Ancient Greek · ~22 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.16.1
Not analysed yet
τῆς βασιλείας διοίκησιν τὸν μητροπολίτην Σίδης Ἰωάννην, ἐκτομίαν ὄντα, δραστήριον δέ, τοῖς πράγμασιν ἐφιστᾷ. εἶθ’ ἕτερον ἐκτομίαν τὸν Νικηφόρον, ὃς νέος προσληφθεὶς παρὰ τοῦ Μονομάχου εἰς τὰ βασίλεια ὑποκοριζόμενος διὰ τὴν νεότητα Νικηφορίτζης ὠνόμαστο καὶ ὥσπερ ἐπωνυμίαν ἔσχηκε τοῦτο, ἐξ Ἑλλάδος καὶ Πελοποννήσου τὰς κρίσεις τούτων ὢ διέποντα μετεπέμψατο. ἔφθασε γὰρ ὁ ἀνὴρ οὗτος καὶ τῷ πατρὶ τοῦ βασιλέως τῷ βασιλεῖ Κωνσταντίνῳ τῷ Δούκᾳ ὑπηρετήσασθαι. ἦν δὲ περὶ πραγμάτων μεταχείρισιν δεξιὸς καὶ λόγοις ὡμιληκώς, τὸ δὲ ἦθος ἔχων ὑποκαθήμενον καὶ γέμον δεινότητος. τούτῳ γοῦν ἐγχειρίζει τὰς ἡνίας τῆς βασιλείας, λογοθέτην ὀνομάσας αὐτόν. ἐντεῦθεν ὁ Σίδης παραγκωνίζεται, καὶ ὁ Καῖσαρ καθίσταται ὕποπτος, καὶ πᾶσα ἡ τῆς βασιλείας διοίκησις ὑπὸ τὸν λογοθέτην ἐγένετο, καὶ ὁ βασιλεὺς ὑπ’ αὐτοῦ ὡς ἀνδράποδον ἤγετο. καὶ οὐκ ἦν ὃ μὴ διὰ τοῦ λογοθέτου ἐγίνετο, καὶ πολλοὶ τῶν περιουσιῶν ἐστερήθησαν, ἄλλοις ἄλλων ἐπενηνεγμένων λαβῶν, καὶ ἦν τῶν ἀνθρώπων σύντριμμα καὶ ταλαιπωρία καὶ ὁ τούτων ἐπιστρεφόμενος οὐδαμοῦ. ὁ γὰρ βασιλεὺς παιδαριώδεσιν ἐσχόλαζε πράξεσι, τοῦ ὑπάτου τῶν φιλοσόφων καὶ ὑπερτίμου Μιχαὴλ τοῦ Ψελλοῦ λόγοις τῷ δοκεῖν αὐτὸν ἐμβιβάζοντος καὶ διδάσκοντος νῦν μὲν τὴν γραμματικὴν τέχνην καὶ μέτρα καὶ διαλέκτους ,νῦν δ’ ἵνα κατὰ ῥήτορας διαλέγοιτο, νῦν δ’ ἱστορίαις αὐτὸν προσεθίζοντος, ἄλλοτε δὲ φιλοσόφων θεωρημάτων ἀκροᾶσθαι παρασκευάζοντος. ὁ δὲ πρὸς οὐδὲν ἐπεφύκει. τούτοις οὖν ὁ Ῥωμαίων αὐτοκράτωρ προστετηκὼς ὑφ’ ἕτερον ,καὶ τοῦτον ἔνα, τὴν τῶν κοινῶν κυβέρνησιν ἐποιήσατο ,καὶ νόμος ἦν τὸ τῷ λογοθέτῃ δοκοῦν. τὰ μὲν οὖν τῆς πολιτείας οὕτως εἶχον κακῶς ,τὰ δὲ κατὰ τὴν ἕω χεῖρον ἔσχον ἢ πρότερον. ὁ γὰρ Σουλτὰν τὰ κατὰ τὸν Διογενῆ μαθὼν θῶν καὶ ὅτι ὃν ἐκεῖνος λαβὼν δοριάλωτον ἐτίμησε καὶ ἀφῆκεν εἰς τὴν οἰκείαν ἀπελευσόμενον βασιλείαν, τοῦτον οἱ συμφυλέται ἀπηνῶς οἰκτίστῳ θανάτῳ παρέδωκαν, καὶ αἱ πρὸς ἐκεῖνον περὶ σπονδῶν