Ancient Greek · ~17 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.2.1
Not analysed yet
Οἱ δ’ ἐμπαροινηθέντες τῶν ἑῴων ἀρχόντων καὶ αὖθις πεῖραν προσάγουσι, καὶ προσίασι τῷ τὰ κοινὰ διοικοῦντι τῷ πρωτοσυγκέλλῳ Λέοντι καὶ ἱκετεύειν δι’ ἐκείνου ἐπεχείρουν τὸν βασιλέα, μὴ μόνοι αὐτοὶ καταλειφθῆναι ἀγέραστοι, πάντων τοῦ φιλοτίμου καταπολαυσάντων τοῦ αὐτοκράτορος, καὶ ταῦτα τῶν ἄλλων εὐπαθούντων αὐτοὶ καὶ παρ’ ἀσπίδα ἱστάμενοι καὶ προπολεμοῦντες τῆς Ῥωμαίων ἀρχῆς. ὁ δὲ οὐδὲν ἧττον τοῦ Βασιλέως ἀδέξιος ὢν μεταχειρίσασθαι λυπουμένους ἄνδρας καὶ καταστεῖλαι τὸ ἐκ τῆς λύπης αὐτοῖς γενόμενον οἴδημα, οὐ μόνον οὐκ ἐλέανε λόγοις τῶν ἀνδρῶν τὴν τραχύτητα, ἀλλὰ καὶ μᾶλλον αὐτοὺς ἐξετράχυνεν, ἐκφαυλίσας ἕκαστον καὶ ἀτίμως πάντας ἀποπεμψάμενος. οὕτως οὑν καὶ τῆς δευτέρας πειραθέντες πείρας οὐκέτι μέλλειν ἔκριναν, ἀλλ’ ἕκαστος τὸν πλησίον παρακροτήσαντες ἔσπευδον εἰς προῦπτον ἐκφῆναι τὸ μελετώμενον. ἔδοξεν αὐτοῖς καὶ τὸν Βρυέννιον σχεῖν συνίστορα καὶ συλλήπτορα τοῦ ἐπιχειρήματος, ὄντα τε τῶν ἐπιφανῶν καὶ στρατηγοῦντα τῶν ἐκ Μακεδονίας δυνάμεων καὶ τὴν τῆς Καππαδοκίας περιεζωσμένον ἀρχήν, λύπης τ’ αἰτίας κἀκεῖνον ἐσχηκότα κατὰ τοῦ αὐτοκράτορος. ὡς δ’ οὖν κάκεῖνον ἕτοιμον εὗρον πρὸς τὸ σφέτερον βούλευμα, ἐζήτουν τὸν ἐξ αὐτῶν βασιλεύσοντα, καὶ πᾶσιν ὁ Κομνηνὸς ἁπάντων προυκέκριτο. ἐπεὶ δὲ ταῦτα συνέθεντο, ἐπ’ οἴκου ξύμπαντες ἀνεχώρησαν, τῷ βασιλεῖ προσειπόντες τὰ ἐξιτήρια. ἀπῄει δὲ καὶ ὁ Βρυέννιος μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων, καὶ ἐν τῷ θέματι τῶν Ἀνατολικῶν γεγονὼς τὴν τῶν στρατιωτικῶν ὀψωνίων διανομὴν ἐκεῖ διετίθετο· συνῆν γὰρ αὐτῷ καὶ ὁ πατρίκιος Ἰωάννης ὁ Ὀψαρᾶς χρυσίον ἐπιφερόμενος. ἤδη δὲ τῆς διανομῆς ἠργμένης ὁ Βρυέννιος προσετίθει τοῖς στρατιώταις τὰ σιτηρέσια καὶ ηὔξει τὸ ἑκάστῳ νενεμημένον ποσόν. ὁ δὲ τοῦ χρυσοῦ ταμίας ὁ εἰρημένος ἀνὴρ μὴ τοῦτο ἔλεγεν ἐντετάλθαι οἶ πρὸς τοῦ αὐτοκράτορος. καὶ ὁ Βρυέννιος σιωπᾶν αὐτῷ καὶ ποιεῖν τὸ ἐπιτασσόμενον ἐνεκελεύετο ἐνεκελεύετο ἰταμώτερον. ὡς δ’ ἔτι ὁ Ὀψαρᾶς οὐκ ἐπείθετο, ἀλλὰ καὶ θρασύτερον ἐκείνῳ ἀντέλεγεν, ὁ Βρυέννιος θυμῷ ληφθεὶς ἀνέθορέ τε τῆς καθέδρας καὶ τῶν τριχῶν τῆς τε ὑπήνης λαβόμενος τοῦ ἀνδρὸς προσαράσσει τῇ γῇ καὶ περιβάλλει δεσμοῖς. ἐγγὺς δέ που στρατοπεδεύων ὁ τῶν Πισιδῶν καὶ Λυκαόνων στρατάρχης καὶ τὰ περὶ τοῦ Ὀψαρᾶ μαθών, καὶ τυραννίδος ταῦτα κρίνας ἀρχήν, ἀθρόον ἔπεισι μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων τῇ τοῦ Βρυεννίου σκηνῇ. καὶ δεσμεῖ μὲν ἐκεῖνον, λύει