Ancient Greek · ~21 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.12.1
Not analysed yet
Ταῦτα μὲν οὖν οὕτως ἐγένετο· Ἱεροβοὰμ δὲ τῆς αὐτῆς εἴχετο ἀσεβείας, ἡ καὶ ἐπεδίδου καθ’ ἑκάστην παρανομῶν, καὶ χρημάτων τὴν ψευδῆ τῶν ὑψηλῶν ἱερωσύνην παρεῖχε τοῖς θέλουσιν ὤνιον. καὶ εἰς ἁμαρτίαν ἡ πρᾶξις αὕτη ἐλογίσθη αὐτῷ, καὶ εἰς ἀφανισμὸν τοῦ οἴκου αὐτοῦ γέγονε καὶ εἰς ὄλεθρον. εἰ δὲ τὸ τὴν ἀνίερον ἐκείνην ἱερωσύνην ἀποδίδοσθαι χρημάτων ὰμαρτία λελόγιστο, τί ἄν τις εἴποι περὶ τῶν πωλούντων καὶ ὠνουμένων τὴν θείαν ὄντως ἱερωσύνην, τὴν τῆς φρικτῆς καὶ ἀναιμάκτου θυσίας τε- λεστικήν; Ἐνόσησε δὲ Ἀβιὰ ὁ υἱὸς Ἱεροβοάμ· καὶ ἔστειλε τὴν γυναῖκα αὐτοῦ ὁ βασιλεὺς πρὸς Ἀχιὰ τὸν προφήτην, εἰ ζήσεται ἐρωτήσουσαν. ἡ δὲ ἰδιωτικὴν μεταμφιασαμένη στολὴν ἀπῆλθε. καὶ ὁ προφήτης τὸ δρᾶμα γνοὺς “μὴ κρύπτε σαυτήν, γύναι Ἱεροβοάμ” ἔφη, ἄπιθι δὲ καὶ τῷ ἀνδρί σου εἰπὲ ὅτι, ἐπεὶ καταλιπὼν τὸν θεὸν σεαυτῷ θεοὺς ἐποίησας χωνευτούς, προσδόκα τήν τε βασιλείαν ἀφαιρεθήσεσθαι καὶ αὐ- τὸς παγγενῆ ἐξολοθρευθήσεσθαι. ὅτι δέ σοι ἀσεβήσαντι καὶ τὸ πλῆθος ἐπηκολούθῃσεν, οὐδ’ ἐκεῖνο μέ- νεῖ ἀτιμώρητον. σὺ δὲ ἄπιθι, γύναι, καὶ θανόντα εὑρήσεις τὸν παῖδά σου, ὃς καὶ ταφήσεται θρηνη- θείς· μόνος γὰρ ἐξ Ἱεροβοὰμ οὗτος ἦν ἀγαθός. ἀπελθοῦσα δὲ ἡ γυνὴ τὸν μὲν παῖδα εὗρε θανόντα, τῷ δὲ ἀνδρὶ τὰ παρὰ τοῦ προφήτου ἀπήγγειλεν. ὁ δ’ οὐδὲν ἐν ἐξ ἐκείνων ἐβελτιώθη, τυγχάνων ἀσύνετος. Ῥοβοὰμ δὲ τοῦ υἱοῦ Σολομῶντος βασιλεύοντος ἐν Ἱερουσαλὴμ οἱ παρὰ τοῖς Ἰσραηλίταις ἱερεῖς καὶ Λευῖται καὶ ὅσοι τοῦ πλήθους ἦσαν συνιέντες τὸ ἀγαθόν, ἀποστάντες τῶν ἰδίων πόλεων εἰς Ἱεροσόλυμα παραγίνονται· κἀντεῦθεν ἡ βασιλεία τοῦ Ῥοβοὰμ ηὔξητο. ὁ δὲ καὶ αὐτὸς ἠσέβησεν εἰς θεόν, καὶ πᾶς ὁ οἶκος Ἰούδα τῆς τοῦ θεοῦ θρησκείας κατωλιγώρησε. διὸ καὶ ἀνέβη Σουσακὶμ ὁ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ μετὰ βαρείας δυνάμεως ἐν ἔτει πέμπτῳ τῆς