Ancient Greek · ~21 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.22.1
Not analysed yet
Ἄρτι δὲ τῆς βασιλείας ἐπιβεβηκότι τῷ Κομνηνῷ ἠγγέλη ὁ Φράγγος Ῥομπέρτος εἰς τὴν Ἐπίδαμνον διαπεραιούμενος ,ἀνὴρ πανοῦργός τε καὶ πολεμικώτατος. αὐτίκα τοίνυν ὁ βασιλεὺς ἐξεστράτευσε, καὶ γενόμενος κατὰ τὸ Δυρράχιον προσβάλλει τοῖς πολεμίοις, καὶ ἡττηθεὶς ἀκλεῶς ἔφυγε, πολλῶν ἐκεῖ πεσόντων οὐ τῶν τυχόντων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐν ὑπεροχαῖς καὶ βασιλείου ’τύγχαν’ ὄντων ἐξ αἵματος, καὶ ἡ παρεμβολὴ ξύμπασα ἑάλω τοῖς πολεμίοις. ὁ μὲν οὖν βασιλεὺς ἡττημένος ἐπανῆλθεν εἰς τὸ Βυζάντιον. οἱ δὲ βάρβαροι τῇ νίκῃ πεφυσημένοι ὁμόσε κατὰ πάντων ἐχώρουν, καὶ εἷλον τῶν πολισμάτων τινά, ὧν ἦσαν ἡ Καστορία τε καὶ ἡ Λάρισα. ὠνειροπόλουν δὲ καὶ αὐτὴν τὴν βασιλίδα τῶν πόλεων καταλήψεσθαι, ἀλλ’ ὁ βασιλεὺς καὶ πάλιν ἐκστρατεύει, καὶ ἀπελαύνει μὲν τῆς Καστορίας τοὺς αὐτὴν φρουροῦντας βαρβάρους, ἄπεισι δὲ κατὰ τοῦ Ῥομπέρτου καὶ στρατηγήματι τὴν ἐκείνου δεινότητα μέτεισι. τῷ γὰρ ἀδελφῷ Ἀδριανῷ τὸ σκήμα τὸ βασιλικὸν περιτίθησι, καὶ στράτευμα δοὺς αὐτῷ ἐναντίον τοῦ Ῥομπέρτου στῆναι διακελεύεται· εἰ δ’ ἐκεῖνος ὁρμήσει μαχέσασθαι, στρέψαι τὰ νῶτα καὶ αὐτίκα φυγεῖν. ταῦτα μὲν οὖν τῷ ἐσχημασι σμένῳ βασιλεῖ ἐνετείλατο· ἐκεῖνος δὲ μετὰ τῆς λοιπὴς στρατιᾶς δι’ ὁδῶν ἀδήλων περιοδεύσας καὶ τῷ τῶν Φράγγων ἐμβαλὼν χάρακι τάς τε σκηνὰς αὐτῶν καὶ τὰ ἐν αὐταῖς ἐληίσατο καὶ φόνον πολὺν ἐποιήσατο. τοῦ Ῥομπέρτου δὲ κατὰ τοῦ ἐσχηματισμένου βασιλέως ὁρμήσαντος, κἀκεῖνος καὶ ἡ σὺν αὐτῷ στρατιὰ τὰ χαλινὰ χαλάσαντες ἔφυγον. ὁ δὲ βάρβαρος ἐγαυρία μᾶλλον καὶ ἐπῆρτο, ὡς ἀπροσμάχητος. χῆτος. ἐν τούτῳ δ’ ἀγγέλλεται αὐτῷ τοῦ χάρακος ἡ ἐκπόρθησις καὶ ἡ φθορὰ τῶν ἐκεῖ, καὶ εὐθὺς παρκεῖο εῖτο καὶ τὰς χεῖρας καὶ τὴν ψυχὴν καὶ ἀπιὼν ᾤχετο. ὁ δὲ βασιλεὺς ἐπανελθὼν εἰς τὴν Κωνσταντίνου, μηνυθείσης ἐπιβουλῆς αὐτῷ, τούς τε ταύτης πρωτουργοὺς συνέσχεν ἐκ τῶν ταγματικῶν ὄντας ἀρχόντων πολλοὺς τῶν ἐγχωρίων καὶ τῆς συγκλήτου βουλῆς, ὡς τάχα συνίστορας τοὺς πλείους, ὥς φασιν, οὐδὲ πρὸς ἀλήθειαν, ἀλλ’ ἔνα σφᾶς γυμνώσῃ τῶν ὑπαρχόντων. ἡ μὲν οὖν τοῦ Ῥομπέρτου ἐπίθεσις πέπαυτο, ἑτέρωθεν δ’ αὖθις τῇ Ρωμαίων ἡγεμονίᾳ ἐχθροὶ ἐπανίστανται. οἶ γὰρ Τοῦσκοι τὴν ἑῴαν ὑφ’ ἑαυτοὺς ποιησάμενοι οὐδὲ τῶν νήσων ἀπέσχοντο. ἀλλ’ ὁ Τζαχᾶς, Τοῦρκος δὲ καὶ οὗτος οὐ τῶν ἐπιφανῶν, δεινὸς δὲ καὶ τὴν πονηρίαν πολύς, διὰ πλοιαρίων ὀλίγων ἀνωιστὶ τῇ νήσῳ Χίῳ προσορμισθεὶς κατέσχε ταύτην, καὶ στόλον ἐν αὐτῇ ναυπηγεῖ, δι’ οὗ τήν τε Λέσβον ἀνήρπασε καὶ τὴν Σάμον τήν τε Ῥόδον ὑφ’ ἑαυτὸν ἐποιήσατο καὶ πλείους ἄλλας τῶν νήσων. ἐξηλάθη δ’ αὖθις αὐτῶν, στόλου Ῥωμαϊκοῦ ἐπελθόντος ταῖς ἐκείνου τριήρεσι. καὶ ἡ νῆσος δ’ ἡ Κρήτη, πρὸς δὲ τῇ καὶ ἡ Κύπρος ἀποστασίαν ἐνόσησαν, τὴν μὲν τοῦ Καρικὴ κατεσχηκότος καὶ ἀντάραντος χεῖρα τῷ βασιλεῖ, τὴν Κύπρον δέ γε τοῦ Ῥαψομμάτου. ἀλλὰ καὶ αὗται τῇ Ῥωμαίων αὖθις οὐκ εἰς μακρὰν ἐπανεσώθησαν ἡλεμονίᾳ. ἐντεῦθεν ὁ βασιλεὺς ἀναλωμάτων δεόμενος τρόπους ἀποτροπαίους συλλογῆς χρημάτων ἐξεύρισκε, καὶ ὀφειλὰς ἀδίκους εἰσῆγον κατὰ τόν ἀνθρώπων οἶ ἐπ’ αὐτῷ τεταγμένοι, καὶ ἀφῃροῦντο τὰς οἰκείας οὐσίας οἱ μηδὲν δικαίως ὀφείλοντες. ἐντεῦθεν ἀπογραφεῖς πανταχοῦ τῶν ἐν ἀγροῖς καὶ ὁ χωρίοις διαφερουσῶν τοῖς ὑπηκόοις ἐστέλλοντο κτήσεων, καὶ τὰ καινὰ τῶν ὀνομάτων ἐπινενόητο, τὰ ὑπἐρτιμα λέγω καὶ τὰ ὑπέρπλεα, καὶ ἄλλοτε ἄλλοι τρόποι ἐπηρειῶν κατὰ τῶν ὑπηκόων εἰσήγοντο, καὶ ἱερὰ δ’ ἀφῄρηντο ἐκ θείων ναῶν. οὗτος ὁ βασιλεὺς καὶ τὸ νόμισμα κεκιβδηλευμένον παρὰ τῶν πρὸ αὐτοῦ εὑρηκὼς χάλκεον ἔθετο, ᾧ εἰς τὰ τῆς βασιλείας ἐκέχρητο ἀναλώματα, τοὺς δέ γε φόρους διὰ χρυσίνων δοκίμων εἰσ’ ἔπραττε, πῇ δέ γε καὶ δι’ ἑτέρων, χρυσίνων μὲν κἀκείνων, ἀλλ’ ἡμιχρύσων, ἔστι δ’ οὗ καὶ διὰ τῶν χαλκέων ἐδασμοφόρει. ὅθεν χαλκοῦ δεόμενος πλείονος τοὺς ὀβολοὺς εἰς νόμισμα μετετύπωσε, καί τινα τῶν δημοσίων ἔργων, τῶν χαλκουρλγμάτων φημί, κατασπάσας εἰς στατῆρας συνέκοψε