συνθῆκαι ἄπρακτοι μεμενήκασιν ,ὑπερήλγησε ,καὶ τὰς οἰκείας δυνάμεις κατὰ τῶν Ῥωμαϊκῶν χωρῶν χωρεῖν ἐξηρέθισεν· οὐκέτι τοίνυν ὡς ληιζόμενοι ταῖς χώραις ἐπῄεσαν, ἀλλ’ ὡς ταύτας καθέξοντές τε καὶ κυριεύσοντες, τοῦ σφᾶς ἀνείργοντος μὴ παρόντος. καὶ οἱ μὲν ταῦτα ἐποίουν · ὁ δὲ βασιλεὺς δύναμιν ἀγείρας στρατάρχην ταύτης τὸν Κομνηνὸν προβάλλεται Ἰσαάκιον, συζεύξας αὐτῷ καὶ τὸν Λατῖνον Ῥουσέλιον, ὁμογενῶν ἄρχοντα τετρακοσίων ἀνδρῶν. ἐπεὶ δὲ περὶ τὸ Ἰκόνιον ἐγεγόνει τὸ στράτευμα, ἐξ αἰτίας τινὸς ἀποστατεῖ ὁ Ρουσέλιος καὶ τοὺς ὁμοφύλους παραλαβὼν καθ’ ἑαυτὸν ἦν, καὶ πῇ μὲν τοῖς Τούρκοις προσέμισγε, πῇ δὲ τὰς χώρας τὰς Ρωμαϊκὰς ἐκεράιζεν. ὁ δὲ Κομνηνὸς Ἰσαάκιος μετὰ τοῦ περιλοίπου στρατεύματος τοῖς Τούρκοις προσβαλὼν ἥττητο, τητο, καὶ ἔπεσον μὲν πολλοὶ καὶ ἐζωγρήθησαν ἕτεροι καὶ αὐτὸς ὁ στρατάρχης ,καὶ διήρπαστο ἡ παρεμβολή. ἐμβολή. ὁ μὲν οὖν Κομνηνὸς πολλῶν χρημάτων τὴν ἐλευθερίαν ὠνήσατο. ὁ δὲ βασιλεὺς τὸν θεῖον τὸν Καίσαρα τῷ πολέμῳ στρατάρχην ἐφίστησι. τοῦτο μαθὼν ὁ Ρουσέλιος, πρὸ τοῦ τὸν Σαγγάριον τὸν Καίσαρα διαβῆναι καταλαβών, ἀντεστρατοπεδεύσατο αὐτῷ, καὶ ὁ Καῖσαρ ἀμνηστίαν αὐτῷ τοῦ πταίσματος ἐπηγγέλλετο, εἰ προσχωρήσει τῷ βασιλεῖ. ἀλλ’ ἐκεῖ— νος βαρβαρικῶς φρυαττόμενος οὐδὲν ἐφρόνει ἐνδόσιμον. συρρήγνυται τοίνυν πόλεμος, καὶ ἡττήθησαν οἱ περὶ τὸν Καίσαρα καὶ αὐτὸς ἑάλω σὺν πλείοσιν ἄλλοις, τοῦ Βοτανειάτου, ὃς συνεστρατήγει τῷ Καίσαρι, μετ’ ὀλίγων φυγόντος. ὁ μέντοι Ρουσέλιος πρὸς τὸ Βυζάντιον ἵετο ἄγων τὸν Καίσαρα δέσμιον καὶ τὸν Μαλέσην Βασίλειον, ἄρτι τῆς μετὰ τοῦ Διογένους λελυμένον αἰχμαλωσίας ,καὶ ἡ Χρυσόπολις ὢ εἶχε τὸν ἀποστάτην, καὶ αὐτίκα πῦρ ταῖς ἐκεῖσε οἰκίαις ἐνῆκεν. ὁ δὲ βασιλεὺς ἀξίωμά τε κουροπαλάτου αὐτῷ ἐπηγγέλλετο, εἰ τὰ ὅπλα κατάθοιτο, καὶ τὴν γυναῖκα αὐτοῦ μετὰ τῶν τέκνων ἐξέπεμψεν· ἀλλ’ ὁ βάρβαρος ἀτίθασος ἦν. μετεπέμψατο τοίνυν ὁ βασιλεὺς κατὰ τοῦ Ῥουσελίου Τούρκους ἐπὶ μισθῷ· ὁ δὲ μὴ ἀξιόχρεως ὢν πρὸς τὸν πόλεμον λύει τὸν Καίσαρα τῶν δεσμῶν καὶ εὐφημίαις ἀναγορεύει βασιλικαῖς) οἰόμενος προσθήσεσθαί οἱ πολλούς. αἴφνης δὲ Τούρκων ἀναφᾶνἐντων ὁ Ῥουσέλιος κατ’ αὐτῶν βαρβαρικῇ θρασύτητι ἀπερισκέπτως ἐχώρησε, καὶ πολλοὺς μὲν οἱ Φράγγοι τῶν Τούρκων κατέβαλον, τοὺ ’ς δ’ ἄλλους ἐτρέψαντο εἰς φυγὴν καὶ ἀκρα- τὼς ἐδίωκον. οἶ μὲν οὖν πλείους ὀπίσω που ἀπελείφθησαν, τῶν ἵππων σφίσι μὴ εὐτονούντων πρὸς τὸ πολὺ τῆς διώξεως. ὁ Ρουσέλιος δὲ μετὰ τοῦ Καίσαρος σὺν ὀλίγοις ἐπήλαυνον. ἤδη δὲ τῶν οἰκείων ἐκμηκυνθεῖσι πολὺ ἑτέρα πληθὺς ἀνεφάνη Τούρκων εἰς πολλὰς πάνυ χιλιάδας ἀριθμουμένη· ὡς δ’ ἐπῆλθον αὐτοῖς οἱ φανέντες καὶ ἄκοντες αὐτοῖς συνερράγησαν. περιειληθέντες δ’ ὑπὸ τοῦ πλήθους καὶ τοὺ ’ς ἵππους ἀποβαλόντες ἑάλωσαν ὅ τ’ ἑ Καῖσαρ καὶ ὁ Ῥουσέλιος. ἀλλὰ τὸν μὲν Ῥουσέλιον ἡ σύνευνος προλαβοῦσα ἐπρίατο, τὸν δὲ Καίσαρα ὁ βασιλεὺς ἐλυτρώσατο. ὁ δὲ ἀπαγόμενος πρὸς τὸν βασιλέα, καὶ ἐν τῇ Προποντίδι γενόμενος, κείρεται τὴν τρίχα καὶ μεταμφιέννυται τὴν στολήν, ῥάκος μοναχικὸν περιθέμενος· ηὐλαβεῖτο γὰρ μή τι πάθοι πρὸς τοῦ γ’ ἀνεψιοῦ διὰ τὴν ἀνάρρησιν. ὁ δέ γ’ ἑ Ῥουσέλιος λυδθείς, ὡς εἴρηται, τῆς αἰχμαλωσίας ,τὴν γυναῖκα μετὰ τῶν περιλειφθέντων Φράγγων λαβὼν εἰς τὸ τῶν Ἀρμενιακῶν θέμα ἐγένετο, ἐν ᾧ διῆγε καὶ πρότερον. στέλλει τοίνυν ὁ βασιλεὺς κατ’ αὐτοῦ τὸν πρόεδρον Ἀλέξιον τὸν Κομνηνόν, νέον μὲν ὄντα, ἄνδρα δὲ συνετὸν καὶ δραστήριον. ὃς γενόμενος κατὰ τὴν Ἀμάσειαν δι’ ἀπορρήτων δηλοῖ τοῖς Τούρκοις ὡς εἰ κατασχόντες τὸν Ῥουσέλιον παραδοῖεν τοῦτον αὐτῷ, πολλῶν αὐτοὺς ἐμπλήσει χρημάτων. φιλίαν γοῦν ὑποκριθέντες ἐκεῖνοι πρὸς τὸν Ρουσέλιον κατέσχον τὸν ἄνδρα, καὶ πολλῶν αὐτὸν χρημάτων ἠλλάξαντο, ὃς αὐτίκα παρὰ τοῦ Ἀλεξίου δέσμιος ἀπήχθη πρὸς τὸ Βυζάντιον, καὶ σφοδρῶς αἰκισθεὶς εἰς πύργον δέσμιος κατεκέκλειστο. σίτου δὲ γενομένης ἐνδείας ἐν ταῖς ἡμέραις τοῦ βασιλέως τούτου, ὥστε μὴ ὅλον μέδιμνον εἰς νόμισμα ἀποδίδοσθαι, ἀλλὰ παρὰ πινάκιον, εἰς ἐπώνυμον τῷ βασιλεῖ τὸ κοινὸν δυστύχημα ἐχρημάτισε, ὡς καὶ μέχρι τοῦδε οὕτω καλεῖσθαι τοῦτον τὸν ἄνακτα· οὐ γάρ τις ἄλλως γνωριεῖ τοῦτον εἰ μὴ τὸν Παραπινάκιον εἴποι.