βασιλείας τοῦ Ῥοβοάμ. συγκλείσας δὲ αὐτὸν Ῥο- βοὰμ ἐν τῆ̣ πόλει καὶ τὸν λαόν, ἐδέετο τοῦ θεοῦ δοῦναι σωτηρίαν αὐτοῖς, καὶ ἃ ἥμαρτον εἰς θεὸν ἐξωμολογοῦντο. παρακληθεὶς δὲ ὁ θεὸς οὐκ ἀπολέσειν αὐτούς, ἀλλὰ δώσειν εἶπεν ὑποχειρίους τοῖς δεξαμένου τοίνυν ἐν τῇ πόλει Ῥοβοὰμ τὸν Αίγύπτιον ἐπὶ συνθήκαις, παρασπονδήσας ἐκεῖνος τοὺς τοῦ θεοῦ τε θησαυροὺς ἐσύλησε καὶ τοὺς βασιλικοὺς ἐξεκένωσε, καὶ τὰ χρυσᾶ ὅπλα ἃ ἐποίησε Σολομὼν καὶ τὰ δόρατα τὰ χρυσᾶ ἃ ὁ Δαβὶδ ἀνέθετο πάντα ἀφείλετο. ἐτελεύτησε δὲ Ῥοβοὰμ ζήσας ἔτη πεντήκοντα καὶ ἑπτά, ἐξ ὧν ἑπτακαίδεκα βεβασίλευκε, διάδοχον τὸν υἱὸν καταλιπὼν Ἀβίου. καθ’ οὗ Ἱεροβοὰμ ἀεὶ καὶ τῷ Ῥοβοὰμ πολεμῶν. Ἀβιοὺ δὲ οὐκ ἔπτηξε τὴν ἔφοδον, ἀλλ’ ἀντιτάξας αὐτῷ τοὺς οἰκείους νίκην νικᾷ περιβόητον, ὡς μηκέτι θαρσῆσαι τὸν Ἱερο- βοὰμ ἀντιπαρατάξασθαι. τελευτᾷ δὲ Ἀβίου βασιλεύσας ἐν Ιερουσαλὴμ ἔτη τρία, ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐβασίλευσεν Ἀσὰ ὁ υἱὸς αὐτοῦ, τοὺς θείους θεσμοὺς τηρήσας κατὰ Δαβὶδ τὸν οἰκεῖον προπάτορα. Τέθνηκε δὲ καὶ Ἱεροβοὰμ ἀνύσας ἐν τῇ ἀρχῇ ἔτη δύο καὶ εἴκοσι. καὶ διεδέξατο αὐτὸν Ναβὰτ ὁ υἱὸς αὐτοῦ, κἀκεῖνος ἀσεβὴς κατὰ τὸν πατέρα γενόμενος. ὃς πόλιν τῶν ἀλλοφύλων πολιορκῶν Γαβαθὼν ἐπεβουλεύθη παρὰ Βαασὰν υἱοῦ Ἀχιά, καὶ τέθνηκε δύο ἄρξας ἐνιαυτούς. Βαασὰν δὲ τῆς τῶν δέκα φυλῶν βασιλείας ἐγκρατὴς γεγονὼς πᾶν τὸ γένος τοῦ Ἱεροβοὰμ ἐξωλόθρευσε. καὶ οὗτος δὲ ὡς Ἱεροβοὰμ παρα- νόμησε καὶ τὸν λαὸν ὁμοίως πεποίηκεν ἁμαρτεῖν. καὶ ἠπείλησεν αὐτῷ ὁ θεὸς διὰ Ἰνοὺ τοῦ προφήτου διαφθερεῖν τὸν οἶκον αὐτοῦ ὡς τὸν οἶκον Ἱεροβοάμ. τέθνηκε δὲ καὶ οὗτος, ἐπὶ τὸν Ἰσραὴλ βασιλεύσας ἔτη ἐπὶ τέσσαρσιν εἴκοσι. καὶ Ἠλὰ ὁ υἱὸς αὐτοῦ γέγονε τῆς πατρικῆς βασιλείας διάδοχος. ὅν Ζαμβρὴ ὁ ἄρχων τῆς ἵππου αὐτοῦ μεθύοντα κτείνας ἐπὶ δύο ἐνιαυτοὺς βασιλεύσαντα τήν τε βασιλείαν ἀφείλετο καὶ τὸ γένος ἅπαν τοῦ Βαασὰν ἐξωλόθρευσεν. ἡ δὲ τῶν Ἰσραηλιτῶν στρατιὰ πολιορκοῦσα τὴν Γαβαθών, μαθοῦσα ὅτι Ζαμβρὴ κτείνας τὸν Ἠλὰ ἐβασίλευσε, τὸν οἰκεῖον στρατάρχην Ζαμβρἠν ἐν τῇ παρεμβολὴ ἀνηγόρευσε, καὶ τὴν πόλιν Θερσὰ μετ’ αὐτοῦ προκαταλαβοῦσα κρατεῖ ταύτης. Ζαμβρὴ δὲ ὁ πρότερος εἰς τὸ μυχαίτατον τῶν βασιλείων εἰσδὺς καὶ ἐμπρήσας αὐτό, συνδιέφθειρεν ἐκείνῳ καὶ ἑαυτόν, ἑπτά ἡμέρας τὴν ἀρχὴν κατασχών. εἶτα μερίζεται ὁ λαός, καὶ τὸ μὲν αὐτοῦ τὸν Ζαμβρὴν ᾑρεῖτο, τό δ᾿ ἕτερον τὸν Θαμνί. ἀλλ’ ὑπερισχύσαντες οἱ τοῦ Ζαμβρῆ, καὶ ἀνελόντες τὸν Θαμνί, ἀστασίαστον τὴν ἀρχὴν τῷ Ζαμβρῇ περιεποιήσαντο. ὁ ὃς πρότερον μὲν ἐν Θερσὰ διῆγεν βασιλεύων, ἔπειτα δ’ ἐν Μαρεώνῃ τῷ ὄρει, ἐν ᾧ πόλιν ἐδομήσατο ἣ Σαμάρεια κέκληται, αὐτοῦ Σαμαραιὸν τὸ ὅρος καλέσαντος εἰς ὄνομα Σεμηρών, ἀφ’ οὑ τοῦτο ἐπρίατο· χείρων τῶν πρὸ αὐτοῦ γεγονώς. καὶ κατέστρεψε τὴν ζωὴν ἐν Σαμαρείᾳ, δώδεκα βασιλεύσας ἐνιαυτούς. ἠ’ δὲ βασιλεία περιῆλθεν εἰς Ἀχαὰβ τὸν υἱὸν αὐτοῦ. Οἶ’ μὲν οὖν τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπ’ ἄλλῳ διὰ τὴν παρανομίαν αὐτῶν ἐν ὀλίγῳ χρόνῳ διεφθάρησαν, Ἀσὰ δὲ ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς θεοφιλὴς ἦν. οὗ τῷ δεκάτῳ τῆς βασιλείας ἔτει ὁ βασιλεὺς Αἰθιόπων στρατεύει κατ’ αὐτοῦ μετὰ βαρείας δυνάμεως. ὁ δὲ τὸν θεὸν σύμμαχον ἐπεκέκλητο· καὶ συμπλακεὶς τοῖς Αἰθίοψι πολλοὺς μὲν ἀνεῖλε, τοὺς δὲ λοιποὺς φυγόντας ἐδίωξε καὶ τὴν παρεμβολὴν ἐκείνων νῶν διήρπασε, καὶ πολλὰ αὐτὸς καὶ ὁ λαὸς ἐκομίσαντο λάφυρα. ἀναζευγνύντι δὲ τῷ βασιλεῖ καὶ τῇ στρατιᾷ ὁ προφήτης Ἀζαρίας ὑπαντήσας τῆς νίκης τὸν θεὸν εἶναι αὐτῷ δοτῆρα εἶπε καὶ τῷ λαῷ, δικαιοσύνης ἐπιμελουμένοις. καὶ μετιοῦσι μὲν ἀρετὴν εὐδαιμονίαν καὶ εἰσέπειτα ἐπηγγέλλετο, τῶν δὲ τοῦ θεοῦ ἐντολῶν κατολιγωρήσασι πολλὰ συμβήσεσθαι λυπηρά. Ἀσὰ τοίνυν ἐν εὐσεβείᾳ τὴν ζωὴν ἀνύσας καὶ εἰς γῆρας καταντήσας βαθὺ τέθνηκε, βασιλεύσας ἐνιαυτοὺς ἐφ’ ἐνὶ τεσσαράκοντα, Ἰωσαφὰτ οἰκείω υἱῷ τὴν ἡγεμονίαν καταλιπών.