καὶ νέας δεκάτας ἐκαίνισεν. ἐγείνατο δὲ θυγάτριον ἡ Αὐγούστω τῷ βασιλεῖ, ὅπερ Ἄννα ὠνομάσθη διὰ τὴν πατρομήτορα, ἐφ’ ᾗ τὸν τῆς βασιλίσσης Μάριας υἱὸν Κωνσταντῖνον τῆς ἐξ Ἀλανῶν ὁ βασιλεὺς ἐμνηστεύσατο· ἐκείνου δ’ ἐπὶ τῇ μνηστείᾳ τὴν ζωὴν καταλύσαντος, ὡς ὡραία γάμου ἡ θυγάτηρ ἐγεγόνει τῷ ἄνακτι, νυμφίον ἕτερον ἐπ’ αὐτῷ εἰσῳκίσατο τὸν μείζω τῶν υἱῶν Νικηφόρου τοῦ Βρυεννίου, ὃν ὁ λόγος προέφηνε τῇ τυραννίδι ἐπιχειρήσαντα καὶ ἁλόντα καὶ πηρωθέντα τοὺς ὀφθαλμούς. τούτῳ τὴν θυγατέρα ταύτην κατεγγυή- σας τετίμηκε τὸν ἄνδρα πανυπερσέβαστον. δὲ τῷ βασιλεῖ καὶ υἱός, ὃν ἐν τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας παρὰ τοῦ πατριάρχου καταξιωθέντα τοῦ θείου βαπτίσματος καὶ Ἰωάννην κληθέντα αὐτίκα ὁ πατὴρ καὶ διαδήματι ταινιοῖ. γεγόνασι δὲ τῷ βασιλεῖ καὶ ἕτεροι δύο υἱοί, Ἀνδρόνικός τε καὶ Ἰσαάκιος, καὶ θυγατέρες ἕτεραι τρεῖς, Μαρία, Εὐδοκία, καὶ Θεοδώρα. τῇ μὲν οὖν Μαρίᾳ τὸν τοῦ Γαβρᾶ ἐκείνου Θεοδώρου τοῦ σεβαστοῦ καὶ μάρτυρος υἱὸν τὸν Γρηγόριον ἐμνηστεύσατο. εἶτα τὴν μνηστείαν ταύτην λύσας, οὕτω δόξαν αὐτῷ, κἀκεῖνον ἀποπεμψάμενος ἕτερον μνηστῆρα τῇ θυγατρὶ ταύτῃ τὸν τοῦ Φορβηνοῦ υἱὸν τοῦ κατακαλῶν τὸν Νικηφόρον εἰσεποιήσατο. τῇ δ’ Εὐδοκίᾳ τὸν τοῦ Ἰασίτου Κωνσταντίνου παῖδα συνέζευξεν. ὃς τῇ τε συνεύνῳ οὐχ ὡς βασιλέως ἐκέχρητο θυγατρί, ἀλλ’ ἐκ τοῦ κρείττονος ὡμίλει ταύτῃ καὶ προσεφέρετο, καὶ τῇ βασιλίσσῃ δὲ πλειστάκις προσκεκρούκει καὶ πενθερᾷ, ἥπερ αὐτῷ προσοχθίσασα τὴν θυγατέρα νοσήσασαν εὐθὺς ἀποκείρει καὶ τὸν Ἰασίτην ἀπελαύνει τῶν βασιλείων. τῇ δέ γε τελευταίᾳ τῶν θυγατέρων συνῴκισεν ὁ πατὴρ νεανίαν τὸ μὲν εἶδος ἀγαλματίαν, τὸ δὲ γένος οὐ τῶν ἐπιφανῶν. γέγονε δ’ ἐπὶ τῆς βασιλείας τούτου κλόνος τῆς γῆς φρικωδέστατος κατὰ τὴν ἡμέραν τῆς μνήμης τοῦ ἐν θαύμασι περιωνύμου ἁγίου Νικολάου, ὑφ’ οὗ πολλαί τε οἰκίαι καὶ ναοὶ κατηρείπωντο καὶ στοαί, δι’ ὧν αἱ τῆς πόλεως ὠρόφωνται ἀτραποὶ καὶ πλεῖστοι ἐν τοῖς συμπτώμασι συνεχώσθησαν καὶ ἀπέθανον.