Ancient Greek · ~12 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.27.1
Not analysed yet
Ἀπηγγέλη δέ ποτε τῷ βασιλεῖ Τούρκων ἀθροίζεσθαι στρατιάν, βουλομένην ἐπελθεῖν ταῖς ὑπὸ Ῥωμαίους χώραις καὶ ταύτας ληίσασθαι. ἔτυχε δὲ τότε τοὺς πόδας ἀλγῶν, τοῦ ῥεύματος σφοδρότερον ἐπιρρεύσαντος καὶ περιωδυνίαις αὐτὸν καὶ ἀλγηδόσιν ὀξυτάταις πιέζοντος. ἐπεὶ γοῦν οὐκ εἶχε δι’ ἑαυτοῦ κατὰ τῶν βαρβάρων στρατεύσασθαι, φάλαγγα κατ’ αὐτῶν ἐκπέμπει στρατιωτῶν, φαλαγγάρχην ἐπιστήσας αὐτοῖς τὸν Καμμύτξην Εὐστάθιον, ἄνδρα τοῖς πρώτοις τεταγμένον τῶν στρατηγῶν. ὁ δὲ οὐκ ἐλαχίστῃ τῶν πολεμίων μοίρᾳ περιτυχὼν προσβάλλει τούτοις, ἡττήθη δὲ προσβαλών, καὶ αὐτὸς μὲν ἑάλω, οἶ δ’ ὑπ’ αὐτὸν οἱ μὲν ἔπεσον, οἱ δὲ φυγόντες ἐσώθησαν. ὡς δὲ ταῦτα τῷ βασιλεῖ κατηγγέλθησαν, οὐκέτι καθεκτὸς ἦν ἐκεῖνος, ἀλλ’ ἔξεισι, καὶ Τούρκοις μὲν ἐνέτυχεν οὐδαμοῦ, μαθόντες γὰρ τὴν κατ’ αὐτῶν τοῦ βασιλέως ὁρμὴν τοῖς ἵπποις ἐνδόντες τοὺ ’ς χαλινοὺς ἔφυγον ἀμεταστρεπτί, ἴσχυσε δὲ καὶ ὁ Καμμύτξης τὰς χεῖρας αὐτῶν ἐκφυγεῖν, τοὺς αὐτὸν φρουροῦντας μεγάλαις ὑποσχέσεσι πείσας συναποδρᾶναι αὐτῷ καὶ προσεληλυθέναι τῷ βασιλεῖ. καὶ ὁ μὲν πρὸς τὸν αὐτοκράτορα ἦλθε προσάγων καὶ τοὺς αὐτοῦ φύλακας αὐτομόλους. ὁ δὲ κρατῶν ἐκεῖνον μὲν ἡδέως εἶδε, τοὺς δ’ ἐκεῖνον λελυκότας ἐδεξιώσατο χρήμασι, καὶ ἐπανῆλθεν εἰς τὸ βυξάντιον. οὐ πολὺς παρερρύη καιρὸς καὶ ἔξεισιν αὖθις κατὰ τῶν βαρβάρων τούτων ὁ αὐτοκράτωρ, καὶ ἄπεισιν εἰς τὸ Φιλομήλιον· εὗρε δὲ τὸ ἄστυ τοῦτο κενὸν ὁπλιτῶν· πάντες γὰρ τὴν τοῦ αὐτοκράτορος ἐγνωκότες κατ’ αὐτῶν ἔφοδον τὰ μὲν φίλτατα μετέθεντο, ἐκεῖνοι δ’ ἀνεχώρησαν. τὸ μὲν οὖν ἄστυ ἀπόνως ἐλήφθη. ἀλλὰ μέντοι καί τινα φρούρια καὶ σπήλαια, ἃ καταφύγια τοῖς ἐγχωρίοις ὠνό- μασται, παρὰ τῶν κατεχόντων αὐτὰ τῷ βασιλεῖ παρεδόθησαν, καὶ οἱ ἐν αὐτοῖς μετφοικίσθησαν, τοῦτο συμφέρον τοῦ αὐτοκράτορος κρίναντος. οὓς μεθ’ ἑαυτοῦ λαβὼν ἐκεῖνος ἐπανῄει, ἐπεὶ μὴ πολεμίοις ἐνέτυχε. τῶν δὲ μετοικιζομένων ὅσοι μὲν ἀκμάξοντες ἦσαν ἢ καὶ νεάζοντες, δι’ ἑαυτῶν τὴν πορείαν πεποίηντο. οἷς δὲ τὸ γῆρας βραδεῖς ἐτίθει τοὺς πόδας εἰς βάδισιν, τούτοις παρεῖχεν ὁ κρατῶν ὑποξύγια. εἰ δέ τινες ἢ νόσοις ἢ πάθεσιν ἄλλοις εἶχον παρειμένα τὰ σώματα ἢ γήρᾳ μακροχρονίῳ τε καὶ λυγρῷ, τούτους ἀσπίσιν ἐπετίθει μακραῖς, καὶ τὰς ἀσπίδας νέους φέρειν ἐπέταττε σθεναρούς, δεδυνημένους ἀχθοφορεῖν, αὐτὸς δὲ περιιών, εἴ τινα τῶν οὕτω κομιζομένων ἢ δίψει κάμνοντα εὕρισκεν ἢ τροφῆς ὀρεγόμενον ἢ ἄλλως ταλαιπωροῦ μένον, ὡς ἐνὸν ἀνεκτᾶτο τὸν κάμνοντα. οὕτω δὲ ὁδοιπορήσαντί τε καὶ καταλύσαντι καὶ Τοῦρκοι πρὸς ἐσπέραν ἀνεφάνησαν, σπονδὰς πρὸς Ῥωμαίους λέγοντες ἐθέλειν θέσθαι τὸν σφέτερον ἀρχηγόν. τοῦτο δὲ οὐδὲ τῷ βασιλεῖ ἔδοξεν ἀποθύμιον. ἔωθεν οὖν ἧκεν 5 ὁ τῶν βαρβάρων κρατῶν· ὁ δὲ ἦν οὐ σατράπης, ἀλλ’ ἐκ τοῦ γένους τοῦ σουλτανικοῦ καταγόμενος καὶ Σουλτὰν ὑπὸ τῶν οἰκείων ὀνομαζόμενος, ὃς ἐφίππῳ τῷ βασιλεῖ ἐντυχὼν πόρρωθεν αὐτὸς ἀποβὰς τοῦ ἵππου καὶ πεζὸς προσεληλυθώς, καὶ οὕτω τὴν προσκύνησιν αὐτοῦ ἀφοσιωσάμενος συνθήκας τε ἔθετο καὶ χρήμασι πολλοῖς φιλοτιμηθεὶς ἐκεῖνός τε καὶ ὅσοι σὺν αὐτῷ ἐληλύθασιν, ὁ μὲν ἐπανῄει πρὸς τὰ ἤθη τὰ ἑαυτοῦ, ὁ δ’ αὐτοκράτωρ ἐπανῆλθεν εἰς τὰ βασίλεια. ἐντεῦθεν ηὔξητο τὸ τῶν ποδῶν ἄλγος 10 αὐτῷ καὶ ἦν κλινήρης ὡς τὰ πολλά, κατῆρχε δ’ ἡ βασιλὶς καὶ ἦν ἐπίδοξος τὴν αὐταρχίαν σφετερίσασθαι. ὁ δὲ ταύτης υἱὸς καὶ βασιλεὺς οὐκ ἠρέμει, παντοίως πρὸς τὴν δοκοῦσαν τῆς μητρὸς ἐπιχείρησιν ἀντιστρατευόμενος.