Ancient Greek · ~15 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.26.1
Not analysed yet
Οὐ πολὺς ἐπὶ τούτοις παρῆλθε καιρὸς καὶ τῆς Βυζαντίδος ὁ αὐτοκράτωρ ἀποδημεῖ, καὶ τὴν γυναικωνῖτιν συνεπαγόμενος, καὶ ταῦτα καθ’ ὥραν χει- μέριον, καὶ σκηνοῖ κατὰ τὴν Θρᾳκῴαν Χερρόνησον. τοῦ δὲ χειμῶνος παρελθόντος καὶ τοῦ ἔαρος ἀναλάμψαντος, ἤδη καὶ τὸ θέρος ἐφίστατο, κἀκεῖθεν ὁ κρατῶν οὐ μεθίστατο, ἕως νόσος τῇ βασιλίσσῃ ἐνέσκηψε· τότε δὲ προεπέμφθη μὲν ἡ Αὐγούστα τριήρει βασιλικῇ, ὁ βασιλεὺς δ’ ἔτι ἔμενε διάγων ἐκεῖ καὶ τοὺς στρατιωτικοὺς καταλόγους ἐπισκεπτόμενος, μέχρις ἂν ἐμεμαθήκει ὡς ἡ βασιλὶς κατηντήκει πρὸς τὰ βασίλεια. εἶτ’ ἐκεῖθεν ἀπάρας διὰ μιᾶς ἡμέρας κατειλήφει τὴν μεγαλόπολιν. καὶ ἡ μὲν ἀνερρώννυτο, ὁ δὲ τῶν διοικήσεων εἴχετο, ὡς τὰ πολλὰ κατὰ τὸ Φιλοπάτιον ποιούμενος τὰς διατριβάς. καί οἱ τοιοῦτόν τι ἐπιτετήδευτο· τεταγμένας ἡμέρας ὡρίσατο, καθ’ ἃς ἐκεῖσε δημοσίᾳ προυκάθητο ἀφορῶν πρὸς πεδιάδα πλατεῖαν. τῷ βουλομένῳ δὲ ἡ εἰς ἐκεῖνον πάροδος συγκεχώρητο, καὶ ἕκαστος τῶν δεομένων ἐπανετείνετο δεητήριον διδακτικὸν ὅτου δέοιτο. καὶ ταῦτα ἐνώπιον αὐτοῦ τιθέμενα ἐπέταττε τοῖς ὑπογραμματεύουσιν ἐπιέναι καὶ γνωρίζειν αὐτῷ τὰς ἑκάστων αἰτήσεις, καὶ αὐτίκα τὴν ἐφ’ ἑκάστῳ ἀντιγραφὴν προσέταττε γίνεσθαι καὶ βεβαιουμένην τοῖς δεομένοις παρέχεσθαι. καὶ τοῦτ’ ἐπὶ χρόνον ἱκανὸν ἐτηρεῖτο τῷ αὐτοκράτορι. εἶτ’ αὖθις ἀποδημεῖ τῆς Βυζαντίδος, φθίνοντος ἤδη τοῦ μετοπώρου. συνῆν δὲ ἐκείνῳ καὶ ἡ βασίλισσα καὶ ἡ γυναικωνῖτις συνείπετο, καὶ περὶ τοὺς πρόποδας τοῦ ὄρους τοῦ Παπυκίου κατασκηνοῖ, ἔνθα τὸ τῆς ὥρας χειμέριον διαγαγὼν παγγενῆ. ἄρτι ἠργμένου τοῦ ἔαρος ἐκεῖθεν ἀπάρας τὴν Φιλιππούπολιν κατέλαβε. περὶ ταύτης οὖν τὰ ὅρια ὁ βασιλεὺς Ἀλέξιος σκηνωσάμενος ἐκεῖ τὸν ἐαρινόν τε καιρὸν καὶ τὸν θέρειον, ἤδη δὲ καὶ πολὺ τοῦ μετοπώρου διέτριβε, καὶ ἦν ἔργον αὐτῷ τῆς ἐκεῖσε διατριβῆς ἡ μετὰ τῶν Μανιχαίων διάλεξις, οὓς Παυλικιανοὺς ἡ δημώδης ὀνομάζει φωνή· πολὺ γὰρ τοῦτο τὸ γένος ἐν τῇ χώρᾳ ταύτῃ κατῴκισται, τοῦ βασιλέως Ἰωάννου τοῦ ξιμισκῆ μεταγαγόντος ἐκ τῆς ἑῴας αὐτὸ κἀν ταύτῃ ἐγκατοικίσαντος· οἷς διαλεγόμενος