Ancient Greek · ~13 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.25.1
Not analysed yet
Εἷς δὲ τῶν εἰς τὴν ἑῴαν διαβάντων Λατίνων καὶ ὁ τοῦ Ῥομπέρτου ἐκείνου, οὗπερ ἤδη ἡ ἱστορία ἐμνήσθη, ὑπῆρχεν υἱός, Βαὶ· μοῦνδος ὀνομαζόμενος, ὃς ἐκ τῶν ἐσπερίων μετὰ τῶν ὑπ’ αὐτὸν ἀνιὼν δούλωσίν τε τῷ βασιλεῖ ἐπηγγείλατο καὶ συνθήκας θέμενος πρὸς αὐτὸν ὅρκοις αὐτὰς ἐμπεπέδωκε, καὶ χρήματα λαβὼν σχεδὸν ὑπὲρ ἀριθμὸν τῇ κατὰ Κοίλην Συρίαν Ἀντιοχείᾳ ἐπιδεδήμηκε καὶ ταύτην πο- λιορκίᾳ ἐλῶν οὐ μόνον τῶν ὡμολογημένων παραβάτης ἐγένετο, ἀλλὰ καὶ πόλεμον κατὰ ῾Ρωμαίων ἄρααθαι μεμελέτηκεν. ἐπανιέναι δὲ φροντίζων ἐκ τῶν ἑῴων εἰς τὰ ἑσπέρια ἐδεδίει μὴ ἐν τῇ ἐπανόδῳ χώρας ῾Ρωμαϊκὰς διιὼν κατασχεθείη παρά του τῶν χωρῶν ρῶν ἐκείνων τὰς ἀρχὰς ἐμπεπιστ εὑ μένων καὶ ἀπαχθείη δεσμώτης, ὡς παραβάτης ὧν ἔθετο συνθηκῶν. τί γοῦν μηχανᾶται; ἑαυτοῦ καταψεύδεται θάνατον, καὶ λάρνακι ἐμβεβήκει, ἐντειλάμενος τοῖς θεράπουσι λέγειν ὡς ἐτεθνήκει καὶ ὁ νεκρὸς ἐκείνου κομίζεται οἴκαδε. οὕτω λαθὼν εἰς τὴν χώραν αὐτοῦ διασέσωστο· ἔνθα πολλὰ κατειπὼν τοῦ βασιλέως πολλοὺς τῶν ὁμοεθνῶν ἆραι κατὰ Ῥωμαίων ὅπλα ἠρέθισεν, ὧν στραταρχῶν ἐκεῖνος διεπεραιώθη πρὸς τὴν Ἐπίδαμνον, καὶ πολλὴν ἔθετο σπουδὴν ἐκπορθῆσαι τὸ ἄστυ αὐτῆς. χρόνον δὲ διατρίψας ἐν τῇ πολιορκίᾳ μακρόν, καὶ κακώσας μὲν τοὺς ἐν τῇ πόλει, οὐ μείω δὲ καὶ αὐτὸς κακωθείς, ἀπέγνω μὲν τοῦ Δυρραχίου τὴν ἅλωσιν, προέβη δ’ εἰς ἕτερα, ἀλλὰ κἀκείνων διήμαρτεν· ὅθεν διαπρεσβεύεται πρὸς τὸν αὐτοκράτορα, συμβάσεις ζητῶν. ὁ δὲ τῇ Θεσσαλονίκῃ ἦν ἐνδη- μῶν, καὶ ἀπάρας ἐκεῖθεν κατὰ τὴν Εὐρωπαίαν Κολώνειαν τὸν χάρακα ἔθετο, ἔνθα καὶ προσωμίλησε τῷ βαρβάρῳ, καὶ τὰς συνθήκας τῶν σπονδῶν ἐποιή- σατο. ἡ μὲν οὖν τοῦ Βαϊμούνδου μάχη οὕτω πως διελέλυτο. ὁ δὲ πατριάρχης Νικόλαος