Ancient Greek · ~18 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.23.1
Not analysed yet
Κατὰ τούτους τοὺς χρόνους καὶ τοῦ τῶν Πατξινάκων ἔθνους ἡ συγκίνησις γέγονεν, ἐκ τῶν σφετέρων ἠθῶν μεταναστεύσαντος εἰς χώραν Ρωμαϊκὴν καὶ τὴν Θρᾴκην πᾶσαν καὶ τὴν Μακεδονίαν ληιζομένου. κατὰ τούτων ἐκστρατεύσας ὁ βασιλεύς, τῶν στρατιωτῶν ἀλαζονευομένων, αἰσχρῶς ἥττητο. εἶτ’ αὖθις ἄπεισι κατὰ τῶν βαρβάρων, ταπεινωθείσης τῆς στρατιᾶς καὶ τὸ πᾶν τῆς θείας ἐξαρτώσης ῥοπῆς, καὶ προσβάλλει τοῖς πολεμίοις. οἱ δὲ οὐδὲ τὴν ἔφοδον ὑπομείναντες τὰ ὅπλα κατὰ γῆς ἐρρίπτουν καὶ οἰμωγαῖς τοὺς Ῥωμαίους ἐξεκαλοῦντο πρὸς ἔλεον. ὤλετο μὲν οὖν πολύ τι τοῦ Σκυθικοῦ, οἱ λοιποὶ δὲ σὺν ἐλαμβάνοντο καὶ ἦσαν ὑπὸ δεσμοῖς, καὶ εἰς δου- λείαν οἱ αἰχμαλωτεύσαντες αὐτοὺς ἀπεδίδοντο. ὁ δ’ αὐτοκράτωρ πλῆθος ἀπολεξάμενος σφριγώντων καὶ ῥωμαλέων Σκυθῶν εἰς τὸ τῶν Μογλένων θέμα τούτους σὺν γυναιξὶ καὶ τέκνοις κατῴκισε, καὶ τάγμα τούτους κατέστησεν ἰδιαίτατον, οἵ καὶ μέχρι τοῦ δεῦρο κατὰ διαδοχὰς· διαμένουσιν, εἰς ἐπίθετον σχόντες τὸν τό- πον, ἐν ᾧ κατῳκίσθησαν, καὶ Πατζινάκοι Μογλενῖται καλούμενοι. ἐπιβουλῆς δὲ μηνυθείσης αὐτῷ, πρωτουργοὺς ἐχούσης τὸν Οὐμπερτόπωλον καὶ τὸν Ἀριέβην, ὧν ὁ μὲν ἐκ Φράγγων εἷλκε τὸ γένος, ὁ δ’ Ἀριέβης ἐξ Ἀρμενίων, καὶ ἄμφω δὲ τῶν ἐπιφανεστέρων καὶ στρατηγίαις ἐφεστηκότων ,ἐκεῖνοί τε συνεσχέθησαν καὶ ὅσοι συμμετεῖχον αὐτοῖς τοῦ βουλεύματος. τοὺς οὖν τῆς μελέτης ἐξάρχοντας δύο ἄνδρας δημεύσει καταδικάσας καὶ ἀτίμῳ θριάμβῳ καὶ ἐπὶ τούτοις ὑπερορίᾳ ἐν τούτοις περιώρισεν αὐτοῖς τὴν ποινήν· ὅτε καὶ τὸ τῶν Μανιχαίων τάγμα τῆς στρατείας ἀπήλασεν, ἐκθέσμως μέχρι τότε δὴ στρατευόμενον· στρατεύεσθαι γὰρ τοὺς Μανιχαίους ἀρχαῖος νόμος καθάπαξ ἀπείργει. αὖθις δ’ ἑτέρα κατὰ τοῦ βασιλέως τούτου συνέστη ἐπιβουλή, ἧς ἐξῆρχεν ὁ τοῦ βασιλεύσαντος ἐκείνου Διογενοῦς υἱὸς ὁ Νικηφόρος ὁ τῆς πορφύρας βλαστός, ἀνὴρ τὴν μὲν ἰσχὺν ἀπαράμιλλος, τὴν δὲ τῆς γνώμης ἕξιν καὶ τὴν τῆς ψυχῆς γενναιότητα οὐ κατὰ τὴν σωμα- τικὴν πλουτήσας ἰσχύν. οὗτος τὸ μὲν δρᾶμα συνθέμενος, τὴν δὲ πρᾶξιν ὑπερτιθέμενος, ἔλαθε παθὼν ἢ δράσας ὡς ἐβουλεύσατο. ἑάλω γάρ, καὶ ἐτασμῶν ἀνάγκαις παραδοθείς, ἵν’ ἐκκαλύψῃ τοὺς συνωμότας, τέλος ἐξεκόπη τὰ ὄμματα καὶ τὴν περιουσίαν ἀφῄρητο. εἶτα τὸ τῶν Φράγγων ἔθνος ἐκ τῶν ἑσπερίων συγκινηθὲν ἀνῄει πρὸς τὴν βασι- λίδα των πόλεων, ώς έκ ταύτης είς την εωαν δια- περαιωθησόμενον' ων τὴν συνγκίνηβιν θεοσηαία τις