Ancient Greek · ~14 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.13.1
Not analysed yet
Ἐπεὶ δὲ τὸ ἔαρ ὑπέλαμπεν ,ἐμβεβήκει μὲν τῇ τριήρει τῇ αὐτοκρατορικῇ · διαπεραιουμένου δ’ ἄρτι -περιστερὰ οὐ πάνυ μὲν μέλαινα τὴν χροιάν, πρὸς δὲ τὸ μελάντερον ἀποκλίνουσα, τὴν τριήρη αὐτοῦ περιίπτατο καὶ οὐκ ἀπέστη πτερυσσομένη περὶ αὐτόν, ἴως ἐκεῖνος ταῖς χερσὶν αὐτῆς ἐπελάβετο. ὁ δὲ ταύτην τῇ βασιλίσσῃ ἐκπέπομφεν, ἐκρίθη δὲ τὸ τῆς περιστερᾶς οὐκ ἀγαθόν τι τεκμήριον οὔτε τῷ ταύτην ἑλόντι οὔτε μὴν τῇ πρὸς ἣν ἔσταλτο. ἀλλὰ καὶ τοῦ ξύλου, ᾧ μέσον ἱσταμένῳ ἡ βασίλειος σκηνὴ ἐπερείδεται, δεται, αὐτομάτως κατεαγότος ,κατέπεσεν ἡ σκηνή· καὶ τοῦτο δὲ σύμβολον ἐνομίσθη ἀπαίσιον. ὅμως οὐδὲν τὸν βασιλέα τῆς προθυμίας ἀνέκοψεν ,ἀλλὰ προῄει ἕως τοῦ θέματος τῶν Ἀνατολικῶν, φειδωλίας ἐχόμενος παρὰ τὸ εἰωθός. ἐσκηνωμένῳ δέ που ἐν δωματίοις πῦρ ποθεν ἐνεχθὲν αὐτά τ’ ἑ κατ’ ἔφλεξε τὰ δωμάτια καὶ ἵππους ἡμιφλέκτους εἰργάσατο τῶν βασιλικῶν καὶ χαλινὰ καὶ ὀχήματα, ὃ καὶ τούτῳ κακὸν οἰώνισμα ἔδοξεν. ἐκεῖθεν μετελθὼν καὶ τὸν Ἅλυν διαπεράσας καὶ παρελθὼν τὴν Καισάρειαν εἰς τὴν λεγομένην Κρύαν πηγὴν τὸν χάρακα ἔθετο, ἔνθα τισὶ τῶν Νεμίτζων ἀπηνέστερον προσηνέχθη δι’ ἀδικήματα. τοῦ δὲ τάγματος τούτων ἀποστατήσαντος, ἱππότης αὐτὸς αὐτίκα ἐπιφανεὶς καὶ τὸ στρα- τιωτικὸν ἐπαγόμενος κατέπληξέ τ’ ἑ τὸ ἀποστατῆσαν καὶ αὖθις συμμαχικὸν αὐτῷ ἐποιήσατο. εἶτα ἄπεισιν εἰς Θεοδοσιόπολιν, κἀκεῖ δύο μηνῶν ἕκαστον ἐπάγεσθαι κελεύσας τροφήν, ὡς διὰ ἀοικήτου μέλλων πορεύεσθαι, διεῖλε τὸ στράτευμα καὶ μοῖραν μὲν τῷ Ρουσελίῳ παρέσχεν, ἀνὴρ δ’ οὗτος Λατῖνος πολεμικώτατος, καὶ κατὰ τοῦ Χλιὰτ αὐτὸν ἐξαπέστειλεν. ἑτέραν δὲ μοῖραν ἑτέρῳ προσένειμε, προστάξας αὐτῷ πορθῆσαι τὸ Μανζικίερτ· αὐτὸς δὲ ὁ βασιλεὺς μετὰ τῶν λοιπῶν οὐκ ἀξιομάχων ὄντων περιελέλειιπτο. τὸ μὲν οὖν Μανζικίερτ δι’ ὁμολογίας τῷ βασιλεῖ παραδέδοτο, ἀποδεδειλιακότων