ἐπὶ εἴκοσι πρὸς ἑπτὰ ἐνιαυτοὺς τὴν ἐκκλησίαν ἰθύνας καὶ ἐς γῆρας ἐλάσας βαθύ, νοσήσας ἀπεβίω· οὗ τὴν ἐκφορὰν μεγαλοπρεπῶς ὁ αὐτοκράτωρ ἐτίμησεν, εἶτα ἕτερον εἰς τὸν θρόνον τὸν πατριαρχικὸν ἐγκαθίδρυσεν, ἔνα μὲν τοῦ κλήρου τῆς ἐκκλησίας, τοῦ τῶν διακόνων δέ γε βαθμοῦ καὶ τοῖς πατριαρχικοῖς συν- ταττόμενον ἄρχουσιν, ἀδελφιδοῦν δὲ τοῦ τῆς ἐν Χαλκηδόνι τότε προεδρεύοντος ἐκκλησίας, λόγοις ἐντεθραμμένον τοῖς τε θύραθεν καὶ τοῖς καθ’ ἡμᾶς, αὐτὸς ὁ βασιλεὺς τῇ ἐκκλησίᾳ ἐπιδεδημηκὼς καὶ αὐτὸν ἐν ταύτῃ προχειρισάμενος. μετὰ δέ τινα χρόνον νοσεῖ ὁ κρατῶν, καὶ οὕτως ἡ νόσος ἐκείνου κατίσχυσεν ὡς ἐκλελοιπέναι δοκεῖν. ἐν τούτῳ δὲ τοῦ σωτηρίου τοῦ σωτῆρος ἡμῶν ἐκτυπώματος, ὃ ἐν τῇ Χαλκῇ ἀνεστήλωται, τὸ θεῖον πέπλον, ὃ πρὸ τῆς 10 εἰκόνος ᾐώρηται, κομισθὲν ἐφηπλώθη τῇ κλίνῃ ἐφ’ ἧς ὁ κάμνων κατέκειτο, καὶ αὐτοῦ τὸ σῶμα περιεκάλψε, καὶ ἡ τῆς νόσου σφοδρότης ὑπεδίδου εὐθύς. ὁ δὲ κεκίνητό τε καὶ ἀνεκάθισε καὶ ἐφώνησε καὶ ᾔτησεν ὕδωρ κατὰ χειρὸς καὶ τροφῆς ἀπεγεύσατο, 15 καὶ ὁ μὲν ἀνερρώννυτο, ἡ δὲ νόσος ὑπέληγε. τοῖς δὲ πολλοῖς ἄπιστος ἦν ἡ ἀνάρρωσις. ἔνα γοῦν πληροφορηθῶσι περὶ ταύτης οἱ ἀμφιβάλλοντες, ἔφιππος μετ’ ὀλίγον διῆλθε τὴν ἀγοράν. ἀλλ’ οὕτω μὲν τῆς νόσου ὁ αὐτοκράτωρ ἀπήλλακτο. αὖθις δὲ τὸν ἀστυπολοῦντα λαὸν δέος ὑπεισῄει ἀναίτιον· φήμη γὰρ περιῄει ἁπανταχοῦ τεθνάναι μέλλειν κατὰ τὸ μέγα σάββατον τοῦ ἐνιαυτοῦ ἐκείνου τὸν αὐτοκράτορα, καὶ οὐ τοῦ δημώδους μόνον πλήθους ἡ φήμη κατεκράτησεν αὕτη, ἀλλὰ καὶ τῶν ἐν τέλει καὶ τῶν περὶ τὸν κρατοῦντα, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως διέσεισε τὴν ψυχήν, καὶ ταῦτα μηδὲ νοσοῦντος μηδέ τι τὸ ἐνοχλοῦν ἔχοντος. ἐπιστάσης δὲ τῆς λεγομένης ἡμέρας ἠλέγχθη τὸ φημιζόμενον μάταιον καὶ τῶν πονηρῶν προσδοκιῶν ἀπηλλάγησαν ξύμπαντες.