Ancient Greek
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.3.1
Not analysed yet
Τοῦτο μαθὼν ὁ βασιλεὺς Μιχαὴλ ἀπεγνώκει τὰ τοῦ πολέμου καὶ τὴν ἀρχὴν ἀποθέσθαι ἠβούλετο, ἀλλὰ τοῖς περὶ ἐκεῖνον τοῦτο ἀβούλητον ἦν, ὅθεν οὐδ’ εἰς ἔργον ἀγαγεῖν συνεχωρήθη τὸ βούλημα. στέλλονται τοίνυν πρὸς τὸν Κομνηνὸν πρεσβεύσοντες ἄνδρες τῶν ἐκκρίτων τῆς συγκλήτου βουλῆς· οἱ δ’ ἦσαν ὁ πρόεδρος Κωνσταντῖνος ὁ Λειχούδης, ὁ πρόεδρος Λέων ὁ Ἀλωπός, καὶ Μιχαὴλ ὁ mλλός, τῶν φιλοσόφων ὢν ὕπατος. τὰ δὲ παρὰ τούτων καταγγελλόμενα υἶοθέτησις ἦν τοῦ Κομνηνοῦ, εἰσποιηθησομένου τῷ βασιλεῖ, καὶ ἀναγωγὴ πρὸς τὴν τιμήν τὴν τοῦ Καίσαρος, καὶ τοῖς τὴν τυραννίδα συμμελετήσασιν ἄφεσίς τε καὶ ἀμνηστία τοῦ πλημμελήματος. οἱ μὲν οὖν ταῦτα τῷ Κομνηνῷ ἀπηγγέλκασιν ἐν ἐπηκόῳ τοῦ πλήθους, τό δὲ ἐθορύβει, μὴ βούλεσθαι λέγον ἐν ἄλλῳ σχήματι τὸν αὐτῶν προεστηκότα θεάσασθαι μηδ’ ἀποδύσασθαι ἀνασχέσθαι αὐτὸν τὴν στολὴν τὴν βασίλειον, ἣν ἤδη ἐνδέδυται. ἔλεγον δὲ ταῦτα οἶ πλείους οὐχ οὕτω φρονοῦντες, ἀλλὰ τὸν τυραννοῦντα θωπεύοντες. ἐπεὶ δὲ διελύθη ὁ σύλλογος, ἰδίᾳ τοὺς πρέσβεις ὁ Κομνηνὁς προσλαβόμενος “εἴ τινά μοι” φησίν “ἀπόρρητα διαπορθμεῦσαι πληροφορήσετε πρὸς τὸν αὐτοκράτορα, ἐρῶ ὑμῖν ὅσα μοι κατὰ τὴν καρδίαν αὐτοκράτορα, τῶν δὲ καταθεμένων ἀνέκφορον τηρήσειν ἅπαν ἀπόρρητον, ἔφη ἀρκεῖσθαι νῦν τῷ σχήματι τῷ τοῦ Καίσαρος καὶ μὴ ζητεῖν τὸ βασίλειον, αἰτεῖν δὲ πληροφορίαν ἐκ τοῦ κρατοῦντος, ὡς οὐχ ἑτέρῳ δώσει τὴν αὐταρχίαν ποτέ, καὶ ὡς συντηρήσει ἑκάστῳ τῶν σὺν ἐμοί, εἴ τι τούτοις πε- φιλοτιμῆται παρ’ ἐμοῦ ,καὶ ὡς καί τινος μεταδώσει μοι νῦν ἐξουσίας βασιλικῆς, ἵν’ ἔχω τινὰς τιμᾶν τοῖς τῶν ἀξιωμάτων ἐλάττοσι καὶ εἰς ἀρχὰς ἐνίους στρατηγικὰς προχειρίζεσθαι, καὶ εἴ μοι ταῦτα ἐπιτελῆ γίνοιτο ,σπείσομαι καὶ ἀφέξομαι. ὅτι δὲ τοῖς πλήθεσι ταῦτα δὴ ἀπαρέσκουσι, διττὰς πρὸς τὸν κρατοῦντα ἐγχαράξω ἐπιστολάς, καὶ τῇ μὲν καταδημαγωγήσω τὸ στρατιωτικόν, τῇ δ’ ἐγγράψομαι τὰ ὰπόρρητα.’’ ἐπὶ τούτοις καὶ τὸν τὰ κοινὰ μεταχειριζόμενον ᾔτει μεταστῆναι τῆς διοικήσεως, ὡς δύσνουν αὐτῷ καὶ τοῖς μετ’ αὐτοῦ. ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὰς ἐπιστολὰς αὐτοῖς ἐγχειρίσας, ἀπελθεῖν προετρέπετο. οἶ δ’ ἐπανῆλθον ἐπὶ τὸν γηραιὸν αὐτοκράτορα, τὰς ἐπιστολάς τε φέροντες καὶ ὅσα ὁ Κομνηνὸς αὐτοῖς ἐν ἀπορρήτοις ἔφη διὰ ζώσης φωνῆς ἀπαγγέλλοντες. ἡσθεὶς οὖν ἐπὶ τούτοις ὁ βασιλεὺς πάντα πληρῶσαι ὅσα ἐκεῖνος ᾕτησεν ἐπηγγείλατο, καὶ προσεπήγαγεν ὅτι “ὥσπερ ἐκεῖνος ἀπορρήτους μοι γνώμας ἐδήλωσε δι’ ὑμῶν, οὕτως αὖθις κἀγὼ μυστικώτερά τινα ἐκείνῳ διὰ τῶν αὐτῶν ὑμῶν ἀνατίθεμαι. διόμνυσθε τοίνυν τῷ ἀνδρὶ ὅτι οὐ μακρὸν ἂν εἴη τὸ μέσον διάστημα καὶ συμμέτοχον αὐτὸν τοῦ κράτους ποιήσομαι, νῦν δ’ ἀναβάλλομαι τοῦτο διά τινα αἴτια.’’ ἐπὶ τούτοις ἀπῆλθον αὖθις οἶ πρεσβευταί, καὶ ὁ Κομνηνὸς ἄσμενος τὰς ἀγγελίας ἐδέξατο, καὶ τοῖς ἄλλοις οὐκ ἀποθύμια τὰ μηνύματα ἔδοξαν καὶ μᾶλλον, ὅτι μεταστῆναι τῶν διοικήσεων τὸν ἐγκεχειρισμένον αὐτὰς μεμαθήκεσαν, καὶ ἤδη καταθεῖναι τὰ ὅπλα ἔδοξεν ἅπασι καὶ τῆς τυραννίδος ἀφέξεσθαι. ὁ πρεσβύτης δὲ βασιλεὺς πρὸ τοῦ τὰς συμβάσεις αὐτῷ πρὸς τὸν Κομνηνὸν γενέσθαι ,τὴν τῆς πολιτικῆς μοίρας εὔνοιαν περιποιούμενος ἑαυτῷ, ὥσπερ ᾤετο, ἔγγραφόν τι συγγεγραφώς, ὅρκοις καταδεσμοῦν καὶ ἀραῖς ἕκαστον ὥστε μήτε βασιλέα καλέσαι τὸν Κομνηνὸν μήτε τιμὴν αὐτῷ προσοίσειν βασίλειον, τοὺς μὲν τῶν συγκλητικῶν χρήμασι, τοὺς δ’ ἀξιωμάτων διανομαῖς, καὶ ἄλλους ἄλλοις θελκτηρίοις ἀνέπειθε τῷ ἐγγράφῳ ὑποσημαίνεσθαι καὶ τὰ ἐν αὐτῷ βεβαιοῦν. ἐπεὶ δ’ ἥκειν τὸν Κομνηνὀν ἠκηκόεισαν, ὡς κατὰ τὴν ἐπιοῦσαν εἰσελευσόμενον, στασιώδεις τινὲς τῶν τῆς συγκλήτου βουλῆς ἔωθεν τῷ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας προσεληλύθεσαν, οἷς