τῶν Τούρκων καὶ πίστιν αἰτησαμένων, καὶ τούτου ἐκστάντων. στρατιώταις δὲ εἰς συλλογὴν ἐξελθοῦσι τῶν χρειωδῶν πολέμιοι ἀθρόον ἐπήλθοσαν. ὃ γνοὺς ὁ βασιλεὺς τὸν μάγιστρον Νικηφόρον τὸν Βρυέννιον ἐπ’ αὐτοὺς ἐξαπέστειλε μετά τινος συντάγματος, ὃς τοῖ Τούρκοις προσβαλὼν καὶ κάμνουσαν βλέπων τὴν μετ’ αὐτοῦ δύναμιν, στείλας ᾔτει ἐπικουρίαν. ὁ δὲ βασιλεὺς ἀγνοῶν τῶν ἐναντίων τὴν δύναμιν, δειλίαν κατέγνω τοῦ Βρυεννίου καὶ κατὰ τοῦ ἀνδρὸς ἐτρχύνετο. ἔτυχε δὲ τότε ὁ ἱερεὺς ἀναγινώσκων τὸ εὐαγγέλιον καὶ λέγων “εἰ ἐμὲ ἐδίωξαν, καὶ ὒ μᾶς διώξουσιν.” 30 ὅμως ἔστειλε καὶ τὸν μάγιστρον Νικηφόρον τὸν Βασιλάκι0ν μετὰ μοίρας στρατιωτῶν, ὧν προσ- τεθέντων τῷ Βρυεννίῳ μέχρι, μέν τινος ἰσοπαλὴς ἦν ὁ ἀγών. εἶτα τοῦ Βασιλακίου ὁρμήσαντος ἐν προμάχοις κατὰ τῶν ἐναντίων μετὰ τῶν περὶ αὐτὸν τὰ νῶτα ἔτρεψαν οἱ πολέμιοι, ὁ δὲ ἐδίωκε, τοῦ Βρυεννἰου σὺν τοῖς ἀμφ’ αὐτὸν μὴ διώκοντος. ὡς δὲ περὶ τὸν χάρακα τῶν ἐναντίων ἐγένετο, πληγέντος αὐτῷ τοῦ ἵππου ἀπέβη αὐτοῦ ,καὶ διὰ τὸ τῶν ὅπλων βάρος οὐκ εὐκίνητος ὢν κυκλοῦται παρὰ τῶν πολεμίων, καὶ ζωγρηθεὶς τῷ Σουλτάνῳ προσάγεται · οὔτε δ’ ἐκεῖνος δουλικώτερον αὐτῷ προσῄει οὔτε μὴν ὁ Σουλτὰν ὡς αἰχμαλώτῳ αὐτῷ προσήνεκτο, συχνάκις δὲ τὸν ἄνδρα μετακαλοῦ μένος περὶ τοῦ βασιλέως διεπυνθάνετο καὶ τὰς οἰκείας δυνάμεις ἐδείκνυεν. ὁ δὲ καὶ ἐπῄνει τὰ τοῦ Σουλτὰν καὶ ἐθαύμαζεν ,οὐ μέντοι συμφέρειν αὐτῷ ἔλεγεν ἀντιπαρατάξασθαι τῷ βασιλεῖ. ὁ δέ γε βασιλεὺς μετὰ τῶν περιλοίπων ἐξῆλθε τοῦ χάρακος κατασκοπήσων τί τὸ γινόμενον, ἑστὼς δ’ ἐπὶ γεωλόφων μέχρις ἐσπέρας ὑπέστρεψε. καὶ οἱ Τοῦρκοι δ’ εὐθὺς ἐκύκλωσαν τὸ στρατόπεδον, καὶ τοῦτο περιιππεύοντες βέλη ἔβαλλον καὶ βοαῖς ἀσήμοις καὶ ὑλακαῖς περιήχουν τὴν στρατιάν. οὕτω μὲν οὖν ἡ νὺξ ἐκείνη παρῆλθεν. ἔωθεν δὲ Οὔζων τι σύνταγμα πρὸς τοὺς πολεμίους ἀπηυτομόλησε. καὶ τοῦτο ὕποπτον καὶ τὸ μεῖναν ἔτι πλῆθος τῶν Οὔζων ἐποίησεν.