκρίθη, καὶ τέως ὁρί- οις κατεκλείσθη περιγραπτοῖς. εἶτ’ αὖθις ὡς κατάκριτος εἰσῆκτο πρὸς βῆμα δὴ τὸ βασίλειον, ἔν’ ἡ ψῆφος κυρωθείη ἡ κατ’ αὐτοῦ. ἔλεος οὖν τοῦ ἀνδρὸς εἰσῄει τοὺς παρεστῶτας καὶ πᾶσιν ἐπαθαίνετο ἡ ψυχή. ἦν γὰρ οὐ μόνον τὴν ἰσχὺν ἀπαράμιλλος, ἀλλὰ καὶ ἰδέσθαι καλός. συνέπαθεν οὖν μετὰ τῶν ἄλλων καὶ ἡ βασιλὶς ἐπ’ αὐτῷ καὶ οἶκτος τοῦ ἀνδρὸς εἰσῄει καὶ αὐτήν, εἰ δὲ καὶ ἔρως, οὐκ ἔχω λέγειν, καὶ ἀντὶ τῆς ψήφου τῆς ὁριζούσης ἐκείνῳ τὴν κόλασιν τῆς κολάσεως ἐλευθεροῦν αὐτὸν ἐξήνεκτο ψήφισμα. καὶ ὁ μὲν λυθεὶς τοῦ ἐγκλήμα- τος ἐξῄει πρὸς τὴν Καππαδοκῶν, αὕτη γὰρ ἐκείνῳ πατρίς, ἡ δὲ βασιλὶς μεταπεμψαμένη αὐτὸν μάγιστρον καὶ στρατηλάτην προεχειρίσατο ἤδη καὶ βασιλέα τοῦτον ἀν’ εἰπεῖν, ὡς ἄνδρα κρίνασα παρ’ ἑαυτῇ γενναιότατον. ἀνεκόπτετο μέντοι διὰ τὰ ὅρκια καὶ τὸ ἔγγραφον, ὃ παρὰ τοῦ πατριάρχου τετήρητο. 25 καὶ ἦν αὐτῇ μέλημα ὅπως τοῦτο ἀφέλοιτο. σκέπτεται τοίνυν περὶ τούτου βουλὴν πονηράν τε καὶ βαθυγνώμονα, καὶ ταύτην ἐνί τῳ τῶν περὶ αὐτὴν ἐκτομιῶν κοινοῦται καὶ οἷον προαγωγῷ τῷ θεράποντι κέχρηται, ὑποθεμένη ὁπόσα ἂν καὶ οἶα τῷ πατριάρχῃ προσομιλήσει. ὁ δὲ τῷ ἀρχιερεῖ προσελθὼν “ἰσθι” φησίν “ὦ δέσποτα, ὡς ἐρῴη τοῦ ἀνεψιοῦ σου ἡ βα- σιλίς,’’ ἦν γὰρ ἀνεψιὸς αὐτῷ Βάρδας, νέος τε καὶ σφριγῶν καὶ ἀφροδισίων ἡττώμενος, καὶ προσεπῆγεν ὡς ‘‘εἰ σὺ ἐπινεύσειας τὸ τοῦ ὅρκου χειρόγραφον ἀποδοῦναι τῇ βασιλίσσῃ καὶ πεῖσαι μή τινα κίνδν νον ἐκ τούτου ἐπηρτῆσθαι αὐτῇ ,αὐτίκα συνοικίσει μὲν ἑαυτῇ τὸν σὸν ἀδελφόπαιδα, καί οἶ τὸ κράτος ἴψεται τὸ βασίλειον. ὡς δὲ τούτοις ὁ πατριάρχης παραβουκοληθεὶς ὅλον ἐνέδωκεν ἑαυτόν, καὶ τῶν τῆς συγκλήτου βουλῆς ἀπῄτητο θέσθαι ἀπόπειραν. ὁ δὲ τούτων ἕκαστον προσκαλούμενος τὰ πράγματα ζητεῖν ἔλεγε βασιλέα τὸν τούτων ἀντιληψόμενον. εἰ γὰρ ἔτι γυναικὶ μόνῃ καὶ παιδαρίοις ταῦτα διοικηθήσεται, οἰχήσεται πάντως οὐκ εἰς μακρὰν τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ οὐ τὰ πόρρω μόνον καὶ τοῖ ἐχθροῖς ἀγχιτέρμονα ,ἀλλὰ καὶ αὐτὰ τὰ ἀγχίθυρα. καὶ ἐπὶ τούτοις τῶν ὅρκων καὶ τοῦ ἐγγράφου πολλὴν ἐποιεῖτο καταδρομὴν καὶ τὸν τεθνεῶτα βασιλέα ἐκακηγόρει, ὡς μηδὲ τοῦ κοινῇ συμφέροντος θέμενον πρόνοιαν, ἀλλ’ ἐκζηλοτυπίας ἐκθέσμους ὅρκους ἀπῃτηκότα καὶ παράνομα ἔγγραφα. τούτοις τοὺς πλείους συντιθεμένους ἐσχηκὼς ἐκεῖνος, εἰ δέ τινες καὶ ἀν- τέλεγον ,τοὺς μὲν δώροις, τοὺς δ’ ὑποσχέσεσι συμψἠφους πείσας αὐτῷ γενέσθαι, στέλλει τῇ βασιλίσσῃ τὸ τῶν ὅρκων χειρόγραφον. ἡ δὲ τούτου λαβομένη εἰς ἔργον τὸ βούλευμα ἀπετέλεσε ,καὶ ἄγεται μὲν τὸν Διογενῆ καὶ τούτῳ συζεύγνυται, κοινοῦται δὲ τὴν πρᾶξιν τῷ πρεσβυτέρῳ τ’ ἑ τῶν υἱῶν καὶ τῷ Καίσαρι μετακληθέντι πρὸς τὰ βασίλεια καὶ μετασχοντι σχόντι τῶν ὑμεναίων καὶ τῶν ἐπιγαμίων ἀπογενσα μένω κρατήρων, καὶ ὁ Διογενὴς βασιλεὺς ἀνηγόρευτο τῆς βασιλίδος Εὐδοκίας μετὰ τῶν υἱέων ἀρξάσης ἐπὶ μῆνας ἑπτὰ καὶ ἡμέρας τινάς.