προεμήννσεν. ακριδών γαρ άπειρον τι πλήθος, έκ της 'Εσπέρας την γένεαιν έσχηκός καΐ τοσούτον ως νέφεαιν ιπτάμενου άπεικάζεβθαι καὶ σνσκιάξειν τὸν ηλιον, δια της μεγίστης των πόλεων και των ταύτης ορίων την πτήσιν ποιούμενου προς την εωαν ωρμητο, κάκεΐβε κατε'πανε. περαιωθέντες ονν και τή κατά Βιθυνίαν προσβαλόντες Νίκαια, παρά των Τούρ- κων κατεχόμενη, οὖν χρόνω μεν καϊ φθορά πολλή εκατέρωθεν, τέως μέντοι την πάλιν · ηρήκασι. καϊ ταύτην μεν πολλών άπέδοντο χρημάτων τω βαΰιλεϊ, οί δ' είς τό πρόσω προνχώρονν. καϊ ο[ μεν την προς τω Ὀρόντη εἶλον σύν μόχθω και φάνω πολλώ Ἀντιόχειαν, οί δε της Ιεροσολύμων μεγάλοις άγώ- αιν έκράτήσαν πόλεως, άλλ' οντω μεν τά τον ἔθνονς έσχον των Φράγγων αυντετμημένως ειπείν, αἵρεσις δέ τις κατά τους χρόνους τούτους άναπέφηνε μυ- σαρά η των Βογομίλων. της δε τοιαύτης αίρέαεως κήρυξ ην καϊ μέγας διδάσκαλος και προβολεύς των παρ' αὐτοῖς ἀποστόλων Βασίλειος τις λεγόμενος ιατρός, σχημα μίν περικείμενος μοναχού, αυτόν δ᾿ εκείνον ενδεδυμένος τον σατανάν, ος εν έτεσι μεν πεντεχαίδεκα τά της πλάνης μαθών ολέθρια δόγματα, έν δε δυσὶ καὶ τῇ πεντήκοντα διδάξας αυτά, πάσαν σχεδόν την οίκονμένην της οίκείας λύμης ένέπλη- οεν. είτα και τ ή τών πόλεων βαβιλίδι έπεχωρίασε ν, άλλ' έάλω ίπ' αυτοφώρω ὁ τῆς αληθείας έχθρός. γνονς γάρ την εκείνον άσέβειαν ό κρατών υπεκρίθη πίοτιν έχειν εις έκεϊνον τον κακοδαίμονα, καϊ διδά- σκαλου έκάλει καϊ σωτήρα πλανωμένων ψνχών. τού- τοις ονν και πλείοσιν άλλοις μόλις μεν καὶ σὺν χρόνω, ἴσχυσε δέ ποτε πεῖσαι τὸν ὀλέθριον ἐκεῖνον ἐξεμέσαι τὸν ἰὸν τῆς πονηρίας αὐτοῦ. ἐπεὶ δ’ ἦν ἐντὸς ἀρκύων τὸ θήραμα, ἐδημοσίευσε μὲν τὴν ἐκείνου διδασκαλίαν καὶ τὰ δόγματα ἐξεφαύλισε, κοινῇ δὲ ψήφῳ πυρὸς αὐτὸν ἐν τῷ τῆς ἱππηλασίας θεάτρῳ παρανάλωμα ἔθετο. αὖθις δ’ ἐπανάστασις ἑτέρα κατὰ τοῦ αὐτοκράτορος γέγονε, καὶ ὁ ταύτην συστησάμενος υἱὸν ἔλεγεν ἑαυτὸν εἶναι τοῦ βασιλεύσαντος Διογενοῦς, ὃς Κομάνων πλῆθος προσεταιρισάμενος εἰς τἀπὶ Θρᾴκης τε χωρία γενόμενος καὶ τὴν χώραν κεραίζων καὶ ληιζόμενος ἀπῄτει τοὺς ἐν ταῖς πόλεσι δέχεσθαί τε αὐτὸν καὶ ἀξιοῦν βασιλικῆς ἀναρρήσεως. εἶτα εἴς τι πολίχνιον τῶν Θρᾳκικῶν ἀπελθών, ἀπατηθείς τε παρὰ τῶν ἐν αὐτῷ καὶ ἀναρρηθείς, εἰσελθών τε μετ’ ὀλίγων ἐντός, συνε- σχέθη καὶ ἐξεκόπη τοὺς ὀφθαλμούς. καὶ οὕτως ἡ ἐπιχειρηθεῖσα παρ’ αὐτοῦ τυραννὶς διελέλυτο, τῶν Κομάνων, ὅσοι μὴ διεφθάρησαν, εἰς τὰ ἤθη παλινοστησάντων τὰ σφέτερα.