πολλοὺς πρὸς τὴν ὀρθόδοξον πίστιν μετήνεγκεν. ἤδη δὲ μεσοῦντος τοῦ μετπώρου ἐπανῆλθεν εἰς τὰ βασίλεια. τῆς δὲ βασιλίσσης μέγα δεδυνημένης, καὶ τῷ κηδεστῇ τῷ βρυεννίῳ τῷ Καίσαρι πολλή τις ἦν ἰσχὺς καὶ δι’ ἐκείνου πᾶν ἐν τοῖς ἀνακτόροις οἰκονομούμενον ἐκπεφώνητο. διὸ καὶ πάντες ἐκείνῳ προσῄεσαν καὶ δικάζειν αὐτῷ ἐπετέτραπτο καὶ βασιλικῶς ἐθεμίστευεν. ἦν γὰρ καὶ λόγοις προσκείμενος ὁ ἀνήρ, καὶ ἡ σύνοικος δέ οἱ οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον ἐκείνου, τῆς ἐν λόγοις παιδείας ἀντείχετο καὶ τὴν γλῶτταν εἶχεν ἀκριβῶς ἀττικίζουσαν καὶ τὸν νοῦν πρὸς ὕψος θεωρημάτων ὀξύτατον. ταῦτα δ’ αὐτῇ προσεγένετο φύσεως ὀξύτητι καὶ σπουδῇ. προσετετήκει γὰρ ταῖς βίβλοις καὶ λογίοις ἀνδράσι καὶ οὐ παρέργως ὡμίλει αὐτοῖς. οὕτω δ’ ὡς εἴρηται τῷ Καίσαρι τῶν πραγμάτων συνενεχθέντων, διὰ πάσης ἦν γλώττης ᾀδόμενος ὁ ἀνήρ. ταῦτα δὲ τῷ βασιλέως υἱῷ τε καὶ βασιλεῖ πολλὴν τὴν ἀθυμίαν ἐνέσταζον καὶ εἰς ἀγωνίαν ἐνέβαλλον· ὁ δὲ καὶ οὕτως ἔχων ἐκαρτέρει. ἀλλὰ τὰ μὲν περὶ τούτων προϊὼν ὁ λόγος ἐκθήσεται, ἄρτι δὲ διηγησάσθω ἃ παραλέλοιπε. πολλοὶ κατὰ τοὺς τῆς αὐταρχίας χρόνους τοῦ βασιλέως τούτου γεγόνασιν ἐμπρησμοὶ ἐν διαφόροις τῆς πόλεως μέρεσι, καὶ πολλὰ ταύτης κατενεμήθη τὸ πῦρ καὶ ἠρείπωσεν. ἔπνευσε δέ ποτε τούτου κρατοῦντος καὶ ἄνεμος σφοδρός τε καὶ βιαιότατος ὥρας οὔσης ἐαρινῆς, ὑφ’ οὗ πολλά τε ἄλλα συνέβη συμπτώματα καὶ ἡ ἐν τῷ κυκλοτερεῖ καὶ μεγίστῳ πορφυρέῳ κίονι τῷ κατὰ τὸ λεγόμενον Πλακωτὸν ἑστῶτι ἱδρυμένη στήλη κατήνεκτο καὶ πολλοὺς ἀνεῖλε τῶν παρατυχόντων ἐκεῖ. ἦν δὲ τὸ ἄγαλμα μεγέθει μὲν πάμμεγα, κάλλει δὲ θαυμάσιον, ὃ καὶ πεσὸν συντέθραυστό τε καὶ εἰς πολλὰ διετέτμητο. καὶ ὑετὸς δ’ ἐν ἄλλῳ χρόνῳ κατερράγη σφοδρότατος, κατ’ αὐτὴν τὴν ἡμέραν τῆς μνήμης τῶν κορυφαίων τοῦ Χριστοῦ μαθητῶν Πέτρου καὶ Παύλου, ὃς περὶ δείλην ὀψίαν ἠργμένος διήρκεσεν ἄχρι τῆς αὐτῆς ὥρας τῆς ἐπιούσης ἡμέρας ἀνένδοτος γεγονώς. ὅτε πολλαί τε τῇ φορᾷ τῶν ὑδάτων οἰκίαι κατέπεσον, καὶ αἶ κοιλάδες ὑδάτων πλησθεῖσαι οὐδὲν διέφερον θαλασσῶν, καὶ ἀνθρώπων οὐκ ὀλίγων καὶ ζῴων πολλῶν συμβεβήκει ἀπώλεια. ταῦτα μὲν οὕτω συνήνεκτο.