Ancient Greek · ~19 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.11.1
Not analysed yet
Ῥωμᾶνος δὲ ὁ Διογενὴς τῆς τῶν Ῥωμαίων ἀρχὴς γενόμενος ἐγκρατὴς οὐ κατὰ τὰς ἐλπίδας τῆς βασιλευσάσης αὐτὸν Εὐδοκίας ἀποβεβήκει. ἡ μὲν γὰρ ἐκ κατακρίτου καὶ ἤδη τὸν δήμιον ἐφεστηκότα ὁρῶντος αὐτῷ, οὐ μόνον κινδύνου προφανοῦς έξαρπάσασα, ἀλλὰ καὶ τηλικαύτης ἀρχῆς ἀξιώσασα ᾤετο ἐν πᾶσιν ἔχειν τοῦτον ὑπείκοντα καὶ αὐτὴ κατάρχειν τοῦ βασιλεύοντος. ὁ δὲ καὶ ἄλλως ὢν ἀλαζονικὸς καὶ ἀδούλωτος, ἐπ’ ὀλίγον μὲν βιασάμενος τὸ ἦθος ὑπέπιπτε ταῖς τῆς Αὐγούστης θελήσεσι καὶ ὑπεκρίνετο τὴν ὑπόπτωσιν ,εἶτα μὴ στέγων τὴν βίαν ταχὺ πρὸς τὸν οἰκεῖον τρόπον ἐπανελήλυθε καὶ τὴν ὑπακοὴν ἐδυσχέραινε καὶ ἤθελεν αὐτὸς τὸ κράτος καθαρῶς ἀναδήσασθαι. κακῶς δὲ τῶν ἑώων διακειμένων, καὶ τῶν μὲν ἤδη ἀπεγνωσμένων, τῶν δὲ πρὸς αὐτὸ χωρούντων, ἐκστρατείαν κηρύττει, καὶ πήγνυσι τὴν σκηνὴν τὴν βασίλειον κατὰ τὸ τῆς ἑῴας τμῆμα τὸ τῇ Βθζαντίδι ἀντίπορθμον ,δύο ταῦτα πραγματευόμενος, ἀποτειχίσαι τε τοῖς βαρβάροις τὴν ἔφοδον καὶ σωτηρίαν ὡς ἐνὸν πρυτανεῦσαι τῷ ὑπηκόῳ καὶ ἑαυτῷ γαυρίαμά τι περιποιήσασθαι καὶ μὴ πάντα ὑπείκειν τῇ βασιλίδι, ἀλλ’ αὐτὸς αὐταρ- χεῖν. ἄρας οὖν ἐκ τῶν βασιλείων πανοπλίτης ἐπεπανοπος ραιώθη πρὸς τὴν ἑῴαν ,οὔτ’ ἀξιόμαχον ἐπαγόμενες στράτευμα ,καὶ ὃ ἐπήγετο ,ἀπορίᾳ καὶ ὅπλων καὶ ἵππων καὶ τῶν ἀναγκαίων αὐτῷ ἐτετρύχωτο. ἐκ μακροῦ γὰρ κατολιγωρηθεῖσαν τὴν στρατιάν, ὥσπερ εἴρηται, ἀθρόον ἀνακτηθῆναι οὐκ ἦν εὐχερές. ἀθροι- σθέντων οὖν τῶν οὕτως ἐχόντων στρατιωτῶν κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν ,ὁ τῆς Φρυγίας ἐστιν ,οἱ m ἐναντίοι μαθόντες τὸν βασιλέα ἐπιέναι σφίσιν αὐτόν, καὶ τοιοῦτον εἶναι ὡς ἑτοίμως προκινδυνεύειν τῶν ὑπηκόων, ἀρήιόν τε καὶ τὴν ὁρμὴν ἀνυπόστατον, τὰ γὰρ τῆς στρατιᾶς ὅπως διέκειτο οὐκ ἠκρίβουν οἱ βάρβαροι, εὐλαβῶς εἶχον καὶ ὤκνουν κατὰ συστάδην μαχέσασθαι. ἔνθεν τοι ὁ μὲν Σουλτὰν εἰς τοὐπίσω πεποίητο τὴν ὁρμήν, δύο δὲ μοίρας τῆς βαρβαρικῆς διελὼν στρατιᾶς τὴν μὲν εἰς τὴν νοτιωτέραν Ἀσίαν τὴν ἄνω, τὴν δὲ πρὸς τὴν βορειοτέραν ὁρμῆσαι τοῖς προεστῶσιν αὐτῶν ἐνετείλατο. οἱ δὲ ἐπιόντες τὰ προστυχόντα τε ληιζόμενοι τὴν Νεοκαισάρειαν αἰφνίδιον ἐπεισπεσόντες αὐτῇ ἐξεπόρθησαν καὶ λαφύρων ἐμπλησθέντες ἐκεῖθεν ἀπῄεσαν. