Ancient Greek · ~6 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.6
Not analysed yet
Ὁ δὲ Κομνηνὸς κατὰ τῶν Οὔγγρων καὶ τῶν Σκυθῶν, οἳ Πατζινάκαι λέγονται, ἐκστρατεύσας τοῖς μὲν Οὔγγροις εἰρήνην αἰτησαμένοις ἐσπείσατο. κατὰ δὲ τῶν Σκυθῶν ὁρμήσαντι οἶ μὲν ἄλλοι ὐπέκυψαν καὶ εἰρήνευσαν ,οὐ γὰρ ὑφ’ ἔνα πάντες ἡγεμόνα μόνα ἐτάττοντο ,εἶς δ’ αὐτῶν ὁ Σελτὲ θρασυνθεὶς καὶ μοίρᾳ τινὶ τῆς τῶν Ῥωμαίων δυνάμεως συμβαλών, ἥττητο καὶ τὸ πολὺ τῶν οἰκείων ἀποβαλὼν μετὰ τῶν περιλειφθέντων ἀπέδρα. ἀναζευγνὺς δ’ ἐκεῖθεν ὁ βασιλεὺς ἐσκήνωσεν έν τῷ Δυβιστῷ, ἤλη τοῦ τέλους ὄντος ἐγγὺς τοῦ Σεπτεβρίου μηνός. ὄμβρου δὲ ῥαγδαίου καταρραγέντος καὶ χιόνος πεδσούσης πρὸ ὥρας πολλῆς, τῆς ἵππου τε τὸ πλέον διέ— φθαρτο καὶ στρατιῶται πολλοὶ τῷ ψύχει κεκινδυνεύκασι, καὶ ποταμοὶ δ’ ὑπερχειλεῖς γεγονότες καὶ ὢ πελαγίσαντες τὰ ἐπιτήδεια σφῶν ἀθρόον παρέσυραν, ὡς καὶ τῷ στρατιωτικῷ καὶ τοῖς ὑποζυγίοις αὐτοῦ τὰ ἀναγκαῖα ἐπιλιπεῖν. εἶτα τοῦ ὕειν τε καὶ τοῦ νίφειν ἐπὶ μικρὸν παυθέντων τῆς βασιλείου σκηνῆς προῆλθεν ὁ βασιλεύς, καὶ ὑπὸ δρῦν ἔστη παμμε- γἐθη, ἐκεῖ που ἑστῶσαν · καί τινες τόν ἐν ὑπεροχαῖς αὐτὸν περιίστανται. βοῆς δ’ ἐν τῷ τόπῳ συμβάσης, μετέστησαν τῆς δρυὸς ὁ βασιλεύς τε καὶ οἱ περὶ αὐτόν, ἡ δ’ αὐτίκα ῥιζόθεν ἐκσπασθεῖσα κατέπεσεν. ὁ δ’ αὐτοκράτωρ ἐπανελθὼν εἰς τὴν μεγαλόπολιν, καὶ ὰποτἰννὺς ὑπὲρ τῆς σωτηρίας ταύτης τὰ χαριστήρια τῷ θεῷ ναὸν ἐντὸς τῶν βασιλείων ἀνήγειρε τῇ πρωτομάρτυρι Θέκλᾳ · κατὰ τὴν ἡμέραν γάρ, ἐν ᾗ τελεῖται ἡ μνήμη ταύτης, τὸν ἐκ τῆς δρυὸς ἐξέ- φυγε κίνδυνον.