Ancient Greek · ~16 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.11.1
Not analysed yet
Διάδοχον δ’ ἔσχε τῆς βασιλείας τὸν υἱὸν Ῥοβοάμ. καὶ ὁ λαὸς συνήχθη πᾶς πρὸς αὐτόν, καὶ ἱκέτευον ἐλαφρῦναι αὐτοῖς τὸν τῆς δουλείας ζυγόν, ὃς παρὰ τοῦ Σολομῶντος αὐτοῖς ἐπενήνεκτο, καὶ τοῦ πατρὸς φανῆναι χρηστότερον. ὁ δὲ σκέψασθαι εἶπε καὶ μετὰ τρεῖς ἡμέρας εἰπεῖν. καλέσας οὑν τοὺς γηραιοτέρους τῶν πατρῴων θεραπόντων (??)τί ἂν ἀποκριθείη τῷ λαῷ ἐπυνθάνετο· κἀκεῖνοι διαλεχθῆναι αὐτοῖς συνεβούλευον ἠπιώτερον μηδ’ ὑπερηφάνως καὶ ὀγκηρῶς. μετὰ δὲ τὴν γερουσίαν τοῖς μειρακίσκοις, οἵπερ αὐτῷ συνετρέφοντο, τοῦ σκέμματος κεκοινώνηκε, καὶ τὴν τῶν πρεσβυτέρων εἰπὼν συμβουλήν. οἱ δὲ τραχύτερον αὐτῷ προσομιλῆσαι τῷ λαῷ συνεβούλευσαν καὶ τοὺς λόγους ἀναλόγους τῷ τῆς ἀρχῆς ὄγκῳ ποιήσασθαι καὶ τῷ βασιλικῷ ἀξιώματι. καὶ ὃς τούτοις προσέθετο, καὶ ἐπεὶ τό πλῆθος αὖθις συνεληλύθει “εἰ τὸν ζυγὸν ὑμῖν ἐσκλήρυνεν ὁ πατήρ μου” ἔφη, τοῦτον αὐτὸς ἐπάξω βαρύτερον· καὶ εἰ μάστιξιν ἐκεῖνος ἐκέχρητο καθ’ ὑμῶν, σκορπίοις ὑμᾶς κολάσω αὐτός· καί μου τῆς σμικρότητος παχυτέρας τῆς ὀσφύος τοῦ πατρὸς πειραθήσεσθε. τούτων τὸ πλῆθος ἀκοῦσαν τίς ἡμῖν μερὶς ἐν Δαβίδ;” ἐξεβόησαν, καὶ ἀποδυσ- πετήσαντες ἀπῄεσαν. πέμψαντος δὲ Ῥοβοὰμ τῶν οἰκείων ἕνα διαλεχθῆναι αὐτοῖς καὶ πραύναι, ἔκτειναν ὑπ’ ὀρκῆς τὸν ἄνδρα λιθολευστήσαντες. Ῥοβοὰμ δὲ δείσας εἰς Ἱεροσόλυμα πέφευγε, παραμεινάσης αὐτῷ τῆς Ἰούδα φυλῆς καὶ σὺν αὐτῇ τῆς Βενιαμίτιδος. αἶ δέ γε λοιπαί, ἤδη τοῦ Ἱεροβοὰμ ἐπανελθόντος ἐκ τῆς Αἰγύπτου μετὰ τελευτὴν Σολομῶντος, καλέσασαι αὐτὸν εἵλοντο βασιλέα. Ῥοβοὰμ δὲ ἡτοιμάζετο περὶ τῆς βασιλείας μαχέσασθαι τοῖς Ἰσραηλίταις καὶ τῷ Ἱεροβοάμ, ἐκωλύθη δὲ παρὰ τοῦ θεοῦ διὰ τοῦ προφήτου Σαμαία. Καὶ Ἱεροβοὰμ δείσας μὴ τὸ πλῆθος εἰς Ἱεροσόλυμα ἀπιὸν καὶ τοῖς ἐκεῖ συναναμιγνύμενον ἐπιστραφῇ πρὸς τὸν πρότερον αὐτοῦ βασιλέα καὶ καταλείψει αὐτόν, δύο δαμάλεις εἰργάσατο ἐκ χρυσοῦ, καὶ ἔθετο τὴν μὲν ἐν Βαιθήλ, τὴν δ’ ἑτέραν ἐν Δάν. καὶ ἐκκλησιάσας τὸ πλῆθος πανταχοῦ ὁ θεός ἐστιν’ εἶπεν, “ὠ ἄνδρες, ἀλλ’ οὐ μόνον ἐν Ἱεροσολύμοις. ἰδοὺ οὖν δύο δαμάλεις πεποίηκα εἰς ὄνομα τοῦ θεοῦ, καὶ οὐκέτι ὑμῖν ἀνάγκη πορεύεσθαι εἰς Ἱεροσόλυμα. ἀπερχόμενοι δ’ εἰς αὐτὰς προσκυνεῖτε καὶ θύετε· καὶ ἱερεῖς γὰρ ἐξ ὑμῶν αὐτῶν