Ancient Greek · ~19 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.14.1
Not analysed yet
Ὁ δὲ βασιλεὺς ὀξύτατα πέμψας εἰς τὸ Χλιὰτ μετεκαλεῖτο τὰ ἐκεῖσε στρατεύματα. ὡς δ’ οὐκ ἀφίκοντο, κοντο, ὁ γὰρ Ταρχανειώτης ,οὗτος γὰρ ἦν ὁ εἷς τῶν ἐκεῖ στραταρχῶν, μαθὼν τοῦ Σουλτάνου τὴν ἄφιξιν, παρέπεισε καὶ τὸν Ῥουσέλιον ,καὶ μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων ἄραντες φυγῇ πρὸς τὰ Ῥωμαίων ἐχώρησαν ὅρια, ἔγνω ὁ Διογενὴς μετὰ τῶν συνόντων αὐτῷ διαγωνίσασθαι ἐς τὴν αὔριον καὶ ἅμα πρωὶ πρὸς τὸν πόλεμον ἐξηρτύετο. ἐν τούτω δὲ πρέσβεις ἧκον ἐκ τοῦ Σουλτάνου περὶ εἰρήνης διαλεξόμενοι. ὁ δὲ βασιλεὺς οὐ πάνυ φιλανθρώπως τοὺς πρέσβεις ἐδέξατο, ὅμως μέντοι καὶ λόγων σφίσι μετέδωκε καὶ ἀπελθεῖν πρὸς τὸν κύριον αὐτῶν προετρέψατο καὶ ἀπαγγεῖλαι ὡς ‘‘εἰ βούλοιτο περὶ συμβάσεων διαλέξασθαι, καταλιπέτω τὸν τόπον ἐν ᾧπερ ἐστρατοπέδευται καὶ πόρρω ποι μετασκηνωσάτω, ὥστε με μετὰ τῆς Ῥωμαϊκῆς στρατιᾶς τὸν χά- ρακα πήξασθαι, ὅπου νῦν ἐστιν ἡ τῶν βαρβάρων παρεμβολή.’’ ταῦτα τοῖς πρέσβεσι διαλεχθεὶς ἀλαξονικώτερον συντόμως ἐπανελθεῖν ἐνετείλατο. οἶ μὲν οὖν τῷ Σουλτὰν τοὺς τοῦ βασιλέως λόγους ἀπήγγελλον, κἀκεῖνος μετὰ τῶν περὶ αὐτὸν περὶ τῶν τῆς εἰρήνης συνθηκῶν ἐβουλεύετο. ὁ δέ γε βασιλεὺς ὑπερφρονήσας καί τισι πεπεισμένος τῶν ᾠκειωμένων αὐτῷ δεδειλιακέναι λέγουσι τὸν Σουλτάν, ὡς μὴ ἀξιόμαχον ἐπαγόμενον δύναμιν, καὶ διὰ τοῦτο τὴν εἰρήνην ζητεῖν, ἵνα τῆς μάχης ὑπερτεθείσης καὶ ἄλλην δύναμιν προσαγάγηται, μήτε τὴν τῶν πρέσβεων ἀναμείνας ὑποστροφὴν μήθ’ ἕτερόν τι σκοπήσας τοῖς σαλπιγκταῖς ἐκέλευσεν ἠχῆσαι τὸ ἐνυάλιον. τοὺς δὲ βαρβάρους τὸ αἰφνίδιον διεθρόησεν, ἀλλὰ καὶ οὕτως εἰς ἀντιπαράταξιν ἔστησαν, καὶ ἐπιόντων αὐτοῖς τῶν Ῥωμαίων