Ancient Greek · ~17 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.17.1
Not analysed yet
Τῷ τρίτῳ δ’ ἔτει τῆς βασιλείας αὐτοῦ τὸ τῶν Χροβάτων ἔθνος, οὓς δὴ καὶ Σέρβους τινὲς καλοῦσι, κεκίνητο, τὴν τῶν Βουλγάρων χώραν ἐπικεχειρηκὸς κατασχεῖν. ἀλλὰ μὴν καί τινα ταύτης κατεσχηκός, πολλαῖς δὲ μάχαις καὶ φθορᾷ πολλῶν ἑκατέρωθεν, τῶν τε κατεσχημένων ἐκπέπτωκε καὶ καταπολεμηθὲν τῶν ῾Ρωμαϊκῶν ὁρίων ἐξώσθη καὶ εἰς τὰ σφέτερα ἤθη μένειν ἠνάγκαστο. δοῦλος δέ τις τοῦ πατρὸς τούτου τοῦ αὐτοκράτορος Νέστωρ ὄνομα, βεστάρχης δὲ τὸ ἀξίωμα, δοὺξ τῶν παριστρίων προχειρισθείς, ἦρεν ὅπλα κατὰ τοῦ βασιλέως. ὁμαιχμίαν γὰρ θέμενος μετά τινος ἀρχηγοῦ Πατζινάκων, ὃς ἐκαλεῖτο Τατούς, εἰς τὴν τῶν πόλεων βασιλεύουσαν παρεγένοντο, καὶ παρενέβαλον πρὸ αὐτῆς. καταθέσθαι δὲ τὰ ὅπλα τοῦ βασιλέως δηλοῦντος αὐτῷ, ἐκεῖνος ἕτοιμος εἶναι ποιῆσαι τοῦτο ἔλεγεν, εἰ αὐτῷ ὁ λογοθέτης Νικηφόρος ἐκδοθείη ἢ τέως ἐκ μέσου γένηται, ὡς κοινὴ συμφορὰ καὶ κακὸν ἐπιδήμιον. τοῦτο δὲ τοῦ βασιλέως μὴ ποιοῦντος, ἀπανίσταται μὲν τῆς πόλεως, τὰ τῶν Θρᾳκῶν δὲ καὶ τὰ Μακεδόνων ληίζεται καὶ ὅσ’ ἁ τούτοις τῆς Βουλγαρίας παράκεινται καὶ εἰς τὴν τῶν Πατζινάκων μεταχωρεῖ. υἱοῦ δὲ τεχθέντος αὐτῷ ἐκ τῆς ἐξ Ἀλανῶν Μάριας, ἣν βασίλισσαν ἔστεψε, Κωνσταντῖνον αὐτὸν ὠνόμασεν ἐπὶ τῷ πατρὶ καὶ βασιλικῶς ἐταινίωσε, καὶ στείλας πρὸς τὸν 30 Λογγιβαρδίας ἡγεμονεύοντα Ῥομπέρτον τὴν ἐκείνου θυγατέρα τῷ υἱῷ ἐμνηστεύσατο, ἣν καὶ ἀχθεῖσαν Ἑλένην μετωνόμασεν. ἐτέχθη δὲ τότε ἐν τῷ Βυζαν- τίῳ παιδίον, ἔνα ἔχον κατὰ τὸ μέτωπον ὀφθαλμὸν καὶ τραγοσκελές. τῶν μέντοι βαρβάρων τὴν ἑῴαν ληιζομένων καὶ οἷς ἐντύχοιεν ἔργον τιθεμένων μαχάιρας, φεύγοντες οἱ Ἀσιανοὶ τῇ Κωνσταντίνου προσῄεσαν. μή τινος δὲ προνοουμένου τῶν κοινῇ συμφερόντων, ὁ γὰρ βασιλεὺς περὶ λόγους ἠσχόλητο καὶ ἰάμβους συντιθέναι πρὸς τοῦ Ψελλοῦ ἐδιδάσκετο, σιτοδεία τοὺς ἐν τῇ πόλει ἐπίεζεν. ἵνα δ’ ἐκφαντικώτερον τὸ πάθος ἐκτραγῳδήσαιμι, λιμὸς ἦν ἄντικρυς τὸ κακόν, τῷ δὲ παρείπετο καὶ λοιμός, κἀκ τούτου συνέβαινον θάνατοι, καὶ οὗτοι συχνοί τε καὶ ἀλλεπάλληλοι, ὥστε ἀδυνατεῖν τοὺς ζῶντας ταφῇ παραδιδόναι τοὺς θνήσκοντας. τοσοῦτοι γὰρ ἦσαν ὡς πολλάκις πολλοὺς έν μιᾷ κλίνῃ ἐκφέρεσθαι, κἀν ταῖς ἀμφόδοις δὲ ἀτάφους κεῖσθαι πολλούς. ἐντεῦθεν πάντα κατηφείας μεμέστωτο διά τε ταῦτα καὶ ὅτι καὶ ἀδίκοις εἰσπράξεσιν ἐπιέζετο τὸ ὑπήκοον. οὕτω δὲ τῶν πραγμάτων ἐχόντων, οἱ τῶν ἑῴων ἀρχόντων προέχοντες συνελθόντες ἀποστασίαν ὠδίνησαν, καὶ τὸν κουροπαλάτην Νικηφόρον τὸν Βοτανειάτην εἰς βασιλέα προείλοντο καὶ ἀνηγόρευσαν αὐτοκράτορα. τοῦτο τὸν βασιλέα θορύβου καὶ δέους ἐνέπλησεν. ᾔδετο γὰρ ὡς ὑπερτερήσει ποτὲ τοῦ Μ στοιχείου τὸ Ν. ἦν δὲ τῶν εὐπατριδῶν ὁ Βοτανειάτης, ἐκ τοῦ Φώκα τὴν τοῦ γένους ἕλκειν σειρὰν νομιζόμενος. διακηρυκεύεται τοίνυν πρός τοὺς Τούρκους ὁ βασιλεύς, ἁδρὰς αὐτοῖς ἐπαγγελλόμενος δωρεάς, εἰ τοὺς ἀποστατήσαντας συσχόντες παραδοῖεν αὐτῷ. ὁ μὲν οὖν Βοτανειάτης ἐξ ἑῴας, ὡς εἴρηται, βασιλείας ἑαυτῷ περιθέμενος σχῆμα καὶ ὄνομα ἐφοίτα πρὸς τὸ Βυζάντιον. ἐξ ἐσπέρας δ’ αὖθις ἑτέρας ἀποστασίας ἐπεκυμάνθη κλυδώνιον. ὁ γὰρ πρόεδρος Νικηφόρος ὁ Βρυέννιος δοὺξ Δυρραχίου τυγχάνων, ἐπεὶ μεμαθήκει ἀφαιρεθεὶς τὴν ἀρχήν, ἀφίσταται καὶ αὐτός ,καὶ περιβάλλεται τὰ τῆς βασιλείας παράσημα καὶ τοῖς ἐκεῖ παροῦσι δορυφορούμενος μένος τάγμασιν εἰς τὴν Ἀβρούπολιν ἀπῄει, ἀφ’ ἧσπερ καὶ ὥρμητο, καὶ τῷ ἀδελφῷ Ἰωάννῃ ἐκεῖ ἑνωθεὶς πλῆθός τε στρατιωτῶν ἐκεῖθεν ἐθνικῶν τε καὶ Μακεδόνων πείσας συνάρασθαί οἱ τῆς τυραννίδος ἀπήρξατο. τισὶ δὲ τῶν τοῦ Βρυεννίου ὁ Θεοδωροκᾶνος συμμίξας ἡττᾶταί τε καὶ ἁλίσκεται. προσερρύησαν δὲ τῷ Βρυεννίῳ καὶ οἱ Ῥαιδεστηνοί, ἀλλὰ μέντοι καὶ οἱ οἰκοῦντες τὸ Πάνιον. εἴχετο τοίνυν τῆς ἀποστασίας ὁ Βρυέννιος κραταιῶς ,τὸν ἀδελφὸν κουροπαλάτην τιμήσας καὶ στείλας σὺν δυνάμει πρὸς τὸ Βυζάντιον, ὡς αὐτίκα τοῦτο παραληψόμενον. ᾐώρητο γὰρ ἐλπίσιν ὡς ὑπτίαις τὸ τοῦ λόγου χερσὶν οἱ τῆς συγκλήτου βουλῆς αὐτὸν ὑποδέξονται διὰ τὴν πρὸς τὸν λογοθέτην Νικηφόρον ἀπέχθειαν καὶ τὴν τοῦ βασιλέως ἀφέλειαν· ἀλλ’ οὐ κατὰ τὸν σκοπὸν αὐτῷ καὶ τὰ πράγματα ἀπηντή- κάσιν. ἐπελθόντες γὰρ οἱ σταλέντες τῷ τείχει τῶν Βλαχερνῶν ἠκροβολίσαντο μέν, ἤνυσαν δὲ οὐδέν. ὅθεν διὰ τῆς γεφύρας διαβάντες εἰς τὴν ἀντικρὺ τῆς πόλεως ἤπειρον τὰς ἐκεῖ τυγχανούσας οἰκοδομὰς παρέδοσαν τῷ πυρί, κἀκεῖθεν εἰς τὸν Ἀθύραν ὑπέστρεψαν. οὕτω δ’ ὁ βασιλεὺς περιστατούμένος πάντοθεν τὸν Ῥουσἐλιον λύει τε τῶν δεσμῶν καὶ ῥήμασι καὶ χρήμασι τὸν ἄνδρα ἐκμειλιξάμενος ἐπελθεῖν πείθει τῷ τοῦ Βρυεννίου ὁμαίμονι μετὰ τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ ,στραταρχοῦντος τῆς τῷ βασιλεῖ κατὰ τὸ Βυζάντιον προσούσης δυνάμεως. ὃ μαθὼν ὁ τοῦ Βρυεννίου ἀδελφὸς ἴφθη διαδράς. τῶν Μακεδόνων μέντοι καταληφθέντες πολλοὶ οἱ μὲν ἔπεσον, οἱ δ’ ἑάλωσαν.