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν ἀθυμίαν ἐνέσταξε, καὶ τοὺς εὐζωνοτέρους ἀναλαβὼν τοῦ στρατεύματος ἀπῄει διὰ δυσβάτων ὁδῶν καὶ ὀρῶν, φθάσαι τοὺς ἐχθροὺς ἐπειγόμενος. ὡς οὖν αὐτοῖς ἐπῆλθεν ἀδόκητος, εἰς πτοίαν ἐνέβαλεν ἅπαντας, καὶ πρὸς δρασμὸν ἀπεῖδον εὐθύς, αὐτοῦ που καταλιπόντες καὶ τὴν λείαν καὶ τὴν ἀποσκευήν. φθορὰ μὲν οὖν τῶν βαρβάρων οὐ πάνυ τι γέγονε, τῶν περὶ τὸν βασιλέα κεκοπιακότων ἐκ τῆς ὁδοιπορίας καὶ μὴ οἵων τε ὄντων διώκειν ἐπὶ πολύ. οἱ μέντοι ληφθέντες αἰχμάλωτοι καὶ εἴ τι ἕτερον ἐπλήρου τὴν λείαν, ξύμπαντα ἠλευθέρωτο. ἐκεῖθεν τῆς πρὸς Συρίαν ἥψατο ἀπαγούσης, καὶ φάλαγγα μὲν εἰς Μελιτηνὴν ἐξαπέστειλεν, αὐτὸς δὲ εἰς τὸ Χάλεπ ὁρμήσας πολλὴν ἀπήγαγε λείαν ἀνθρώπων καὶ ζῴων ἄλλων. κἀκεῖθεν εἰς Ἱεράπολιν τῆς Συρίας ἐγένετο. καὶ πολιορκεῖν ἐπιχειρήσας αὐτὴν ὁμολογίᾳ τὴν πόλιν παρέλαβεν. εἶτα τῶν βαρβάρων ἐπιθεμένων μέρει τῆς Ῥωμαῖκῆς στρατιᾶς καὶ ἡττησάντων αὐτό, οὐδεὶς τῶν ἄλλων εἰς ἐπικοῦ ρίαν τῶν ἡττωμένων γενέσθαι προεθυμήθη. ὁ δέ γε βασιλεὺς ἔνδον τῆς ἑαλωκυίας πό- λέως ὢν καὶ τὸ συμβὰν ἐγνωκώς, ταχύτατα μετὰ τῶν περὶ αὐτὸν εἰς ἀρωγὴν τῶν ἡττημένων ἐξώρφμσε. μαθὼν δὲ ὁ τοῦ χαλεπ’ ἡγεμονεύων τὴν τῶν Ῥωμαίων ἧτταν προσέθετο καὶ αὐτὸς τοῖς ἄλλοις βαρβάροις μετὰ τῆς οἰκείας πάσης δυνάμεως, αὐτίκα τὸν βασιλέα προσδοκῶν ἀπαγαγεῖν δοριάλωτον. καὶ τὸ ῾Ρωμαϊκὸν κύκλῳ στρατόπεδον περιέλαβον. ὁ μέντοι βασιλεὺς ἀκήρυκτον αὐτοῖς τὴν μάχην ἐπεωεγκών, ἐξῄει γὰρ τοῦ χάρακος καὶ τὸ στράτευμα συνεξήγαγε, μήτε σαλπίγγων γενομένης ἠχῆς μήθ’ ἑτέρου διαδήλου συνθήματος, ἐτρέψατο τοὺς ἐναντίους καὶ εἰς φυγὴν ἠνάγκασεν ἀπιδεῖν. εἰ οὖν ἐπὶ πολὺ τὸ ῾Ρωμαϊκὸν ἐπεδίωξε στράτευμα, νίκην ἂν ἤρατο μεγίστην καὶ περιβόητον. οἱ γὰρ ἔπποι τοῖς Ἄραψι ταχεῖς μέν εἰσι τὴν πρώτην ὁρμὴν καὶ τῶν λοιπῶν ποδωκέστατοι, οὐκ ἐπὶ πολὺ δὲ τὸν δρόμον ἐκτείνουσιν, ἀλλ’ ἀποκναίουσι τάχιστα. ἀνακληθέντες δὲ καὶ τῆς διώξεως ἀποσχόμενοι τοὺς ἐναντίους μὲν περιέσωσαν, ἑαυτοὺς δὲ μεγάλου κατορθώματος καὶ εὐκλείας ἐστέρησαν. ὅμως τῷ βασιλεἶ, ὅτι ὅλως οἱ ῾Ρωμαῖοι ἀντεπιέναι τοῖς ἐχθροῖς ἀπεθάρρησαν καὶ τὸ πολὺ τῆς πρῴην δειλίας ἀπέθεντο, ἀρκοῦν ἐδόκει εὐτύχημα. ἐνῴκιστο δὲ τῆς Ἱεραπόλεως ἡ ἀκρόπολις, τοῦ βασιλέως προστάξαντος. ἑτέροις δὲ πολίσμασιν ἐπελθών, καὶ τὰ μὲν διὰ τὸ ἀνάλωτον παρελθών, τὰ δὲ κατασχών, εἰς πόλιν τῆς Κιλικίας τὴν Ἀλέξανδρον λεγομένην κατήντησε. κἀ- κεῖθεν ἀπιόντι λαφυραγωγηθῆναι τὸ Ἀμόριον διαγγέλλεται καὶ κτανθῆναι πολλούς. ἐδυσφόρησε μὲν οὖν πρὸς ταῦτα ὁ βασιλεύς, μὴ δυνάμενος δ’ ἐπαμῦναι τοῖς πεπονθόσι, τὰ περὶ τὸν οἰκεῖον στρατὸν οἰκονομησάμενος, ἔνα τὴν τοῦ χειμῶνος ὥραν ἀνεν- δεῶς τῶν ἀναγκαίων παρέλθωσιν, αὐτὸς ἐπὶ τὴν βασιλίδα τῶν πόλεων ἐπανῆλθεν ,ἀλαζονικώτερον διακείμενος, ὡς τάχα κατωρθωκὼς πλείω, οὐ μόνον πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ πρὸς αὐτὴν τὴν βασίλισσαν. ἡ δὲ πρὸς τοὐναντίον αὐτῇ τὰς ἐλπίδας τραπείσας κατανοοῦσα ἐδυσχέραινε καὶ τὴν καρδίαν εἶχεν οἰδαίνουσαν, τὰς ἐπιπλήξεις μὴ στέγουσα.