Ancient Greek · ~16 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.28.1
Not analysed yet
Ὡς δὲ τῇ νόσῳ κατεπονεῖτο ὁ αὐτοκράτωρ, εἰς τὸ μέγα τὸ πρὸς ἀνίσχοντα ἥλιον μετεκομίσθη ἀνάκτορον καὶ ἦν νοσοκόμου μένος, καὶ τῶν Ἀσκληπιαδῶν περὶ ἐκεῖνον καθ’ ἑκάστην ἐγίνετο ἀθροισμός. οὐκ ἦν δὲ μία πᾶσι διάγνωσις, μόλις δ’ οὖν εἰς 25 μίαν γνώμην ἦλθόν ποτε· ἡ δ’ ἦν σιδήρῳ τὸν στόμαχον καυτηριάσαι τοῦ αὐτοκράτορος. σίδηρον οὖν ὁ βασιλεὺς κατὰ τοῦ στομάχου φλογόεντα δέχεται. οὐκ εὔκρατος μέντοι ἐδόκει τοῖς ἰατροῖς ὁ τῶν ἀνακτόρων ἀήρ, οἷα δὴ νοτιώτερος. διὸ καὶ εἰς τὰ τῶν 30 Μαγγάνων ἀνάκτορα μετακεκόμιστο ὁ κρατῶν, εἴτε τυχαίως οὕτω συμβὰν εἴτε τοῦ χρεὼν τόν θνή- σκοντα συνελαύνοντος ἐκεῖ τὴν ψυχὴν ἐρυγεῖν. τὸ γὰρ ‘‘ἐν ἀκεσωδύνοις πεσεῖται’’ περὶ ἐκείνου γεγράφθαι λέγοντες οἶ περὶ ταῦτα ἐπτοημένοι ἀκεσώδυνα τὴν τῶν Μαγγάνων κατοικίαν ἐξηγοῦντό τε καὶ ὠνόμαζον διὰ τὸ ἰατρεῖον τὸ ἐν αὐτοῖς, ὡς ἄκος ταῖς περιωδυνίαις περιποιούμενον, καὶ οὐδὲ τὸ καυτηριάσαι τὸν βασιλέα γενέσθαι μάτην ἐλέγετο τοῖς περὶ ταῦτα κομψοῖς, ἀλλὰ κατὰ παλαιγενῆ καὶ τοῦτο πρόρρησίν τε καὶ πρόγνωσιν. γεγράφθαι γάρ που περὶ αὐτοῦ τοῖς πονήσασι τὰς περὶ τῶν βασιλέων αἰνιγματώδεις γραφὰς ὡς ἀγκῆρι καυθεὶς ’π’ πεσεῖται, ἀγκῆρι λέγοντες τοὺς συγγραφεῖς ἐκείνους τὸ σιδήριον ἀπεικάσαι, δι’ οὗ τὸν στόμαχον καυτηριάζεσθαι εἴθισται, διὰ τὸ κεκάμφθαι πρὸς τὸ ἄκρον αὐτό. ἀλλ’ οὔθ’ ἡ καυτήρια οὔτε μὴν ἡ τοῦ ἀέρος ἐναλλαγὴ τῷ κάμνοντί τι ἐλυσιτέλησαν, ἠρέμα δὲ πρὸς τὸ τέλος ἐχώρει, οὔτε δὲ οἶ ἰατροὶ ἀπεγνῶσθαι αὐτῷ τὸ βιώσιμον ἔλεγον· καί τινες μοναχοὶ προύλεγον αὐτῷ μὴ ἄλλως ἐκλιπεῖν εἰ μὴ πρότερον πρὸς ‘Ιερουσαλὴμ ἀφίκηται εἰς προσκύνησιν τοῦ ζωηφόρου τάφου τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ὅπου καὶ τὸ διάδημα αὐτὸν ἀποθέσθαι μέλλειν ἐχρησμολόγουν. καὶ οἶ μὲν ταῦτα αὐτῷ ἐπηγγέλλοντο, ὁ δὲ τοῖς λεγομένοις ἐπίστευεν. ὃ γὰρ ἡμῖν πρὸς βουλῆς, τοῦτο ῥᾴδιον εἰς πίστιν καταγγελλόμενον. οὕτω δὲ κλεπτόμενος ἔλαθε τῷ τέλει προσεγγίσας τῆς βιοτῆς καὶ πρὸ τῆς εἰς Ἰερουσαλὴμ ἀφίξεως, ἀποθέμενος, ἀλλ’ οὐχ ἑκών, τὸ διάδημα, εἴη δ’ εἰπεῖν πρὸς ἄνω Ἰερουσαλὴμ ἐκδημήσας, τὴν τῶν πρωτοτόκων