Ancient Greek · ~7 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.7
Not analysed yet
Ἀλλ' ἤδη ῥητέον καὶ ὅπως τὴν βασιλείαν ἀπέθετο, εἰ καὶ μὴ συμφρονοῦσιν οἶ συγγεγραφότες περὶ αὐτοῦ. ὁ μὲν γὰρ πολὺς τὴν γλῶτταν ἐλλὸς ἐν θήραις ἐκεῖνον λέγει τὸν βασιλέα σχολάζοντα καὶ συχνάκις τὴν δεξιὰν λογχοφόρον ἐπ’ ἄρκτους καὶ σύας ἐπανατείνοντα βληθῆναι πνεύματι ψυχρῷ τὴν πλευράν, κἀντεῦθεν φρίκην ἐπισυμβῆναι αὐτῷ καὶ πυρετὸν ἐκ τοῦ βάθους ἀναφλεγῆναι ,εἰς δὲ τὴν ἐπιοῦσαν νύττεσθαι τὴν πλευρὰν καὶ τὸ ἄσθμα μὴ ἐρρῶσθαι αὐτῷ, κἀκ τούτων ἀμφισβητήσιμον γενόμενον εἰ βιώσεται ἤ καὶ ἀπεγνωκότα τέλεον τὴν ζωήν, καὶ τὸν Δούκαν Κωασταντῖνον τῇ βασιλείᾳ ἐγκαταστήσαντα ,πρὸς τὴν κρείττω μετατάξασθαι βιοτήν. ὁ δέ γε Θρᾳκήσιος θηρᾶν κἀκεῖνος τὸν βασιλέα περὶ τὴν Νεάπολιν ,σῦν δ’ ἐπιφανῆναί ποθεν τὴν θέαν φρικτόν ,καὶ τὸν Κομνηνὸν ἐνδεδωκότα τῷ ἵππῳ τὸν χαλινὸν διώκειν τὸν σῦν, τὸν δὲ εἰσδῦναι τὴν θάλασσαν γενέσθαι τε ἀφανῆ, ἐν τοσούτῳ δ’ ὡς ἐξ ἀστραπῆς ἐνσκῆψαι λαμπηδόνα τῷ βασιλεῖ, καὶ τῇ ταύτης βολῇ διαταραχθέντα ἐντ’ ἁ τὸν αὐτοκράτορα τοῦ ἵππου τε ἐκπεσεῖν καὶ κεῖσθαι παρὰ τῆ γῇ ἀφρὸν τοῦ στόματος ἀποπτύοντα καὶ μηδὲν τῶν κατ’ αὐτὸν αἰσθανόμενον ,ἀκατίῳ δ’ ἐκεῖθεν ἐμβιβασθέντα κομισθῆναι εἰς τὰ βασίλεια, καὶ νοσήσαντά τι βραχύ, εἶτα δὴ καὶ ἀπογνωσθέντα, κείρασθαί τε τὴν τρίχα καὶ ἀντὶ τῆς πορφύρας τραχὺ τριβώνιον ἀμφιέσασθαι, τὸν δοῦκα Κωνσταντῖνον βασιλέα προχειρισάμενον ,καὶ οὕτω τῇ τοῦ Στουδίου προσορμίσαι μονῇ ,κἀκεῖ τὸ λοιπὸν καταβιῶναι τῆς βιοτῆς ἀναρρωσθέντα ἐκ τοῦ νοσήματος. ἐβασίλευσε δὲ δύο ἐνιαυτοὺς καὶ μήνας τρεῖς δραστήριος ὢν καὶ τὸ ἦθος σοβαρὸν ἐνδεικνύ μένος, πρὸς πράξεις ὀξύτατος, στρατηγικώτατος τὰ πολέμια, λόγοις μὲν οὐχ ὡμιληκώς, προσέχων δ’ αὐτοῖς καὶ τοὺς τούτων τροφίμους ἀποδεχόμενος. αἰτιώμε- νος δὲ ὅτι τυραννίδι ἐπικεχείρηκεν “ὤκνουν” ἔλεγε “τῷ συνδούλῳ δουλεύειν καὶ τῶν εἰκότων μὴ τυγ- χάνειν.” Ὁ δὲ πρόεδρος Κωνσταντἴνος ὁ Δούκας τῆς