καὶ οἱ τῶν ἑταιρειῶν συνῄεσαν ἄρχοντες, καὶ κραυγαῖς προεκαλοῦντο τὸν πατριάρ- χην εἰς θέαν σφίσιν ἐλθεῖν. ὁ δὲ τὰς θύρας αὐτοῖς ἁπανταχόθεν ἐπιζυγώσας τοὺς ἀδελφιδοῦς αὐτοῖς ἐκπέπομφε πυνθανομένους ὅ,τι φασίν. οἱ δὲ θορυβοῦντες εἰς πλῆθος ἤδη συστάντες, πολλῶν συρρευσάντων ἐκεῖ, συνέσχον τοὺς τοῦ πατριάρχου ἀδελφιδοῦς, καὶ εἰ μὴ αὐτίκα πρὸς αὐτοὺς ἐξελεύσεται ὁ ἀρχιερεύς, διαθήσειν ἐκείνους ἠπείλουν κακῶς. λέγεται δὲ ταῦτα σκήψεις εἶναι καὶ προβουλεύματα, ἔν ἄκων δοκοίη συνελθεῖν ὁ πατριάρχης στασιάζουσι. κατῆλθεν οὑν ἐκ τῶν ὑπερῴων τὴν ἱερατικὴν ἐνδεδυμένος στολήν, ἐπεγκαλῶν δῆθεν τοῖς παροῦσιν ὡς βιαζόμενος. οἱ δὲ 25 τῶν στασιαζόντων θρασύτεροι ἢ μᾶλλον δι’ ὧν ἡ στάσις συνίστατο μέσον ἀπειληφότες αὐτὸν πρε- σβευτὴν ἠξίουν γενέσθαι πρὸς τὸν βασιλέα, ἵν’ αὐτοῖς ἀποδοθείη τὸ ἔγγραφον, ὃ βιασθέντες ὑπογεγράφασιν, ἐπεὶ τῷ Κομνηνῷ ἐκεῖνος ἐσπείσατο. δὲ πληρώσειν αὐτῶν τὸ αἴτημα κατετίθετο· ἀλλ’ ἦσαν προσποίησις ἅπαντα. βραχείας γὰρ παρελ- θούσης ὥρας βασιλέα καὶ αὐτοκράτορα φανερῶς ἀνεῖπον τὸν Κομνηνόν, αὐτοῦ τοῦ πατριάρχου συνευδοκοῦτός τε καὶ συμπράττοντος, καὶ τῷ μὲν Κομνηνῷ μὴ μέλλειν δηλώσαντος, ἀλλὰ σπεύδειν, καὶ ἀμοιβὰς αἰτοῦντος τῆς ἀναρρήσεως, τῷ δ’ ἴως τότε βασιλεύοντι κατιέναι τῶν ἀνακτόρων ἰταμώτερον ἐπιτάττοντος. ἀρχιερέων δὲ τῷ γέροντι Μιχαὴλ τὰ τοῦ πατριάρχου κομισάντων μηνύματα, ἐκεῖνος ἔφη ‘‘τί δέ μοι ἀντὶ τῆς βασιλείας παρἐξετε’’ ; οἶ δὲ ‘‘τὴν οὐράνιον βασιλείαν’’ ἀπεκρίθησαν. αὐτίκα τοίνυν ἀπορρίψας τὰ τῆς βασιλείας παράσημα ἀπῆλθε τῶν βασιλείων. ὁ δέ γε Κομνηνὸς κουροπαλάτην τιμήσας τὸν Κεκαυμένον στέλλει τὸν ἄνδρα μετά τινος δυνάμεως παραληψόμενον τὰ ἀνάκτορα. τὸ μέντοι πλῆθος τῆς πόλεως εἰς ὑπάντην τοῦ νέου βασιλέως ἐκκέχυτο λαμπρότατά οἶ ποιοῦν τὰ εἰς τὴν βασιλεύουσαν εἰσιτήρια. Ἕνα μὲν οὖν ὁ Μιχαὴλ αὐταρχήσας ἐνιαυτὸν