δὲ τὸν Ὀψαρᾶν τῶν δεσμῶν καὶ αὐτῷ τὸν Βρυέννιον παραδίδωσιν· ὁ δὲ αὐτίκα τοὺς ὀφθαλμοὺς ἐκκόπτει ἐκείνου, καὶ οὕτω τὸν ἄνδρα τῷ βασιλεῖ ἐξαπέστειλεν, ἐπιστείλας αὐτῶ καὶ ὅσα τετόλμηκε. καὶ ταῦτα μὲν συνεκύρησεν οὑτωσί· ὁ δέ γε Κομνηνὸς καὶ οἶ ἐκείνῳ συνομοσάμενοι συνελθόντες ἔργου ἥπτοντο, τῶν στρατιωτικῶν καταλόγων ἄλλοθεν ἄλλου προσρυϊσκομένων αὐτῷ. ἢν μὲν γὰρ τῷ στρατιωτικῷ παντὶ ἔφεσις στρατιώτην τὴν βασίλειον ἀρχὴν περιζώσασθαι. ἤχθετο γὰρ ὑπὸ τοῦ πολιτικοῦ μέρους ἀρχόμενον, ἀλλ’ οὐκ ἐθάρρει τὸν πόθον εἰς προῦπτον ἐξενεγκεῖν, ἔκρυπτε δὲ τὸν ἔρωτα καὶ ὤδινε τὸν περὶ τούτου σκοπόν. ἐπεὶ δὲ τὸν Κομνηνόν τυραννίδι ἐπιχειρήσαντα μεμαθήκεσαν, καὶ αὐτὸν μὲν κορυφαῖον εἶναι τοῦ δράματος, τὰ δὲ κράτιστα τῶν γενῶν τῆς ἐπιχειρήσεως αὐτῷ συλλαμβάνεσθαι, τοῦτ’ εἶναι τὸ ὑπ’ αὐτῶν μελετώμενον δόξαντες, ἁρπάζουσι τὸν καιρόν, καὶ ἕκαστος τὸν πέλας προφθάσαι ἠπείγετο. ἐντεῦθεν τῷ Κομνηνῷ βαρεῖα συνέστηκε δύναμις· στείλας οὖν κατὰ ξύμπασαν τὴν ἑῴαν τοὺς φόρους ἐπράττετο, ἀποδεκτῆρας τούτων τάξας καὶ τῶν προσαγομένων ἀπογραφεῖς. εἶτα ἄρας ἀπῄει πρὸς Νικαίαν ἤδη βασιλεὺς πρὸς πάντων τῶν σὺν αὐτῷ στρατευομένων ἀναρρηθείς, ταύτης ἐγκρατὴς γενέσθαι βουλόμενος, ἴν’ ἔχοι τὴν πόλιν ὁρμητήριον ἡ κρησφύγετον, ὁποτέρως ἂν ῥέψῃ τὰ τῆς τύχης αὐτῷ, καὶ τὴν μὲν λαμβάνει, αὐτὸς δὲ φρουρὰν ἀρκοῦσαν ἐγκαταστήσας αὐτῇ πρὸ δώδεκα σταδίων ταύτης στρατοπεδεύεται. καὶ ὁ βασιλεὺς δὲ Μιχαὴλ τὰς δυτικὰς ἀγείρας δυνάμεις, καὶ εἴ τινές που τῶν ἑῴων περιελείφθησαν, μὴ συναπαχθεῖσαι τῷ Κομνηνῷ, ἐφιστᾷ τούτοις στρατηγὸν τὸν δομέστικον τῆς Ἀνατολῆς ἐκτομίαν Θεόδωρον, τὸν τῆς βασιλίσσης Θεοδώρας θεράποντα, συζεύξας αὐτῷ συνάρχοντα καὶ τὸν μάγιστρον Ἀαρών, σύγγονον ὄντα τῆς συνοικούσης τῷ Κομνηνῷ. οἳ τοῖς ἐναντίοις ἀντιστρατοπεδευσάμενοι συγκροτοῦσι καὶ πόλεμον κατά τινα τόπον, ᾅδην τοῖς ἐγχωρίοις καλούμενον, καὶ τὸ μὲν εὐώνυμον κέρας τῶν βασιλικῶν ἥττησε τὸ δεξιὸν κέρας τὸ περὶ τὸν Κομνηνόν, καὶ τὸν ἐφεστηκότα τούτῳ Ῥωμανὸν τὸν Σκληρὸν συνέσχε ζῶντα. τὸ δέ γε τῶν ἐναντίων εὐώνυμον, οὗ κατῆρχεν ὁ Κεκαυμένος, τὸ δεξιὸν ἐτρέψατο τῶν βασιλικῶν, καὶ εἰς αὐτὸ τὸ στρατόπεδον εἰσῆλθεν αὐτῶν καὶ τὰς σκηνὰς διέρρηξε καὶ ἔρριψε κατὰ γῆς. τοῦτο τοῖς περὶ τὸν Κομνηνὸν θάρσος ὡς μάλιστα ἐνεποίησε, τοῖς δ’ ἀντιπολεμοῦσι κατέβαλε τὰ φρονήματα καὶ φεύγειν ἀνέπεισε. γίνεται τοίνυν τῶν βασιλικῶν φόνος πολύς, οὐ κοινῶν μόνον στρατιωτῶν, ἀλλὰ καὶ στραταρχῶν, καὶ πλείους δὲ ἐζωγρήθησαν. καὶ ἡ νίκη ἀναφανδὸν τῷ Κομνηνῷ ἐπεμειδία.