Ancient Greek · ~23 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.16.1
Not analysed yet
Εν Σαμαρείᾳ δὲ τῷ Ἐλισσαίῳ διάγοντι πρόσεισ’ γυνή τις χήρα, ἀποκλαιομένη ὅτι χρεωστοῦσα καὶ μὴ ἔχουσα τὸ χρέος ἀποδοῦναι τοὺς υἱοὺς ἀφαιρεῖται παρὰ τοῦ δανειστοῦ, εἰς δούλους αὐῷ ἐσομένους. ὁ δὲ προφήτης τί ἐν τῷ οἴκῳ ἔχει ἠρώτα αὐτήν· ἡ δὲ οὐδὲν ἕτερον ἔφη ἣ βραχύτατον ἔλαιον. καὶ ἐνετείλατο αὐτῇ χρήσασθαι ἀγγεῖα πολλὰ καὶ ἐπιχεῖν ἐκ τοῦ ἐλαίου ἐν ἅπασι. πεποίηκε τὰ κελευσθέντα τὸ γύναιον, καὶ πάντα ἐλαίου ἐπλήσθησαν· καὶ ἀνήγγειλε τῷ προφήτῃ τὸ γεγονός. κἀκεῖνος ἀποδόσθαι τὸ ἔλαιον συνεβούλευσε καὶ ἀποτῖσαι τὸ χρέος καὶ τῷ περισσῷ εἰς διοίκησιν χρήσασθαι. ξενισθεὶς δὲ παρὰ τῆς Σουμανίτιδος καὶ ἐν τῇ οἰκίᾳ αὐτῆς ἀναπαυόμενος μὴ ἐχούσης παῖδα, προεῖπεν αὐτῇ συλλήψεσθαι καὶ τεκεῖν υἱόν. καὶ κατὰ τὴν τοῦ προφήτου πρόρρησιν ἔτεκεν. ἁδρυνθὲν δὲ τὸ παιδίον τέθνηκεν· ἡ δὲ γυνὴ πρὸς τὸν Ἐλισσαῖον εἰς τὸ Καρμήλιον ἀπελήλυθεν, καὶ πεσοῦσά παρὰ τοὺς πόδας αὐτοῦ τὴν συμφορὰν ἀπεκλαίετο. ὁ δὲ τῷ φοιτητῇ αὐτοῦ Γιεζὶ ἐνετείλατο ἀπελθεῖν, δοὺς αὐτῷ τὴν ἑαυτοῦ βακτηρίαν, ἵνα ἐπίθηται αὐτὴν τῷ τεθνεῶτι παιδί. καὶ ἡ γυνὴ ὤμοσε μὴ ὑποστρέψαι, εἰ μὴ αὐτὸς αὐτῇ συμπορεύσεται. ἐπείσθη οὑν ὁ προφήτης, καὶ ἀπελθὼν εὗρε τὸ παιδάριον ἀνακεκλιμένον ἐν τῇ κλίνῃ αὐτοῦ· καὶ προσευξάμενος ἀνέβη ἐπὶ τὴν κλίνην καὶ συνανεκλίθη τῷ παιδαρίῳ καὶ ἐνεφύσησεν εἰς αὐτό. καὶ ἑπτάκις οὕτω τοῦ προφήτου ποιήσαντος ἀνεζωώθη ὁ τεθνηκώς, καὶ ἔδωκεν αὐτόν τῇ μητρὶ αὐτοῦ ζῶντα. ἐκεῖθεν ἀπῆλθεν εἰς Γάλγαλα. καὶ ἦν λιμός, καὶ οἱ υἱοὶ τῶν προφητῶν ἥκασι πρὸς αὐτόν. ὁ δὲ τῷ διακόνῳ αὐτοῦ ἐπέταξεν ἑτοιμάσαι αὐτοῖς ἕψημα. καὶ συνέλεξεν ἐκεῖνος ἐκ τοῦ ἀγροῦ λάχανα, οἶς καὶ τολύπη συναναμέμικτο· ἡ δὲ βοτάνη ἐστὶ δηλητήριος· καὶ ἑψήσας προσήγαγε τοῖς ἀνδράσιν. ἐσθίοντες δὲ ἐπέγνων τὴν τολύπην, καὶ πρὸς τὸν προφήτην ὡς τεθνηξόμενοι ἐξεβόησαν. ὁ δὲ ἄλευρον κελεύσας ἐμβαλεῖν εἰς τὸν λέβητα ἐπέτρεψε φαγεῖν, καὶ οὐδενί τι γέγονεν ἐκ τῆς τροφῆς πονηρόν. δ᾿ αὐτῷ τινος ἄρτους εἴκοσι καὶ παλάθας, ἐνετείλατο τῷ ὑπηρέτῃ αὐτοῦ παραθεἶναι τῷ λαῷ ταῦτα. τοῦ δέ, τί ἂν γένοιτο ταῦτα πρὸς ἄνδρας ἑκατόν, εἰρηκότος, δός εἶπε “ταῦτα, καὶ κορεσθήσονται γὰρ καὶ καταλείψουσι περισσεύματα.” καὶ εἰς ἔργον ὁ λόγος ἐγένετο. Νεεμὰν δὲ μέγας ὢν παρὰ τῷ βασιλεῖ Συρίας λελέπρωτο. καὶ νεάνιδος αἰχμαλωτισθείσης Ἰσραηλίτιδος ἡ γυνὴ Νεεμὰν δούλην ἔσχεν αὐτήν. ἥτις ἔφη πρὸς τὴν κυρίαν αὐτῆς ὡς ἑέ ἀπῆλθεν ὁ κύριός μου πρὸς τὸν προφήτην Ἐλισσαιέ, ἀπηλλάγη ἂν τῆς νόσου αὐτοῦ. ἡ δὲ τῷ ἀνδρὶ τοὺς λόγους ἀπήγγειλε τῆς νεάνιδος, καὶ Νεεμὰν τὰ λαληθέντα τῷ βασιλεῖ Συρίας ἀνήνεγκε. καὶ ὁ βασιλεὺς ἐπιστολὴν ἐκτίθεται περὶ τοῦ θεραπευθῆναι τὸν Νεεμὰν πρὸς τὸν βασιλέα τοῦ Ἰσραήλ. Νεεμὰν δὲ λαβὼν δέκα Τάλαντα ἀργυρίου καὶ ἑξάκις χιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς, ἐπορεύθη ἐπὶ Σαμάρειαν καὶ τὴν ἐπιστολὴν τῷ βασιλεῖ ἐνεχείρισεν. ὁ δὲ ἀναγνοὺς αὐτὴν διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι “πρόφασιν καθ’ ἡμῶν ὁ βασιλεὺς Συρίας ζητεῖ.” Ἐλισσαιὲ δὲ ταῦτα μαθών “ἐλθέτω πρός με ὁ Νεεμάν” μεμήνυκε τῷ βασιλεῖ Ἰσραήλ. καὶ ἐλθόντι στείλας δεδήλωκεν ἀπελθεῖν εἰς τόυ Ἰορδάνην καὶ λούσασθαι ἑπτάκις, καὶ οὕτω τῆς λέπρας ἀπαλλαγήσεσθαι. ὠργίσθη δὲ Νεεμὰν ὅτι μὴ ἐξῆλθε πρὸς αὐτὸν ὁ προφήτης καὶ ηὔξατο καὶ ἐπέθετο αὐτῷ τὴν χεῖρα, καὶ ἀγανακτῶν ὑπεχώρει, λέγων οὐκ εἰσὶ παρ’ ἡμῖν ποταμοὶ ὑπὲρ τὸν Ἰορδάνην; πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι.’ ὑποχωροῦντι δὲ εἶπον αὐτῷ οἱ θεράποντες “ποίησον τὸν τοῦ προφήτου λόγον, ῥᾴδιον ὄντα.” καὶ κατέβη Νεεμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, καὶ ἐκαθαρίσθη· καὶ ἀναστρέψας ηὐχαρίστει τό προφήτῃ, καὶ μὴ εἶναι θεὸν ἕτερον ὡμολόγει παρὰ τὸν ἐν τῷ Ἰσραήλ, καὶ ἠξίου αὐτὸν λαβεῖν τι ἐξ ὧν ἐκόμιζεν· ὁ δὲ ἆπηνήνατο. καὶ ὑπέστρεψε Νεεμάν. Γιεζὶ δὲ κατεδίωξεν αὐτὸν καὶ εἶπεν “ὁ προφήτης ἀπέστειλέ με λήψεσθαι ἀπὸ σοῦ τάλαντον ἀργυρίου καὶ δύο στολάς, δοθησόμενα δεομένοις τισὶν ἄρτι προσελθοῦσιν αὐτῷ.” καὶ ἔδωκεν αὐτῷ Νεεμάν· καὶ ὑπέστρεψε Γιεζὶ πρὸς Ἐλισσαιέ, ἔγνω δὲ ὁ προφήτης ὃ εἴργαστο τῷ Γιεζί, καὶ εἶπεν αὐτῷ ὅτι ἔλαβες τὸ ἀργύριον καὶ τὰ ἱμάτια ἀπὸ τοῦ Νεεμάν, ἡ λέπρα ἐκείνου κολληθήσεται σοὶ καὶ τῷ σπέρματί σου.” καὶ ἐξῆλθε λελεπρωμένος. Οἱ υἱοὶ δὲ τῶν προφητῶν οἱ μετὰ Ἐλισσαίου ἐπορεύθησαν εἰς τόν Ἰορδάνην τεμεῖν ξύλα, ὡς ἂν ποιήσωσιν ἑαυτοῖς σκηνάς· καὶ ὁ Ἐλισσαῖος αὐτοῖς συμπεπόρευτο. τεμνόντων δὲ τὰ ξύλα ἑνὸς τὸ τῆς ἀξίνης σιδήριον ἐνέπεσεν εἰς τὸν ποταμόν. καὶ ὁ τῆς ἀξίνης κύριος τὸν προφήτην ἐπεκαλέσατο, καὶ τὸν τόπον ὑπέδειξεν αὐτῷ ἐν ᾧ κατέδυ ὁ σίδηρος. ὁ δὲ ξύλον λαβὼν ἐνέβαλεν ἐκεῖ. καὶ ἀνέδυ τὸ σιδήριον, καὶ ἐπιπολάσαν ἔλαβεν αὐτὸ ὁ ἀπολέσας αὐτό. Ο δὲ βασιλεὺς Συρίας ἐνέδραν ἐκάθισεν, ἴν ἕλῃ τὸν βασιλέα τὸν Ἰωράμ. ἀπέστειλε δὲ ὁ προφήτης πρὸς Ἰωρὰμ φυλάττεσθαι αὐτῷ ἐντελλόμενος καὶ μὴ ἀπιέναι πρὸς θήραν. καὶ ὁ μὲν οὐκ ἐξῄει, Ἄδερ δὲ τῆς ἐπιβουλῆς ἁμαρτὼν τοὺς οἰκείους ὑπώπτευέ γίνεσθαι προδότας τῶν βεβουλευμένων αὐτῷ. σησάντων δ᾿ ἐκείνων οὐκ αὐτούς, ἀλλὰ τὸν προφήτην Ἐλισσαῖον μηνύειν αὐτῷ τὰ ἀπόρρητα, στέλλει ἐν Δοθαῒν στράτευμα, ἵν᾿ αὐτὸν λάβοιεν. ἰδὼν δὲ τὸν λαὸν κύκλῳ τῆς πόλεως ὁ τοῦ προφήτου διάκονος, περιδεὴς ἀφίκετο πρός αὐτὸν ἀπαγγέλλων τὸ πρᾶγμα. ὁ δέ “μὴ δέδιθι ἴφη, καὶ ἱκέτευσε τὸν θεὸν δεῖξαι τῷ διακόνῳ αὐτοῦ ὅπως φυλάττεται παρ’ αὐτοῦ. καὶ δέδωκεν ὁ θεὸς τῷ θεράποντι τοῦ προφήτου χάριν ἰδεῖν αὐτὸν ἄρμασι καὶ ἵπποις πυρίνοις κεκυκλωμένον. ἠμαύρωσε δὲ προσευξάμενος ὁ προφήτης καὶ τὰ ὄμματα τῶν ἐχθρῶν, καὶ ἐξελθὼν πρὸς αὐτοὺς ἔφη ῾ἀκολουθεῖτέ μοι καὶ δώσω τὸν Ἐλισσαῖον ὑμἰν.” οἶ δὲ εἵποντο καὶ τὰς ὄψεις βεβλαμμένοι καὶ τὴν διάνοιαν. ἀπαγαγὼν δὲ αὐτοὺς εἰς Σαμάρειαν περιστῆσαι αὐτοῖς τὴν αὐτοῦ δύναμιν τῷ βασιλεῖ ἐνετείλατο. καὶ τὸν θεὸν ᾔτει περιαιρεθῆναι τὴν ἀχλὺν ἐκ τῶν ὀμμάτων αὐτῶν. περιαιρεθείσης δὲ εἶδον ἑαυτοὺς οἱ Σύροι μέσον περιειλημμένους τῶν πολεμίων. Ἐλισσαῖος δὲ οὐδένα ἐπιθέσθαι αὐτοῖς παρεχώρησε, ξενίσαι δὲ μᾶλλον καὶ ἀπολῦσαι ἀπαθεῖς συνεβούλευσε. φιλοτίμως οὖν ὁ Ἰωρὰμ ἑστιάσας αὐτοὺς κατὰ τὸν τοῦ προφήτου λόγον ἀφῆκεν. οἱ δὲ ἀπῆλθον καὶ τὰ γεγονότα τῷ ἑαυτῶν βασιλεῖ διηγήσαντο· καὶ ἐξεπλάγη.