μητρόπολιν, τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. πεντεκαιδεκάτην μὲν ὁ Αὔγουστος ἦγε τῆς ἑνδεκάτης ἐπινεμήσεως καὶ τὰ τελευταῖα ἔπνει ὁ Αὔγουστος, καὶ ὁ μὲν ἔκειτο ἀναφέρων τὸ ἄσθμα πυκνόν τι καὶ ἀδρανές, ἡ δέ γε βασίλισσα ὅλη τοῦ πάθους ἦν καὶ· συνῆκτο περὶ αὐτὴν τὰ θυγάτρια. ἤδη μὲν οὖν τῆς ἡμέρας παρεληλύθει τὸ πλέον καὶ ὁ ἥλιος οὐχ ὑπὲρ κεφαλῆς ἦν ἑστώς, οὐδ’ οἶον εἰπεῖν κατὰ κάθετον, ἀλλ’ ἐκλίνθη βραχύ τι κατιὼν πρὸς δυσμάς, καὶ δηλοῦται τῷ τοῦ βασιλέως υἱῷ καὶ βασιλεῖ ἐκλείπειν ἄρτι τὸν πατέρα. ὁ δ’ εἰσῄει τὸν οἶκον, ἔνθαπερ ὁ θνήσκων κατέκειτο, οὔτι τὸν ἀπιόντα θρηνήσων, τὸ δὲ πιστὸν τοῦ θνήσκειν ἐκεῖνον τῇ ὄψει ληψόμενος. καὶ ἰδὼν αὐτίκα ἐξῆλθε, καὶ ἀναβὰς τὸν ἵππον ἐξῄει τῶν Μαγγάνων σὺν τοῖς περὶ αὐτόν, ἐξιόντι δὲ πολλοὶ συνυπήχθησαν. ἄρτι δ’ ἐξελθόντι τὸν τῶν Μαγγάνων περίβολον προσυπαντῶσιν οἱ Ἀβασγοί· οὗτοι δ’ ἦσαν οἱ τῇ ἐξ Ἀβασγίας κομισθείσῃ παιδὶ καὶ νυμφευομένῃ τῷ μείζονι τῶν υἱέων τοῦ Καίσαρος ἐκεῖθεν συναπεστάλησαν, καὶ ὑπηντηκότες ἐπηλάλαξάν τ’ ἑ καὶ προσεκύνησαν. τότε φασὶ τὴν βασιλίδα τῷ θνήσκοντι βασιλεῖ περιπαθῶς ἀπαγγεῖ- λαι τὴν τοῦ υἱέος ἀπέλευσιν, τὸν δὲ φθέγξασθαι μὲν πρὸς τοῦτο μηδέν, ἢ μὴ βουλόμενον ἢ μὴ δυνάμενον μενον, δὲ τὰς χεῖρας ὑψοῦ, οὐκ οἶδ’ εἴθ’ ὑπερευχόμενον τοῦ υἱοῦ εἴτε μὴν κατευχόμενον. ἕτεροι δέ φασι μὴ τὰς χεῖρας διᾶραι τὸν θνήσκοντα, μηδὲ γὰρ οἷόν τ’ εἶναι ἤδη ἐκλείποντα, τῆς δὲ βασιλίδος πολλάκις ἀνακραγούσης ὡς ἄπεισιν ὁ υἱός σου ἔτι ζῶντά σε τὴν βασιλείαν ἀφαιρησόμενος’’ ἐκεῖνον ὑπομειδιᾶσαι βραχύ τι καὶ ἀμυδρόν, ἢ τῶν λεγομένων καταγελῶντα, εἰ νομίζοιτο περὶ τῆς βασιλείας φροντίζειν ἐκπνέων ἤδη καὶ τῶν γεηρῶν ἀφιστάμενος, ἢ τὴν τῆς ψυχῆς ἐπὶ τῷ πραττομένῳ διάθεσιν ὑπεμφαίνοντα. ἐλέγετο γάρ τοι καὶ παρ’ ἄλλων καὶ παρ’ ἐκείνου τοῦ πορφυρογενοῦς αὐτοκράτορος μὴ γνώμης ἄτερ πατρικῆς θέσθαι τὴν εἰς τὰ βασίλεια πάροδον, ἀλλὰ παρ’ ἐκείνου ἐπιτετράφθαι οἱ τὴν ἔξοδον καὶ σύνθημα ταύτης ἐκ τοῦ πατρὸς λαβεῖν τὸν ἐκείνου δακτύλιον· ταῦτα δὲ μὴ παρούσης γενέσθαι τῆς βασιλίδος καὶ ἀγνοούσης ὅτι γεγόνασιν. ὁ μὲν οὖν ἀπῄει. τῆς φήμης δὲ κηρυξάσης ταχὺ τὸ πραχθέν, τῷ βασιλεῖ τούτῳ καὶ τὸ συγγενὲς προσῄει καὶ τῶν στρατιωτικῶν ἀρχόντων πολλοὶ καὶ τῶν τῆς συγκλήτου βουλῆς.