ἀποδείξω.” τούτοις ἐξαπατηθεὶς ὁ λαὸς τά τε πάτρια παραβέβηκε καὶ παρώργισε τὸν θεόν, ὡς καὶ εἰς αἰχμαλωσίαν παραδοθῆναι τοῖς ἀλλοφύλοις τὸν Ἱσραήλ. ποιήσας δὲ ἱερεῖς ὁ Ἱεροβοὰμ καὶ θυσιαστήριον ἑώρτασε, καὶ ἀνέβη αὐτὸς ἐπὶ τὸν βωμὸν καὶ περὶ αὐτὸν οἶ ἱερεῖς. καὶ ἤδη μέλλοντι θύειν παρέστη προφήτης σταλεὶς ἐκ θεοῦ καὶ εἶπε ‘‘τάδε λέγει κύριος. θυσιαστήριον, ἐκ Δαβὶδ ἔσται τις Ἰωσίας καλούμενος, ὅς θύσει τοὺς ἱερεῖς σου ἐπὶ σὲ καὶ κατακαύσει τὰ ὀστᾶ αὐτῶν. ἵνα δὲ δῆλον εἴη ὡς οἱ λόγοι μου ἀληθεύοιεν, ἰδοὺ ῥαγήσεται τὸ θυσιαστήριον, καὶ ἡ ἐπ’ αὐτὸ πιότης χεθήσεται κατὰ γῆς.’ καὶ αὐτίκα τό τε θυσιαστήριον διερράγη καὶ ἡ πιότης τῶν θυμάτων ἐκκέχυτο. ἐξέτεινε δὲ τὴν χεῖρα Ἱεροβοάμ, συσχεθῆναι τὸν προφήτην ἐγκελευόμενος. ἡ δὲ ξηρανθεῖσα ἀκίνητος ἔμεινε. δεηθεὶς γοῦν Ἱεροβοὰμ τοῦ προφήτου ἔσχεν αὖθις τὴν χεῖρα κινουμένην καὶ ἐνεργόν. καὶ ἠξίου αὐτὸν συνδειπνῆσαι αὐτῷ. ὁ δὲ οὐ κατένευσε, λέγων παρὰ τοῦ θεοῦ κωλυθῆναι ἄρτον ἐν τῆ πόλει ἐκείνῃ φαγεῖν ἢ ὕδωρ πιεῖν ἢ ὑποστρέψαι δι’ ἧς ὁδοῦ εἰς τὴν πόλιν ἐλήλυθε· καὶ ἀπῄει ἑτέραν τραπόμενος. ψευδοπροφήτης δέ τις ἦν ἐν τῇ πόλει ἐκείνη τὸν Ἱεροβοὰμ ἀπατῶν καὶ πρὸς χάριν αὐτῷ ὁμιλῶν. οὗτος μαθὼν ὅσα ὁ τοῦ θεοῦ προφήτης καὶ εἴρηκε καὶ πεποίηκε καὶ ὡς ἄπεισι, κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ καταλαβὼν αὐτὸν ἠξίου ἀναστρέψαι καὶ παρ’ αὐτῷ ξενισθῆναι. τοῦ δὲ ἀπαναινομένου, ὡς ἀπαγορεύσαντος τοῦ θεοῦ, “ἀλλὰ κἀγὼ προφήτης εἰμί” ὁ πονηρὸς ἐκεῖνος εἶπεν ἀνήρ, “καὶ ἥκω κατ’ ἐντολὴν τοῦ θεοῦ ἐπιστρέψων σε τραπέζης μοι κοινωνήσοντα.” ἐπίστευσεν ὁ προφήτης τοῖς τοῦ ψευδοπροφήτου λόγοις καὶ ὑπενόστησε. ξενισθέντι δ᾿ ἐκεῖ τῷ προφήτῃ λόγος ἐγένετο κυρίου, ἀνθ’ ὣν οὐκ ἐτήρησε τὰ ἐνταλθἐντα αὐτῷ ἀναιρεθήσεσθαι κατὰ τὴν ὁδὸν παρὰ λέοντος. καὶ ὑποστρέφοντα λέων αὐτὸν ἔκτεινε καὶ παρακαθήμενος ἐφύλαττε τὸν νεκρόν καὶ τὸ ὑποζύγιον. μαθὼν δὲ τὸ γεγονὸς ὁ ψευδοπροφήτης συνεκόμισε τὸ σῶμα τοῦ τεθνεῶτος καὶ ἔθαψε, καὶ τοῖς ἑαυτοῦ παισὶν ἐνετείλατο τῷ προφήτῃ συγκηδεῦσαι καὶ αὐτοῦ τὸ σῶμα θανόντος· τί τοῦτο μηχανησάμενος; ἕν ὅτε κατὰ τὴν ἐκείνου προφητείαν κατασκαφῇ τὸ θυσιαστήριον, καὶ τῶν ἱερέων καί· ψευδοπροφητῶν πυρὶ παραδοθῇ τὰ ὀστᾶ, αὐτὸς διαφύγῃ τὴν ὕβριν, εἰ τῷ ἀνθρώπῳ τοῦ θεοῦ συγκατατεθῇ.