οὐκ ἀντεπῄεσαν, ἀλλ’ ἀνεχάξοντο, μήτε τὰ νῶτα τ’ ῥέποντες μήτε μέντοι μαχόμενοι. ὡς δὲ περὶ δείλην ὀψίαν ἡ ἡμέρα ἐγένετο, εἰδὼς ὁ βασιλεὺς ὅτι φυλακὴ περὶ τὸ στρατόπεδον οὐκ ἦν ἀξιόλογος, καὶ δείσας μὴ ἐπελθόντων τῶν ἐναντίων αὐτῷ διαρπαγῇ, ἔγνω τὴν μάχην λῦσαι καὶ ἐπαναζεῦξαι περὶ τὸν χάρακα. ἐπιστρέψας οὖν τὴν βασιλικὴν σημαίαν αὐτός τ’ ἐπανῄει καὶ τῇ στρατιᾷ ταὐτὸ ποιεῖν διεσήμαινεν. οἶ μὲν οὖν περὶ αὐτὸν ὄντες ἀθορύβως ἐποίουν τὸ κελευσθέν. ὅσοι δὲ πόρρω ποι τὰς τάξεις ἐκέκτηντο, φυγὴν τοῦ βασιλέως τὴν ὑποστροφὴν ὑπετόπασαν, Ἀνδρονίκου τοῦ υἱοῦ τοῦ Καίσαρος τὸν λόγον ὑποβαλόντος ταῖς φάλαγξιν. ἀεὶ γὰρ ὅ τε Καῖσαρ καὶ οἶ τούτου υἱεῖς ἐφήδρευον τῷ βασιλεῖ καὶ ἀφανῶς ἐπεβούλευον. ἄρας οὖν αὐτίκα μετὰ τῶν περὶ αὐτὸν ὁ Ἀνδρόνικος, ἐξῆρχε γὰρ οὐκ ἐλαχίστης μοίρας στρατιωτῶν, ἀπὸ ῥυτῆρος ἐπανελήλυθεν εἰς τὸν χάρακα. τοῦτο καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, οὓς οὕτως ἀκόσμως ἐπανιόντας ὁ βασιλεὺς θεασάμενος ἔστη, στῆναι δὲ καὶ τοῖς ἀπιοῦσιν ἐνεκελεύετο. ἀλλ’ ἐξεκεκώφεισαν 15 ἅπαντες καὶ τῆς φυγῆς οὐ μεθίεντο. ὡς δὲ τὸ παράλογον τῆς φυγῆς δυστύχημα τῶν ῾Ρωμαίων καὶ μήνιμα θεῖον ἔγνωσαν οἱ πολέμιοι, εὐθὺς ἐπῆλθον τῷ βασιλεῖ. ὁ δὲ μετὰ τῶν περὶ αὐτὸν τὴν μάχην ἐδέξατο, καὶ μέχρι μέν τινος ἐρρωμένως ἀντεῖχον, 20 εἶτα τῶν μὲν πεσόντων ,ἑαλωκότων δ’ ἐτέρων, περιεστοιχίσθη πρὸς τῶν βαρβάρων ὁ βασιλεύς. ἀλλ’ οὐδὲ οὕτως ἐνέδωκε. πολλοὺς δὲ πλήξας καὶ ἀνελὼν ἐπλήγη κἀκεῖνος τὴν χεῖρα, καὶ οὕτως ἀποκαμὼν καὶ μηκέτι ἀμύνεσθαι τοὺς ἐπιόντας δυνάμενος μήτε μέντοι φυγεῖν, ἤδη τοῦ ἵππου αὐτῷ πεπτωκότος ἐκ τῶν βελῶν, ἑάλω καὶ ἀπῆκτο τοῖς βαρβάροις ὁ βασιλεὺς Ῥωμαίων αἰχμάλωτος. ἀγγελθεῖσα δὲ ἡ τοῦ βασιλέως ἅλωσις τῷ Σουλτάνῳ χαρὰν μέν, ὡς εἰκός, ἐνεποίησεν, οὐ μέντοι ἐπῆρεν αὐτὸν ὥστε 30 καὶ ὑψηλοφρονῆσαι· Ἄξαν ἐκεῖνος ὠνόμαστο, οὗ πολλὰ ἐπὶ δικαιοσύνῃ καὶ μετριοφροσύνῃ ᾄδονται διηγήματα. ὅθεν ἠπίστει καὶ τῇ τοῦ βασιλέως ἁλώ- σει διὰ τὸ τοῦ εὐτυχήματος ἄκρατον. καὶ ἰδὼν αὐτὸν οὐ πρότερον πιστὸν τὸ πρᾶγμα ἐδέξατο, ἕως καὶ οἱ παρ’ αὐτοῦ σταλέντες πρέσβεις αὐτὸν ἀνεγνώρισαν καὶ ὁ Βασιλάκης ἐκεῖ κατεχόμενος καὶ ἰδὼν αὐτὸν εἰς τοὺς πόδας αὐτοῦ θρηνῶν κατέβαλεν ἑαυτόν. τότε δὲ τοῦ θρόνου τε ἀνεπήδησεν ὥσπερ ἔνθους, καὶ τεθέντα κατὰ γῆς, ὡς ἔθος, πατήσας αὐτὸν ἀνέστησε καὶ περιεπτύξατο, καὶ “μὴ λυποῦ, βασιλεῦ” ἔφη· “τοιαῦτα γὰρ τὰ ἀνθρώπινα· ἐγὼ δὲ οὐχ ὡς αἰχμαλώτῳ, ἀλλ’ ὡς βασιλεῖ σοι προσενεχθήσομαι.” καὶ αὐτίκα σκηνὴν αὐτῷ ἀποτάττει καὶ θεραπείαν βασίλειον, κοινωνεῖ τε τραπέζης, ὁμόθρονον ἑαυτῷ ποίησά μένος, λύει τε τῶν αἰχμαλώτων αὐτῷ ὁπόσους ᾔτησε, καὶ οὕτως ἐφ’ ἡμέραις τισὶ συνομιλήσας καὶ συνδιαιτηθεὶς τῷ ἀνδρὶ δρὶ καὶ τιμήσας ὑπερβαλλόντως, εἶτα καὶ συνθήκας θέμενος ἐπὶ εἰρήνῃ διηνεκεῖ καὶ κήδους ὑπόσχεσιν ἐπὶ παισὶ ποιησάμενος, ἀφῆκε τὸν Διογένην ἀπιέναι μεθ’ ὅσης οὐκ ἄν τις ἤλπισε δορυφορίας καὶ τιμῆς. ὁ δὲ εἰς Θεοδοσιόπολιν ἀπελθὼν ἐσταλμένος βαρβαρικῶς ρικῶς, ὁ γὰρ Σουλτὰν οἰκείας αὐτῷ παρέσχε στολάς, τήν τε χεῖρα ἐκεῖ προσμείνας ἐθεραπεύετο καὶ τὴν ἀμφίασιν πρὸς τὸ ῥωμαῖκώτερον μεθηρμόζετο. ἐκεῖδεν δὲ προῄει ἐπανιών, ἄγων μεθ’ ἑαυτοῦ καὶ πρέσβεις τοῦ Σουλτάν. ἀλλ’ ὁ μὲν οὕτως ἐπανῄει. τῆς δ’ ἁλώσεως αὐτοῦ ἀγγελθείσης εἰς τὰ βασίλεια ἐν διχονοίᾳ οἱ περὶ ταῦτα γεγόνασιν. ὁ ἱ μὲν γὰρ τῇ βασιλίσσῃ καὶ αὖθις τὴν ἐξουσίαν ἐδίδοσαν ,οἶ δὲ τῷ πρεσβυτέρῳ τῶν ταύτης υἱέων τὸ ξύμπαν ἐπε- ψηφίζοντο ,οἶ δὲ κοινοπραξίαν τῇ τε μητρὶ καὶ τῷ υἱέι· ἀπένεμον.